1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

198

σε τὰ πρὶν ἐν στήθεσσι φανέντα φίλης αἰῶνος ἀμέρσῃ, εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε, ἰθύνων κραδίης νοερὸν κύτος· εὖ δ' ἐπίβαινε ἀτραπιτοῦ, μοῦνον δ' ἐσόρα κόσμοιο τυπωτὴν ἀθάνατον. παλαιὸς δὲ λόγος περὶ τοῦδε φαείνει· Εἷς ἔστ' αὐτοτελής, αὐτοῦ δ' ὕπο πάντα τελεῖται, ἐν δ' αὐτοῖς αὐτὸς περινίσσεται, οὐδέ τις αὐτὸν εἰσοράᾳ ψυχὴν θνητῶν, νῷ δ' εἰσοράαται. αὐτὸς δ' ἐξ ἀγαθῶν θνητοῖς κακὸν οὐκ ἐπιτέλλει ἀνθρώποις· αὐτῷ δὲ χάρις καὶ μῖσος ὀπηδεῖ· καὶ πόλεμος καὶ λοιμὸς ἰδ' ἄλγεα δακρυόεντα· οὐδέ τίς ἐσθ' ἕτερος. σὺ δέ κεν ῥέα πάντ' ἐσορήσω, αἴ κεν ἴδῃς αὐτόν· πρὶν δή ποτε δεῦρ' ἐπὶ γαῖαν, τέκνον ἐμόν, δείξω σοι, ὁπηνίκα δέρκομαι αὐτοῦ ἴχνια καὶ χεῖρα στιβαρὴν κρατεροῖο θεοῖο. αὐτὸν δ' οὐχ ὁρόω· περὶ γὰρ νέφος ἐστήρικται λοιπὸν ἐμοί· 'στᾶσιν δὲ δεκάπτυχον ἀνθρώποισιν. οὐ γάρ κέν τις ἴδοι θνητῶν μερόπων κραίνοντα, εἰ μὴ μουνογενής τις ἀπορρὼξ φύλου ἄνωθεν Χαλδαίων· ἴδρις γὰρ ἔην ἄστροιο πορείης καὶ σφαίρης κίνημ' ἀμφὶ χθόνα ὡς περιτέλλει κυκλοτερές τ' ἐν ἴσῳ, κατὰ δὲ σφέτερον κνώδακα. πνεύματα δ' ἡνιοχεῖ περί τ' ἠέρα καὶ περὶ χεῦμα νάματος· ἐκφαίνει δὲ πυρὸς σέλας ἰφιγενήτου. αὐτὸς δὴ μέγαν αὖθις ἐπ' οὐρανὸν ἐστήρικται χρυσέῳ εἰνὶ θρόνῳ· γαίη δ' ὑπὸ ποσσὶ βέβηκε· χεῖρα δὲ δεξιτερὴν ἐπὶ τέρμασιν Ὠκεανοῖο ἐκτέτακεν· ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ οὐδὲ φέρειν δύναται κρατερὸν μένος. ἔστι δὲ πάντως αὐτὸς ἐπουράνιος καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ, ἀρχὴν αὐτὸς ἔχων καὶ μέσσην ἠδὲ τελευτήν, ὡς λόγος ἀρχαίων, ὡς ὑδογενὴς διέταξεν, ἐκ θεόθεν γνώμῃσι λαβὼν κατὰ δίπλακα θεσμόν. ἄλλως οὐ θεμιτὸν δὲ λέγειν· τρομέω δέ γε γυῖα, ἐν νόῳ· ἐξ ὑπάτου κραίνει περὶ πάντ' ἐνὶ τάξει. ὦ τέκνον, σὺ δὲ τοῖσι νόοισι πελάζευ, γλώσσης εὖ μάλ' ἐπικρατέων, στέρνοισι δὲ ἔνθεο φήμην. 13.12.6 καὶ Ἄρατος δὲ περὶ τῶν αὐτῶν φησιν οὕτως· Ἐκ θεοῦ ἀρχώμεσθα, τὸν οὐδέποτ' ἄνδρες ἐῶσιν ἄρρητον· μεσταὶ δὲ θεοῦ πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δ' ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα καὶ λιμένες, πάντη δὲ θεοῦ κεχρήμεθα πάντες. τοῦ γὰρ καὶ γένος ἐσμέν· ὁ δ' ἤπιος ἀνθρώποισι δεξιὰ σημαίνει, λαοὺς δ' ἐπὶ ἔργον ἐγείρει μιμνήσκων βιότοιο· λέγει δ' ὅτε βῶλος ἀρίστη βουσί τε καὶ μακέλῃσι, λέγει δ' ὅτε δεξιαὶ ὧραι καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι. 13.12.7 σαφῶς οἴομαι δεδεῖχθαι διότι διὰ πάντων ἐστὶν ἡ δύναμις τοῦ θεοῦ. καθὼς δὲ δεῖ, σεσημάγκαμεν περιαιροῦντες τὸν διὰ τῶν ποιημάτων ∆ία καὶ Ζῆνα· τὸ γὰρ τῆς διανοίας αὐτῶν ἐπὶ θεὸν ἀναπέμπεται, διόπερ οὕτως ἡμῖν εἴρηται. οὐκ ἀπεοικότως οὖν τοῖς ἐπεζητημένοις προενηνέγμεθα ταῦτα. 13.12.8 πᾶσι γὰρ τοῖς φιλοσόφοις ὁμολογεῖται διότι δεῖ περὶ θεοῦ διαλήψεις ὁσίας ἔχειν, ὃ μάλιστα παρακελεύεται καλῶς ἡ καθ' ἡμᾶς αἵρεσις. ἡ δὲ τοῦ νόμου κατασκευὴ πᾶσα τοῦ καθ' ἡμᾶς περὶ εὐσεβείας τέτακται καὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τῶν λοιπῶν ἀγαθῶν τῶν κατὰ ἀλήθειαν.» 13.12.9 Τούτοις ἑξῆς μεθ' ἕτερα ἐπιλέγει· 13.12.9 «Ἐχομένως δ' ἐστὶν ὡς ὁ θεός, ὃς τὸν ὅλον κόσμον κατεσκεύακε, καὶ δέδωκεν ἀνάπαυσιν ἡμῖν, διὰ τὸ κακόπαθον εἶναι πᾶσι τὴν βιοτήν, ἑβδόμην ἡμέραν, ἣ δὴ καὶ πρώτη φυσικῶς ἂν λέγοιτο φωτὸς γένεσις, ἐν ᾧ τὰ 13.12.10 πάντα συνθεωρεῖται. μεταφέροιτο δ' ἂν τὸ αὐτὸ καὶ ἐπὶ τῆς σοφίας· τὸ γὰρ πᾶν φῶς ἐστιν ἐξ αὐτῆς. καί τινες εἰρήκασι τῶν ἐκ τῆς αἱρέσεως ὄντες τῆς ἐκ τοῦ Περιπάτου λαμπτῆρος αὐτὴν ἔχειν τάξιν· ἀκολουθοῦντες γὰρ 13.12.11 αὐτῇ συνεχῶς ἀτάραχοι καταστήσονται δι' ὅλου τοῦ βίου. σαφέστερον δὲ καὶ κάλλιον τῶν ἡμετέρων προγόνων τις εἶπε Σολομῶν αὐτὴν πρὸ οὐρανοῦ καὶ γῆς ὑπάρχειν· τὸ δὴ σύμφωνόν ἐστι τῷ προειρημένῳ. τὸ δὲ διασαφού μενον διὰ τῆς νομοθεσίας ἀποπεπαυκέναι τὸν θεὸν ἐν αὐτῇ, τοῦτο οὐχ, ὥς τινες ὑπολαμβάνουσι, μηκέτι ποιεῖν τι τὸν θεὸν καθέστηκεν, ἀλλ' ἐπὶ τῷ κατα13.12.12 πεπαυκέναι τὴν τάξιν αὐτῶν οὕτως εἰς πάντα τὸν χρόνον τεταχέναι. σημαίνει γὰρ ὡς ἐν ἓξ ἡμέραις ἐποίησε τόν τε οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα