1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

192

∆ειλὴν καὶ ἄνανδρον τὴν ψυχὴν ἀμαθία ποιεῖ, οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ προαίρεσιν. Ὅταν γὰρ ἴδω τὸν ἀνδρεῖόν ποτε νῦν δειλὸν, οὐκέτι φύσεως εἶναί φημι τὸ πάθος· τὰ γὰρ τῆς φύσεως ἀμετάθετα. Πάλιν ὅταν ἴδω τοὺς νῦν δειλοὺς ἀθρόον τολμητὰς γενομένους, τὸ αὐτὸ πάλιν ψηφίζομαι· ἐπεὶ καὶ οἱ μαθηταὶ σφόδρα ἦσαν δειλοὶ, πρὶν ἢ μαθεῖν ἅπερ ἐχρῆν, καὶ τῆς τοῦ Πνεύματος ἀξιωθῆναι δωρεᾶς, ὕστερον μέντοι λεόντων ἐγένοντο θρασύτεροι. Καὶ Πέτρος, κορασίου μὴ ἐνεγκὼν ἀπειλὴν, κατὰ κεφαλῆς ἐκρεμᾶτο καὶ ἐμαστιγοῦτο, καὶ μυρία κινδυνεύων οὐκ ἐσίγα. Οὔτε τοίνυν παραιτεῖσθαι δεῖ τοὺς ἀγῶνας, οὔτε πρὸς τούτους ἐπιπηδᾷν· οὕτω γὰρ καὶ ἡμῖν ἡ νίκη λαμπροτέρα ἔσται, καὶ ἡ ἧττα τῷ διαβόλῳ καταγελαστοτέρα. Ἑλκυσθέντας μὲν γὰρ δεῖ γενναίως ἑστάναι, μὴ καλουμένους δὲ ἡσυχάζειν, καὶ τὸν καιρὸν ἀναμένειν τῶν ἀγώνων, ἵνα καὶ τὸ ἀκενόδοξον καὶ τὸ γενναῖον ἐπιδειξώμεθα. Τὸ μὲν γὰρ ἁπλῶς παῤῥησιάζεσθαι καὶ τῶν τυχόντων πολλάκις ἐστί· τὸ δὲ εἰς τὸ δέον καὶ ἐν καιρῷ τῷ προσήκοντι καὶ μετὰ τῆς ἁρμοττούσης συμμετρίας καὶ συνέσεως τῷ πράγματι χρήσασθαι, μεγάλης λίαν καὶ θαυμαστῆς δεῖται ψυχῆς. Ἀνδρεῖος γὰρ ἐκεῖνος μόνος ἐστὶ, κἂν ἐπὶ κλίνης ᾖ βεβλημένος, ὁ τὴν ἰσχὺν οἴκοθεν ἔχων· ὡς ταύτης ἄνευ, κἂν ὄρος τις ἀνασπᾷ τῇ τοῦ σώματος ῥώμῃ, οὐδὲ αὐτὸν κορασίου καὶ γραϊδίου ταλαιπώρου φαίην ἂν ἰσχυρότερον εἶναι. Ὁ μὲν γὰρ ἀσωμάτοις παλαίει κακοῖς, οὗτος δὲ οὐδὲ ἀντιβλέψαι τολμᾷ. Βούλει τοίνυν μαθεῖν, ὡς οὐδὲν ἰσχυρότερον τοῦ πεφραγμένου τῇ ἄνωθεν συμμαχίᾳ, καὶ οὐδὲν ἀσθενέστερον τοῦ ταύτης ἐρήμου τυγχάνοντος, κἂν ὑπὸ μυρίων στρατοπέδων κυκλούμενος ᾖ; Ὁ ∆αυῒδ νέος ὢν κομιδῇ, καὶ διὰ τὸ τῆς ἡλικίας ἄωρον ἐν τῇ οἰκίᾳ τῇ πατρικῇ διάγων, ὑπὸ τοῦ πατρὸς ἀποστέλλεται ἐπισκέψασθαι τοὺς ἀδελφούς. Παραγενόμενος οὖν εἰς τὴν τούτων ἐπίσκεψιν, ἐπειδὴ εἶδε τὸν πόλεμον συνεστῶτα, τὸν τοῦ ἀλλοφύλου Γολιὰθ, καὶ πάντα τὸν λαὸν κατεπτηχότα μετὰ τοῦ βασιλέως, τέως θεατὴς ἐβούλετο γε 63.812 νέσθαι, καὶ ἀπῄει ἰδεῖν τὸ καινὸν καὶ παράδοξον, ὅτι εἷς ἄνθρωπος τοσούτων μυριάδων κατεξανίστατο, καί φησι, Τίς ἐστιν ὁ ἀλλόφυλος οὗτος, ὁ ὀνειδίζων παράταξιν Θεοῦ ζῶντος; καὶ τί ἔσται τῷ ἀνθρώπῳ τῷ τὴν τούτου κεφαλὴν ἐκτεμόντι; Ταῦτα γνοὺς ὁ Σαοὺλ μεταπέμπεται τὸν νέον, τὸν τῆς ποιμαντικῆς πλέον εἰδότα οὐδὲν, καὶ ἰδὼν αὐτοῦ τὴν ἡλικίαν, ἐξευτέλισεν. Εἶτα μαθὼν παρ' αὐτοῦ ὅπως τοῖς ἄρκτοις ἐκέχρητο, ἡνίκα ἐπῄεσαν τοῖς ποιμνίοις, τὰ οἰκεῖα ὅπλα ἐνδύειν αὐτὸν ἐβούλετο· ὁ δὲ ταῦτα περιθέμενος, οὐδὲ ταῦτα ἐνεγκεῖν ἴσχυσε. Τοῦτο δὲ ἐγίνετο, ἵνα δειχθῇ γυμνὴ ἡ τοῦ Θεοῦ δύναμις ἡ δι' αὐτοῦ ἐνεργοῦσα, καὶ μὴ τοῖς ὅπλοις λογίσωνται τὰ γινόμενα. Ἐπειδὴ γὰρ μετὰ τὸ ἐνδύσασθαι ταῦτα ἐχώλευεν, ἀπέθετο τὰ ὅπλα, καὶ τὴν κάδον τὴν ποιμαντικὴν λαβὼν καὶ τὰς βώλους, οὕτως ἐπὶ τὸν σαρκικὸν πύργον ἐξῄει. Ἀλλ' ὅρα πάλιν καὶ τὸν ἀλλόφυλον πρὸς τὸ εὐτελὲς τῆς ἡλικίας ὁρῶντα, καὶ ἐντεῦθεν ἐξευτελίζοντα τὸν δίκαιον. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν μετὰ τῆς κάδου τῆς ποιμαντικῆς πρὸς αὐτὸν ὁρμήσαντα, καὶ τὰς βώλους μόνας ἐπιφερόμενον, μονονουχὶ πρὸς αὐτὸν ἔλεγεν· Ἐνόμισας σὺ πάλαι προβάτοις ἐφιστάναι καὶ κύνας τινὰς ἐκδιώκειν, καὶ διὰ τοῦτο, καθάπερ κύνα τινὰ ἐλαύνων, οὕτω μετὰ τῶν ὀργάνων αὐτῶν ἐπὶ τὴν πρὸς ἐμὲ μάχην ὥρμησας; ἄρτι σε ἡ πεῖρα διδάξει, ὡς οὐ πρὸς τὸν τυχόντα σοι ὁ πόλεμος. Καὶ πολλῇ τῇ μεγαλοῤῥημοσύνῃ χρησάμενος, ἔσπευδε καὶ ἠπείγετο, καὶ τὴν παντευχίαν ἐκίνει, καὶ τὰ ὅπλα ἐξέτεινεν. Ἀλλ' ὁ μὲν τῇ δυνάμει τῶν ὅπλων πεποιθὼς, ἥπτετο τῆς μάχης· ὁ δὲ τῇ πίστει καὶ τῇ ἄνωθεν συμμαχίᾳ συμφράξας ἑαυτὸν, πρότερον διὰ τῶν ῥημάτων τοῦ ἀλλοφύλου τὸ φρύαγμα κατήνεγκεν, εἰπὼν πρὸς αὐτόν· Σὺ ἔρχῃ πρός με ἐν ὅπλῳ καὶ δόρατι, καὶ τῇ οἰκείᾳ δυνάμει νομίζεις περιγενέσθαι, ἐγὼ δὲ ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ. Καὶ ταῦτα εἰπὼν, ἀνελόμενος ἐκ τῆς κάδου τῆς ποιμαντικῆς μίαν βῶλον, καθάπερ ὄντως κύνα τινὰ μέλλων ἀπελαύνειν ἐπιόντα τῇ ποίμνῃ. 63.813 οὕτω τῇ σφενδόνῃ ἐξακοντίσας, καὶ παραχρῆμα κατὰ τοῦ μετώπου