201
Πλάτων ζῴων ἰδέας ἐν τῷ νοητῷ ἀπολείπειν κόσμῳ καὶ τὰ εἴδη τὰ 13.13.13 αἰσθητὰ κατὰ τὰ γένη δημιουργεῖν τὰ νοητά; εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει Μωσῆς, ὃ γήϊνόν φησιν ὁ Πλάτων σκῆνος, ψυχὴν δὲ τὴν λογικὴν ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ θεοῦ εἰς πρόσωπον. ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρῦσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπεισόδιον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου εἴσοδον ἑρμηνεύοντες, διὸ καὶ «κατ' εἰκόνα 13.13.14 καὶ καθ' ὁμοίωσιν» τὸν ἄνθρωπον γεγονέναι. εἰκὼν μὲν γὰρ θεοῦ λόγος ὁ θεῖος καὶ βασιλικός, ἄνθρωπος ἀπαθής, εἰκὼν δ' εἰκόνος ἀνθρώπινος νοῦς. ἑτέρῳ δ' εἰ βούλει παραλαβεῖν ὀνόματι τὴν ἐξομοίωσιν, εὕροις ἂν παρὰ τῷ Μωσεῖ ἀκολουθίαν ὀνομαζομένην θείαν. φησὶ γάρ· «Ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξατε.» ἀκόλουθοι δ', οἶμαι, καὶ θεραπευταὶ θεοῦ πάντες οἱ ἐνάρετοι. 13.13.15 Ἐντεῦθεν δ' οἱ μὲν Στωϊκοὶ τὸ τέλος τῆς φιλοσοφίας τὸ ἀκολούθως τῇ φύσει ζῆν εἰρήκασιν, ὁ Πλάτων δὲ ὁμοίωσιν θεῷ, ὡς ἐν τῷ δευτέρῳ παρεστήσαμεν Στρωματεῖ, Ζήνων τε ὁ Στωϊκὸς παρὰ Πλάτωνος λαβών, ὁ δὲ ἀπὸ τῆς βαρβάρου φιλοσοφίας, τοὺς ἀγαθοὺς πάντας ἀλλήλων εἶναι φίλους λέγει. φησὶ γὰρ ἐν τῷ Φαίδρῳ Σωκράτης ὡς «οὐχ εἵμαρται κακὸν κακῷ φίλον εἶναι 13.13.16 οὐδ' ἀγαθὸν ἀγαθῷ μὴ φίλον.» ὅπερ κἀν τῷ Λύσιδι ἀπέδειξεν ἱκανῶς, ὡς ἐν ἀδικίᾳ καὶ πονηρίᾳ οὐκ ἄν ποτε σωθείη φιλία. καὶ ὁ Ἀθηναῖος ξένος ὁμοίως φησὶ «πρᾶξιν εἶναι φίλην καὶ ἀκόλουθον θεῷ καὶ ἕνα λόγον ἔχουσαν ἀρχαῖον, ὅταν τὸ μὲν ὅμοιον τῷ ὁμοίῳ μετρίῳ ὄντι φίλον ᾖ, τὰ δὲ ἄμετρα οὔτε τοῖς ἀμέτροις οὔτε τοῖς ἐμμέτροις· ὁ δὲ θεὸς ἡμῖν πάντων χρημάτων μέτρον ἂν εἴη.» 13.13.17 Εἶτα ὑποβὰς ἐπάγει πάλιν· «Πᾶς γὰρ δὴ ἀγαθὸς ἀγαθῷ ὅμοιος, κατὰ τοῦτο δὲ καὶ θεῷ ἐοικὼς ἀγαθῷ τε παντὶ φίλος ὑπάρχει καὶ θεῷ.» ἐνταῦθα γενόμενος κἀκείνου ἀνεμνήσθην· ἐπὶ τέλει γὰρ τοῦ Τιμαίου λέγει· «Τῷ κατανοουμένῳ τὸ κατανοοῦν ἐξομοιῶσαι δεῖν κατὰ τὴν ἀρχαίαν φύσιν, ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος ἀνθρώποις ὑπὸ θεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον.»« 13.13.18 Καὶ μετὰ βραχέα ἐπιλέγει· «Ἀδελφοὺς δὲ εἶναι ἡμᾶς, ὡς ἂν τοῦ ἑνὸς θεοῦ ὄντας καὶ ἑνὸς διδασκάλου, φαίνεταί που καὶ Πλάτων καλῶν ὧδέ πως· «Ἐστὲ μὲν γὰρ πάντες οἱ ἐν τῇ πόλει ἀδελφοί, ὡς φήσομεν πρὸς αὐτοὺς μυθολογοῦντες. ἀλλ' ὁ θεὸς πλάττων, ὅσοι μὲν ὑμῶν ἱκανοὶ ἄρχειν, χρυσὸν ἐν τῇ γενέσει συνέμιξεν αὐτοῖς, διὸ τιμιώτατοί εἰσιν· ὅσοι δὲ ἐπίκουροι, ἄργυρον· σίδηρον δὲ καὶ χαλκὸν τοῖς γεωργοῖς καὶ τοῖς ἄλλοις δημιουργοῖς.» 13.13.19 Ὅθεν ἀνάγκῃ φησὶ γεγονέναι «ἀσπάζεσθαί τε καὶ φιλεῖν τούτους μὲν ταῦτα ἐφ' οἷς γνῶσις, ἐκείνους δὲ ἐφ' οἷς δόξα.» ἴσως γὰρ τὴν ἐκλεκτὴν ταύτην φύσιν γνώσεως ἐφιεμένην μαντεύεται, εἰ μή τι τρεῖς τινας ὑποτιθέμενος φύσεις, τρεῖς πολιτείας, ὡς ὑπέλαβόν τινες, διαγράφει, καὶ Ἰουδαίων μὲν ἀργυρᾶν, Ἑλλήνων δὲ τὴν τρίτην, Χριστιανῶν δέ, οἷς ὁ χρυσὸς ὁ βασιλικὸς 13.13.20 ἐγκαταμέμικται, τὸ ἅγιον πνεῦμα. τόν τε Χριστιανῶν βίον ἐμφαίνων κατὰ λέξιν γράφει ἐν τῷ Θεαιτήτῳ· «Λέγωμεν δὴ περὶ τῶν κορυφαίων· τί γὰρ ἄν τις τούς γε φαύλως διατρίβοντας ἐν φιλοσοφίᾳ λέγοι; οὗτοι δέ που οὔτε εἰς ἀγορὰν ἴσασι τὴν ὁδὸν οὔτε ὅπου δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον, νόμους δὲ καὶ ψηφίσματα γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσι. σπουδαὶ δὲ ἑταιριῶν καὶ σύνοδοι ἢ σὺν αὐλητρίσι κῶμοι, οὐδὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς. εὖ δὲ ἢ κακῶς τίς γέγονεν ἐν πόλει, ἢ τί τῳ κακόν ἐστι γεγονὸς ἐκ προγόνων, μᾶλλον αὐτοὺς λέληθεν ἢ οἱ τῆς θαλάσσης λεγόμενοι χόες. καὶ ταῦτα οὔθ' ὅτι οὐκ οἶδεν οἶδεν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, αὐτὸς δὲ πέταται κατὰ Πίνδαρον, τὰ γᾶς ὑπένερθεν οὐρανοῦ τε ὕπερ ἀστρονομῶν καὶ πᾶσαν πάντη φύσιν ἐρευνώμενος.» 13.13.21 Πάλιν αὖ τῷ τοῦ κυρίου ῥητῷ τῷ «Ἔστω ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ