199
αὐτοῦ τὴν πονηρὰν ἐπιθυμίαν καὶ πᾶσαν ἐξαίρων ἀπολογίαν. ∆ιὸ καὶ ἔλεγεν, Ἄφες αὐτήν· εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. Πάλιν τὸν προδότην ἀνέμνησεν, ἐνταφιασμὸν εἰπών. Ἀλλ' οὐ καθικνεῖτο αὐτοῦ ὁ ἔλεγχος, οὐδὲ ἐμάλασσε τὸ ῥῆμα, καίτοι ἱκανὸν ἦν αὐτὸν εἰς οἶκτον ἐμβαλεῖν· ὥσπερ ἂν εἰ ἔλεγεν, Ἐπαχθής εἰμι καὶ φορτικὸς, ἀλλὰ ἀνάμεινον μικρὸν καὶ ἀπελεύσομαι. Καὶ γὰρ καὶ τοῦτο κατεσκεύαζεν ἐν τῷ λέγειν, Ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Ἀλλ' οὐδὲν τούτων τὸν θηριώδη καὶ μαινόμενον ἐκεῖνον ἀπέκαμψε· καίτοι πολλῷ πλείονα καὶ εἶπε καὶ ἐποίησε, καὶ τοὺς πόδας αὐτοῦ ἔνιψε κατ' αὐτὴν τὴν νύκτα, καὶ τραπέζης αὐτῷ μετέδωκεν. Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων, ὅτι εἰς Βηθανίαν ἐστὶν ὁ Ἰησοῦς, καὶ ἦλθον, οὐ δι' αὐτὸν μόνον, ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν. Καὶ ἐνταῦθα τὸ θαῦμα θεασάμενοι ἐπίστευον οἱ πολλοί. Οἱ δὲ ἄρχοντες οὐκ ἠρκοῦντο μόνον τοῖς οἰκείοις κακοῖς, ἀλλὰ καὶ τὸν Λάζαρον ἀνελεῖν ἐπεχείρουν. Ἐβουλεύσαντο γὰρ οἱ ἀρχιερεῖς, ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων, καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Ἔστω, τὸν Χριστὸν 63.820 ἀνελεῖν ἠβούλοντο, ὅτι τὸ σάββατον ἔλυεν, ὅτι ἴσον ἑαυτὸν ἐποίει τῷ Πατρὶ, καὶ διὰ τοὺς Ῥωμαίους, ὥς φασιν, ἵνα μὴ ἄρωσιν αὐτῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος· τῷ Λαζάρῳ τί ἔχοντες ἐγκαλεῖν ἐπεχείρουν αὐτὸν ἀνελεῖν, εἰ μὴ ἄρα τὸ καλῶς παθεῖν ἔγκλημα; Ὁρᾷς πῶς αὐτῶν φονικὴ ἦν ἡ προαίρεσις; Καίτοι πολλὰ σημεῖα εἰργάσατο, ἀλλ' οὐδὲν αὐτοὺς οὕτως ἐξεθηρίωσεν, οὐχ ὁ παράλυτος οὐχ ὁ τυφλός. Τοῦτο γὰρ καὶ τῇ φύσει θαυμαστότερον ἦν, καὶ μετὰ πολλὰ ἐγεγόνει, καὶ ἦν παράδοξον, νεκρὸν τετραήμερον ἰδεῖν περιπατοῦντα καὶ φθεγγόμενον. Ὢ ἀνοίας τῶν δῆθεν ἀρχιερέων! καὶ γὰρ τῆς ἑορτῆς αὐτῶν ἦν κατόρθωμα φόνοις ἀναμιγνύναι τὴν πανήγυριν. Ἄλλως δὲ, ἐκεῖ μὲν ἐδόκουν ἐγκαλεῖν τὸ σάββατον, καὶ ταύτῃ τῇ πλάνῃ ἀπάγειν τοὺς ὄχλους· ἐνταῦθα δὲ, ἐπειδὴ μηδὲν εἶχον ψεύσασθαι, κατὰ τοῦ τεθεραπευμένου ποιοῦνται τὴν ἐπιχείρησιν. Ἐνταῦθα γὰρ οὐδὲ ὅτι Ἐναντιοῦται τῷ Πατρὶ, εἶχον εἰπεῖν· ἡ γὰρ εὐχὴ αὐτοὺς ἐπεστόμιζεν. Ἐπεὶ οὖν καὶ ὃ ἀεὶ ἐνεκάλουν ἀνῄρητο, καὶ τὸ σημεῖον λαμπρὸν ἦν, ἐπὶ τὸν φόνον ὁρμῶσιν. Ὥστε καὶ ἐπὶ τοῦ τυφλοῦ τοῦτο ἂν ἐποίησαν, εἰ μὴ εἶχον ἐγκαλεῖν τὸ σάββατον. Ἄλλως δὲ, ἐκεῖνος ἄσημος ἦν, καὶ ἐξέβαλον αὐτὸν ἐκ τοῦ ἱεροῦ· οὗτος δὲ ἐπισημότερος· καὶ δῆλον ἐκ τοῦ πολλοὺς ἐλθεῖν εἰς παραμυθίαν τῶν ἀδελφῶν· καὶ πάντων ὁρώντων τὸ θαῦμα ἐγένετο, καὶ μετὰ πολλῆς τῆς παραδοξοποιίας· διὰ τοῦτο πάντες ἔτρεχον ὀψόμενοι. Τοῦτο οὖν αὐτοὺς ἔδακνε, τὸ τῆς ἑορτῆς ἐνεστώσης πάντας ἀφέντας ἐπὶ τὴν Βηθανίαν ἔρχεσθαι. Ἐπεχείρησαν οὖν αὐτὸν ἀνελεῖν, καὶ οὐδὲ φαῦλον ἐδόκουν τολμᾷν· οὕτως ἦσαν φονικοί. ∆ιὰ τοῦτο δὲ ἀρχόμενος ὁ νόμος ἀπὸ τούτου ἄρχεται, Οὐ φονεύσεις, λέγων. Καὶ ὁ προφήτης τοῦτο ἐγκαλεῖ λέγων· Αἱ χεῖρες αὐτῶν αἵματος πλήρεις. Τῇ ἐπαύριον ὄχλος πολὺς ἐλθὼν εἰς τὴν ἑορτὴν ἀκούσαντες ὅτι Ἰησοῦς ἔρχεται εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς ἀπάντησιν αὐτοῦ, καὶ ἔκραζον· Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Πῶς οὖν παῤῥησίᾳ μὴ περιπατῶν ἐν τῇ Ἰουδαίᾳ, καὶ εἰς τὴν ἔρημον ἀναχωρῶν, πάλιν εἰσέρχεται μετὰ παῤῥησίας; Σβέσας τὸν θυμὸν αὐτῶν τῇ ἀναχωρήσει, πεπαυμένοις αὐτοῖς ἐφίσταται· ἄλλως δὲ, τὸ πλῆθος τὸ προάγον καὶ τὸ ἑπόμενον ἱκανὸν ἦν εἰς ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν. Οὐδὲν γὰρ οὕτως ἐπεσπάσατο αὐτοὺς σημεῖον, ὡς τὸ τοῦ Λαζάρου. Καὶ ἄλλος δὲ εὐαγγελιστής φησιν, ὅτι Ὑπέστρωσαν τοῖς ποσὶν αὐτοῦ τὰ ἱμάτια, καὶ ὅτι Πᾶσα ἡ πόλις ἐσείσθη· μετὰ τοσαύτης εἰσῄει τιμῆς. Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον, ἐκάθισεν ἐπ' αὐτῷ, καθώς ἐστι γεγραμμένον, Μὴ φοβοῦ, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου. Ἐποίει δὲ τοῦτο, προφητείαν τὴν μὲν πληρῶν, τὴν δὲ τυπῶν· καὶ τὸ αὐτὸ τῆς μὲν ἐγίνετο ἀρχὴ, τῆς δὲ τέλος. Τὸ μὲν γὰρ, Μὴ φοβοῦ, θύγατερ Σιὼν, χαῖρε ὅτι ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, προφητεία πεπληρωμένη ἦν· τὸ δὲ ἐπὶ ὄνον