197
«Τῶν δὲ δὴ ἀποθανόντων ἐπὶ στρατείας ὃς ἂν εὐδοκιμήσας τελευτήσῃ, ἆρ' οὐ πρῶτον μὲν φήσομεν τοῦ χρυσοῦ γένους εἶναι; Πάνυ γε μάλιστα. Ἀλλ' οὐ πεισόμεθα Ἡσιόδῳ, ἐπειδάν τινες τοῦ τοιούτου γένους τελευτήσωσιν, ὡς ἄρα οἱ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι τελέθουσιν, ἐσθλοί, ἀλεξίκακοι, φύλακες μερόπων ἀνθρώπων; Πεισόμεθα μὲν οὖν. ∆ιαπυθόμενοι ἄρα τοῦ θεοῦ πῶς χρὴ τοὺς δαιμονίους τε καὶ θείους τιθέναι καὶ τίνι διαφόρῳ, οὕτω καὶ ταύτη θήσομεν ᾗ ἂν ἐξηγῆται; Τί δ' οὐ μέλλομεν; Τὸν λοιπὸν δὴ χρόνον ὡς δαίμονας γεγονότας οὕτω θεραπεύσομέν τε καὶ προσκυνήσομεν αὐτῶν τὰς θήκας; τὰ αὐτὰ δὲ ταῦτα νομιοῦμεν, ὅταν τις γήρᾳ ἤ τινι ἄλλῳ τρόπῳ τελευτήσῃ τῶν ὅσοι ἂν διαφερόντως ἐν τῷ βίῳ ἀγαθοὶ κριθῶσι.» 13.11.2 Καὶ ταῦτα δὲ ἁρμόζει ἐπὶ τῇ τῶν θεοφιλῶν τελευτῇ, οὓς στρατιώτας τῆς ἀληθοῦς εὐσεβείας οὐκ ἂν ἁμάρτοις εἰπὼν παραλαμβάνεσθαι. ὅθεν καὶ ἐπὶ τὰς θήκας αὐτῶν ἔθος ἡμῖν παριέναι καὶ τὰς εὐχὰς παρὰ ταύταις ποιεῖσθαι τιμᾶν τε τὰς μακαρίας αὐτῶν ψυχάς, ὡς εὐλόγως καὶ τούτων ὑφ' 13.11.3 ἡμῶν γιγνομένων. ἀλλὰ γὰρ ἡμεῖς μὲν ταῦτα ἐκ τῶν Πλάτωνος ἀνελεξάμεθα· φιλόκαλος δέ τις ἄλλος καὶ τούτων ἔτι πλείω ἂν εὕροι παρὰ τῷ αὐτῷ σύμφωνα τοῖς ἡμετέροις δόγμασι, τάχα δὲ καὶ παρ' ἑτέροις. ἐπεὶ δὲ τῆς αὐτῆς ἡμῖν ὑποθέσεως προλαβόντες ἐφήψαντο καὶ ἄλλοι, εὖ μοι δοκεῖ ἐπισκέψασθαι δεῖν καὶ τὰ τούτοις πεπονημένα. παραθήσω δὲ πρώτου Ἀριστοβούλου, τοῦ ἐξ Ἑβραίων φιλοσόφου, τὰς οὕτως ἐχούσας φωνάς·
13.12.1 ιβʹ. ΟΠΩΣ ΚΑΙ Ο ΠΡΟ ΗΜΩΝ ΕΞ ΕΒΡΑΙΩΝ ΑΡΙΣΤΟΒΟΥΛΟΣ Ο ΠΕΡΙΠΑΤΗΤΙΚΟΣ ΕΚ ΤΗΣ ΠΑΡ' ΕΒΡΑΙΟΙΣ ΦΙΛΟΣΟΦΙΑΣ ΩΜΟΛΟΓΕΙ ΤΟΥΣ ΕΛΛΗΝΑΣ ΩΡΜΗΣΘΑΙ· ΕΚ ΤΩΝ ΑΡΙΣΤΟΒΟΥΛΟΥ ΒΑΣΙΛΕΙ ΠΤΟΛΕΜΑΙΩΙ
ΠΡΟΣΠΕΦΩΝΗΜΕΝΩΝ «Φανερὸν ὅτι κατηκολούθησεν ὁ Πλάτων τῇ καθ' ἡμᾶς νομοθεσίᾳ καὶ φανερός ἐστι περιειργασμένος ἕκαστα τῶν ἐν αὐτῇ. διηρμήνευται γὰρ πρὸ ∆ημητρίου τοῦ Φαληρέως δι' ἑτέρων, πρὸ τῆς Ἀλεξάνδρου καὶ Περσῶν ἐπικρατήσεως, τά τε κατὰ τὴν ἐξαγωγὴν τὴν ἐξ Αἰγύπτου τῶν Ἑβραίων, ἡμετέ ρων δὲ πολιτῶν, καὶ ἡ τῶν γεγονότων ἁπάντων αὐτοῖς ἐπιφάνεια καὶ κράτησις τῆς χώρας καὶ τῆς ὅλης νομοθεσίας ἐπεξήγησις, ὡς εὔδηλον εἶναι τὸν προειρημένον φιλόσοφον εἰληφέναι πολλά· γέγονε γὰρ πολυμαθής, καθὼς καὶ Πυθαγόρας πολλὰ τῶν παρ' ἡμῖν μετενέγκας εἰς τὴν ἑαυτοῦ δογματοποιίαν κατε13.12.2 χώρισεν. ἡ δ' ὅλη ἑρμηνεία τῶν διὰ τοῦ νόμου πάντων ἐπὶ τοῦ προσαγορευθέντος Φιλαδέλφου βασιλέως, σοῦ δὲ προγόνου, προσενεγκαμένου μείζονα φιλοτιμίαν, ∆ημητρίου τοῦ Φαληρέως πραγματευσαμένου τὰ περὶ τούτων.» 13.12.3 Εἶτα μεταξύ τινα εἰπὼν ἐπιφέρει λέγων· «∆εῖ γὰρ λαμβάνειν τὴν θείαν φωνὴν οὐ ῥητὸν λόγον, ἀλλ' ἔργων κατασκευάς, καθὼς καὶ διὰ τῆς νομοθεσίας ἡμῖν ὅλην τὴν γένεσιν τοῦ κόσμου θεοῦ λόγους εἴρηκεν ὁ Μωσῆς. συνεχῶς γάρ φησιν ἐφ' ἑκάστου· «καὶ εἶπεν ὁ 13.12.4 θεὸς, καὶ ἐγένετο.» δοκοῦσι δέ μοι περιειργασμένοι πάντα κατηκολουθηκέναι τούτῳ Πυθαγόρας τε καὶ Σωκράτης καὶ Πλάτων λέγοντες ἀκούειν φωνῆς θεοῦ, τὴν κατασκευὴν τῶν ὅλων συνθεωροῦντες ἀκριβῶς ὑπὸ θεοῦ γεγονυῖαν καὶ συνεχομένην ἀδιαλείπτως. ἔτι δὲ καὶ Ὀρφεὺς ἐν ποιήμασι τῶν κατὰ τὸν Ἱερὸν Λόγον αὐτῷ λεγομένων οὕτως ἐκτίθεται περὶ τοῦ διακρατεῖσθαι θείᾳ δυνάμει τὰ πάντα καὶ γενητὰ ὑπάρχειν καὶ ἐπὶ πάντων εἶναι τὸν θεόν. λέγει δ' οὕτως· 13.12.5 φθέγξομαι οἷς θέμις ἐστί, θύρας δ' ἐπίθεσθε βέβηλοι, φεύγοντες δικαίων θεσμούς, θείοιο τιθέντος πᾶσιν ὁμοῦ· σὺ δ' ἄκουε, φαεσφόρου ἔκγονε Μήνης Μουσαῖ'. ἐξενέπω γὰρ ἀληθέα· μηδέ