200
μετὰ θάνατον κολάσεις καὶ τὴν διὰ πυρὸς τιμωρίαν ἀπὸ τῆς βαρβάρου φιλοσοφίας ἥ τε ποιητικὴ πᾶσα μοῦσα, ἀλλὰ καὶ ἡ Ἑλληνικὴ φιλοσοφία ὑφείλετο. Πλάτων γοῦν ἐν τῷ τελευταίῳ τῆς Πολιτείας αὐταῖς φησι ταῖς λέξεσιν· «Ἐνταῦθα δὴ ἄνδρες ἄγριοι, διάπυροι ἰδεῖν παρεστῶτες, καταμανθάνοντες τὸ φθέγμα τοὺς μὲν ἰδίᾳ παραλαβόντες ἦγον, τὸν δὲ Ἀριδαῖον καὶ τοὺς ἄλλους συμποδίσαντες χεῖράς τε καὶ πόδας καὶ κεφαλὴν καταβαλόντες καὶ ἐκδείραντες εἷλκον παρὰ τὴν ὁδὸν ἐκτὸς ἐπ' ἀσπαλάθων κνάμπτοντες.» Οἱ μὲν γὰρ ἄνδρες οἱ διάπυροι ἀγγέλους αὐτῷ βούλονται δηλοῦν, οἳ παραλαβόντες τοὺς ἀδίκους κολάζουσιν. «Ὁ ποιῶν,» φησί, «τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.» 13.13.6 Ἕπεται δὲ τούτοις τὴν ψυχὴν εἶναι ἀθάνατον. τὸ γὰρ κολαζόμενον ἢ παιδευόμενον ἐν αἰσθήσει ὂν ζῇ, κἂν πάσχειν λέγηται. τί δέ; οὐχὶ οἶδεν ὁ Πλάτων καὶ πυρὸς ποταμοὺς καὶ τῆς γῆς τὸ βάθος, τὴν πρὸς τῶν βαρβάρων γέενναν καλουμένην, Τάρταρον ποιητικῶς ὀνομάζων Κωκυτόν τε καὶ Ἀχέροντα καὶ Πυριφλεγέθοντα καὶ τοιαῦτά τινα εἰς τὴν παίδευσιν σωφρονίζοντα παρεισάγων κολαστήρια; τῶν σμικρῶν δὲ κατὰ τὴν γραφὴν καὶ ἐλαχίστων τοὺς ἀγγέλους τοὺς ὁρῶντας τὸν θεόν, πρὸς δὲ καὶ τὴν εἰς ἡμᾶς δι' ἀγγέλων τῶν ἐφεστώτων ἥκουσαν ἐπισκοπὴν ἐμφαίνων οὐκ ὀκνεῖ γράφειν· «Ἐπειδὴ πάσας τὰς ψυχὰς τοὺς βίους ᾑρῆσθαι, ὥσπερ ἔλαχον, ἐν τάξει προϊέναι πρὸς τὴν Λάχεσιν, ἐκείνην δὲ ἑκάστῳ, ὃν εἵλετο δαίμονα τοῦτον φύλακα τοῦ βίου συμπέμπειν καὶ ἀποπληρωτὴν τῶν αἱρεθέντων.» Τάχα δὲ καὶ τῷ Σωκράτει τὸ δαιμόνιον τοιοῦτό τι ᾐνίσσετο. 13.13.7 Ναὶ μὴν γενητὸν εἶναι τὸν κόσμον ἐκ Μωσέως παραλαβόντες ἐδογμάτισαν οἱ φιλόσοφοι. καὶ ὅ γε Πλάτων ἄντικρυς εἴρηκε· «Πότερον ἦν ἀρχὴν ἔχων γενέσεως οὐδεμίαν, ἢ γέγονεν, ἀπ' ἀρχῆς τινος ἀρξάμενος; ὁρατός τε γὰρ ἁπτός τε καὶ σῶμα ἔχει.» Αὖθίς τε ὁπόταν εἴπῃ· «Τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον,» οὐ μόνον γενητὸν ἔδειξε τὸν κόσμον, ἀλλὰ καὶ ἐξ αὐτοῦ γεγονέναι σημαίνει, ὡς ἂν ἐκ μόνου γενομένου καὶ ἐκ μὴ ὄντος ὑποστάν13.13.8 τος. γενητὸν δὲ καὶ οἱ Στωϊκοὶ τίθενται τὸν κόσμον. τόν τε ὑπὸ τῆς βαρβάρου φιλοσοφίας θρυλούμενον διάβολον, τὸν τῶν δαιμόνων ἄρχοντα, κακοεργὸν εἶναι ψυχὴν ἐν τῷ δεκάτῳ τῶν Νόμων ὁ Πλάτων λέγει ταῖσδε ταῖς λέξεσι· «Ψυχὴν διοικοῦσαν καὶ ἐνοικοῦσαν τοῖς πάντη κινουμένοις μῶν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι; Τί μήν; Μίαν, ἢ πλείους; ἐγὼ ὑπὲρ σφῷν ἀποκρινοῦμαι. δυοῖν μέν που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάζεσθαι.» 13.13.9 Ὁμοίως δὲ κἀν τῷ Φαίδρῳ τάδε γράφει· «Ἔστι μὲν δὴ καὶ ἄλλα κακά, ἀλλά τις δαίμων ἔμιξε τοῖς πλείστοις ἐν τῷ παραυτίκα ἡδονήν.» Ἀλλὰ κἀν τῷ δεκάτῳ τῶν Νόμων ἄντικρυς τὸ ἀποστολικὸν δείκνυσιν ἐκεῖνο· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῶν ἐν οὐρανοῖς»· ὧδέ πως γράφων· 13.13.10 «Ἐπειδὴ γὰρ συνεχωρήσαμεν ἡμῖν αὐτοῖς εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἶναι δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή· μάχη, φαμέν, ἀθάνατός ἐσθ' ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη.» 13.13.11 Κόσμον τε αὖθις τὸν μὲν νοητὸν οἶδεν ἡ βάρβαρος φιλοσοφία, τὸν δὲ αἰσθητόν· καὶ τὸν μὲν ἀρχέτυπον, τὸν δὲ εἰκόνα τοῦ καλοῦ παραδείγματος. καὶ τὸν μὲν ἀνατίθησι μονάδι, ὡς ἂν νοητόν, τὸν δὲ αἰσθητὸν ἑξάδι· γάμος γὰρ παρὰ τοῖς Πυθαγορείοις, ὡς ἂν γόνιμος ἀριθμός, ἡ ἑξὰς καλεῖται. καὶ ἐν μὲν τῇ μονάδι συνίστησιν οὐρανὸν ἀόρατον καὶ γῆν ἁγίαν καὶ φῶς νοητόν. «Ἐν ἀρχῇ γάρ,» φησίν, «ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν 13.13.12 ἀόρατος.» εἶτ' ἐπιφέρει· «Καὶ εἶπεν ὁ θεός· Γενέσθω φῶς, καὶ ἐγένετο φῶς.» ἐν δὲ τῇ κοσμογονίᾳ τῇ αἰσθητῇ στερεὸν οὐρανὸν ἐδημιούργει τὸ δὲ στερεὸν αἰσθητόν γῆν τε ὁρατὴν καὶ φῶς βλεπόμενον. ἆρ' οὐ δοκεῖ σοι ἐντεῦθεν ὁ