1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

193

πλήξας, τὸν ἀλλόφυλον κατέβαλε, καὶ σπεύσας καὶ ἀφελόμενος αὐτοῦ τὸ ξίφος, δι' ἐκείνου τὴν κεφαλὴν αὐτοῦ τεμὼν, οὕτως ἤνεγκε τῷ βασιλεῖ, καὶ τέλος τῷ πολέμῳ δέδωκε. Καὶ δι' ἐκείνου καὶ ὁ βασιλεὺς τὴν σωτηρίαν εὕρετο, καὶ πᾶς ὁ τούτου στρατὸς ἀνέπνευσε. Καὶ ἦν ἰδεῖν θαυμαστὰ καὶ παράδοξα πράγματα· τὸν ὡπλισμένον ὑπὸ τοῦ ἀόπλου κατενηνεγμένον, καὶ τὸν τὰ πολεμικὰ ἔμπειρον ὑπὸ τοῦ τῆς ποιμαντικῆς πλέον εἰδότος οὐδέν. Τίνος ἕνεκεν καὶ διὰ τί; Ὅτι ὁ μὲν τὴν ἄνωθεν συμμαχίαν εἶχε συνεφαπτομένην αὐτῷ, ὁ δὲ ταύτης ἔρημος ὢν ὑπὸ ταῖς τούτου χερσὶν ἐγίνετο. Ὑψηλὸν μὲν οὖν ἐστι καὶ παράδοξον τὸ μηδὲ δέχεσθαι τὴν ἐπιθυμίαν ἐγγινομένην ἡμῖν, ἀλλ' ἀποσοβοῦντας σβεννύναι· εἰ δὲ τοῦτο οὐ δυνατὸν, κἂν παλαίωμεν, καὶ διαπαντὸς κατέχομεν· ἂν γὰρ παλαίοντες ἐξέλθωμεν, νενικήκαμεν. Οὐ γὰρ ὡς ἐπὶ τῶν ἀθλητῶν, οὕτω καὶ ἐνταῦθα· ἐκεῖ μὲν γὰρ ἂν μὴ καταβάλῃς, οὐκ ἐνίκησας· ἐνταῦθα δὲ ἂν μὴ καταβληθῇς, νενίκηκας καὶ κατέβαλες· καὶ εἰκότως. Ἐκεῖ μὲν γὰρ ἀμφότεροι ὑπὲρ νίκης σπουδάζουσι, κἂν ὁ ἕτερος καταβληθῇ, ὁ ἕτερος στεφανοῦται· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ὁ διάβολος ὑπὲρ τῆς ἡμετέρας ἥττης σπουδάζει· ὅταν οὖν αὐτὸν ἀφέλωμαι τοῦτο, ὑπὲρ οὗ σπουδάζει, ἐνίκησα. Οὐ γὰρ ὥστε καταβαλεῖν, ἀλλ' ὥστε συγκαταβαλεῖν ἐπείγεται· καὶ ἡ νίκη αὐτοῦ οὐκ ἐν τῷ στεφανωθῆναι, ἀλλ' ἐν τῷ συναπολέσθαι ἐστίν. Εἰ δὲ καὶ βληθείης πολλάκις, μηδὲ οὕτως ἀποστῇς· τῶν γὰρ μὴ μαχομένων ἐστὶ τὸ μὴ τιτρώσκεσθαι· τοὺς δὲ πολλῷ τῷ θυμῷ κατὰ τῶν πολεμίων χωροῦντας, ἔστι καὶ βληθῆναί ποτε. Καὶ οὐκ ἄν τις στρατιώτην ἰδὼν ἐπανήκοντα μετὰ τραύματος ἀπὸ πολέμου ὀνειδίσειεν· ὄνειδος γὰρ ὅπλα ῥῖψαι καὶ τῶν πολεμίων ἔξω γενέσθαι. Ἕως ἂν ἑστήκῃ τις μαχόμενος, κἂν βάλληται, κἂν ὑποχωρῇ πρὸς βραχὺ, οὐδεὶς οὕτως ἀγνώμων, οὐδὲ τῶν πολεμικῶν ἄπειρος, ὡς ἐγκαλέσαι τούτῳ ποτέ. Ὅταν γάρ τις ἑαυτὸν ἀδικῆσαι μὴ βουληθῇ, ἕτερος τοῦτον οὐκ ἰσχύσει ποτέ. Καὶ γὰρ τὰς ἰσχυρὰς τῶν πόλεων ὅπλα μὲν πολλάκις καὶ μηχανήματα τῶν ἔξωθεν οὐκ ἴσχυσε καθελεῖν, προδοσία δὲ ἑνὸς ἢ δύο τῶν ἔνδον οἰκούντων ἀπονητὶ παρέδωκε τοῖς ἐχθροῖς. Ἂν τοίνυν μηδείς σε τῶν ἔνδον προδοίη λογισμῶν, κἂν μυρία προσάγῃ μηχανήματα ὁ πονηρὸς, προσάξει μάτην. Τί γὰρ ἂν περὶ τῆς τῶν Μακκαβαίων μητρὸς εἴποιμεν τῆς γενναίας ἐκείνης; οὐχὶ γυνὴ ἦν; οὐχὶ ἑπτὰ δέδωκε παῖδας τῷ χορῷ τῶν ἁγίων; οὐκ εἶδεν αὐτοὺς μαρτυρήσαντας; οὐχ εἱστήκει καθ' ἕκαστον αὐτῶν μαρτυροῦσα; βασανιζομένων γὰρ ἐκείνων, αὕτη τὴν πληγὴν ἐδέχετο· μήτηρ γὰρ ἦν. Ἐννόησον πῶς αὐτοὺς ἤλειψε, πῶς ἑπτὰ ναοὺς τῷ Θεῷ παρέστησεν. Εἰστήκει ὁ τύραννος, καὶ ὑπὸ μιᾶς γυναικὸς ἡττώμενος ἀνεχώρει. Ἐκεῖνος ὅπλοις ἐπολιόρκει, καὶ αὕτη τῇ προθυμίᾳ περιεγένετο· ἐκεῖνος κάμινον ἀνῆψε, καὶ αὕτη τὴν τοῦ πνεύματος ἐπὶ πλεῖον ἐξέκαιεν· ἐκεῖνος στρατόπεδον ἐκίνει, καὶ αὕτη πρὸς ἀγγέλους μεθωρμίζετο. Ἑώρα κάτω τὸν τύραννον, καὶ ἐνενόει τὸν ἄνω βασιλεύοντα· ἑώρα τὰς κάτω βασάνους, καὶ ἠρίθμει τὰ ἄνω βραβεῖα· ἑώρα τὴν παροῦσαν κόλασιν, καὶ τὴν μέλλουσαν ἐνενόει ἀθανασίαν. Τί δὲ ὁ Ἡσαῦ; οὐχὶ μείζων ἦν τοῦ Ἰακώβ; οὐχὶ πρωτότοκος; οὐχὶ ἀγαπητὸς τῷ πατρί; ἀλλὰ προδοὺς ἑαυτὸν διὰ τῆς ἁμαρτίας, καὶ τῶν πρωτοτοκίων ἐκπίπτει, καὶ τῷ ἐλάσσονι δουλεύειν 63.814 καταδικάζεται. Εἶπε γὰρ, φησὶ, Κύριος τῇ Ῥεβέκκα διὰ τοῦ ἱερέως· ∆ύο ἔθνη ἐν τῇ γαστρί σού ἐστι, καὶ δύο λαοὶ ἐν τῇ κοιλίᾳ σου διασταλήσονται, καὶ λαὸς λαὸν ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Ὅρα πρόῤῥησιν ἅπαντα σαφῶς αὐτῇ μηνύουσαν τὰ μέλλοντα γενέσθαι. Ἁλλόμενοι γὰρ οἱ παῖδες ἐν τῇ γαστρὶ καὶ σκιρτῶντες, ἤδη προεφώνουν ἅπαντα μετὰ ἀκριβείας. Καὶ λοιπὸν ἐμάνθανεν ἡ γυνὴ οὐχ ὅτι μόνον δύο τέξεται παῖδας, ἀλλ' ὅτι καὶ εἰς ἔθνη οὗτοι ἐκταθήσονται, καὶ ὅτι ὁ ἐλάσσων κυριεύσει τοῦ μείζονος. Καὶ ὅτε λοιπὸν ἤγγισεν ὁ καιρὸς τοῦ τόκου, ἐξῆλθε, φησὶν, ὁ πρωτότοκος πυῤῥάκης, ὡσεὶ δορὰ δασύς· καὶ μετὰ ταῦτα ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης αὐτοῦ, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰακώβ· μονονουχὶ ἤδη καὶ ἐκ