199
τὰ ἐν αὐτοῖς, ἵνα τοὺς χρόνους δηλώσῃ καὶ τὴν τάξιν προείπῃ τί τίνος προτερεῖ. τάξας γάρ, οὕτως αὐτὰ συνέχει καὶ μεταποιεῖ. διασεσάφηκε δ' ἡμῖν αὐτὴν ἔννομον ἕνεκεν σημείου τοῦ περὶ ἡμᾶς ἑβδόμου λόγου καθεστῶτος, ἐν 13.12.13 ᾧ γνῶσιν ἔχομεν ἀνθρωπίνων καὶ θείων πραγμάτων. δι' ἑβδομάδων δὲ καὶ πᾶς ὁ κόσμος κυκλεῖται τῶν ζῳογονουμένων καὶ τῶν φυομένων ἁπάντων· τῷ δὲ σάββατον αὐτὴν προσαγορεύεσθαι διερμηνεύεται ἀνάπαυσις οὖσα. διασαφεῖ δὲ καὶ Ὅμηρος καὶ Ἡσίοδος, μετειληφότες ἐκ τῶν ἡμετέρων βιβλίων ἱερὰν εἶναι. Ἡσίοδος μὲν οὕτως· πρῶτον ἕνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ· καὶ πάλιν λέγει· ἑβδομάτη δ' αὖτις λαμπρὸν φάος ἠελίοιο. 13.12.14 Ὅμηρος δὲ οὕτω λέγει· ἑβδομάτη δἤπειτα κατήλυθεν, ἱερὸν ἦμαρ· καὶ πάλιν· ἕβδομον ἦμαρ ἔην καὶ τῷ τετέλεστο ἅπαντα καί· ἑβδομάτῃ δ' ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος. 13.12.15 τοῦτο δὴ σημαίνων, ὡς ἀπὸ τῆς κατὰ ψυχὴν λήθης καὶ κακίας ἐν τῷ κατὰ ἀλήθειαν ἑβδόμῳ λόγῳ καταλιμπάνεται τὰ προειρημένα καὶ γνῶσιν 13.12.16 ἀληθείας λαμβάνομεν, καθὼς προείρηται. Λίνος δέ φησιν οὕτως· ἑβδομάτῃ δ' ἠοῖ τετελεσμένα πάντα τέτυκται· καὶ πάλιν· ἑβδόμη εἰν ἀγαθοῖς καὶ ἑβδόμη ἐστὶ γενέθλη καί· ἑβδόμη ἐν πρώτοισι καὶ ἑβδόμη ἐστὶ τελείη καί· ἑπτὰ δὲ πάντα τέτυκται ἐν οὐρανῷ ἀστερόεντι, ἐν κύκλοισι φανέντ' ἐπιτελλομένοις ἐνιαυτοῖς.» Τὰ μὲν οὖν Ἀριστοβούλου τοιαῦτα. ὁποῖα δὲ καὶ Κλήμεντι περὶ τῆς αὐτῆς εἴρηται ὑποθέσεως, γνοίης ἂν διὰ τούτων·
13.13.1 ιγʹ. ΩΣ ΚΑΙ ΚΛΗΜΗΣ ΟΜΟΙΩΣ ΤΑ ΚΑΛΩΣ ΕΛΛΗΣΙΝ ΕΙΡΗΜΕΝΑ ΣΥΜΦΩΝΑ ΤΥΓΧΑΝΕΙΝ ΤΟΙΣ ΕΒΡΑΙΩΝ ΠΑΡΙΣΤΗ ∆ΟΓΜΑΣΙΝ· ΑΠΟ ΤΟΥ Ε
ΣΤΡΩΜΑΤΕΩΣ ΚΛΗΜΕΝΤΟΣ
«Τὰ δ' ἑξῆς προσαποδοτέον καὶ τὴν ἐκ τῆς βαρβάρου φιλοσοφίας Ἑλληνικὴν κλοπὴν σαφέστερον ἤδη παραστατέον. φασὶ γὰρ σῶμα εἶναι τὸν θεὸν οἱ Στωϊκοὶ καὶ πνεῦμα κατ' οὐσίαν, ὥσπερ ἀμέλει καὶ τὴν ψυχήν. πάντα ταῦτα ἄντικρυς εὑρήσεις ἐν ταῖς γραφαῖς. μὴ γάρ μοι τὰς ἀλληγορίας αὐτῶν ἐννοήσῃς τὰ νῦν ὡς ἡ γνωστικὴ παραδίδωσιν ἀλήθεια, εἰ ἄλλο τι δεικνύουσαι, καθάπερ οἱ σοφοὶ παλαισταί, ἄλλο μηνύουσιν. ἀλλ' οἱ μὲν διήκειν διὰ πάσης τῆς οὐσίας τὸν θεόν φασιν, ἡμεῖς δὲ ποιητὴν μόνον αὐτὸν καλοῦμεν καὶ λόγῳ 13.13.2 ποιητήν. παρήγαγε δ' αὐτοὺς τὸ ἐν τῇ Σοφίᾳ εἰρημένον «διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα», ἐπεὶ μὴ συνῆκαν λέγεσθαι ταῦτα ἐπὶ τῆς σοφίας τῆς πρωτοκτίστου τῷ θεῷ. ναί, φασίν· ἀλλὰ ὕλην ὑποτίθενται οἱ φιλόσοφοι ἐν ταῖς ἀρχαῖς, οἵ τε Στωϊκοὶ καὶ Πλάτων καὶ Πυθαγόρας, 13.13.3 ἀλλὰ καὶ Ἀριστοτέλης ὁ Περιπατητικός, οὐχὶ δὲ μίαν ἀρχήν. ἴστωσαν οὖν τὴν καλουμένην ὕλην, ἄποιον καὶ ἀσχημάτιστον λεγομένην πρὸς αὐτῶν, τολμηρότερον δὲ ἤδη μὴ ὂν πρὸς τοῦ Πλάτωνος εἰρῆσθαι· καὶ μή τι μυστικώτατα, μίαν τὴν ὄντως οὖσαν ἀρχὴν εἰδώς, ἐν τῷ Τιμαίῳ αὐταῖς φησι λέξεσι· «Νῦν δὴ οὖν τό γε παρ' ἡμῶν ὧδε ἐχέτω· τὴν μὲν περὶ ἁπάντων εἴτε ἀρχὴν εἴτε ἀρχὰς εἴτε ὅπη δοκεῖ τούτων πέρι, τὸ νῦν οὐ ῥητέον, δι' ἄλλο μὲν οὐδέν, διὰ δὲ τὸ χαλεπὸν εἶναι κατὰ τὸν παρόντα τρόπον τῆς διεξόδου δηλῶσαι τὰ δοκοῦντα.» 13.13.4 Ἄλλως τε ἡ λέξις ἡ προφητικὴ ἐκείνη· «Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος» ἀφορμὰς αὐτοῖς ὑλικῆς οὐσίας παρέσχηται. ναὶ μὴν Ἐπικούρῳ μὲν ἡ τοῦ αὐτομάτου παρείσδυσις οὐ παρακολουθήσαντι τῷ ῥητῷ γέγονεν ἐντεῦθεν· «Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.» Ἀριστοτέλει δὲ μέχρι σελήνης ἐπῆλθε καταγαγεῖν τὴν πρόνοιαν ἐκ τοῦδε τοῦ ψαλμοῦ· «Κύριε ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν.» οὐδέπω γὰρ ἀπεκαλύπτετο ἡ τῶν προφητικῶν δήλωσις μυστηρίων πρὸ τῆς τοῦ κυρίου 13.13.5 παρουσίας. τάς τε αὖ