201
Ἡ πασῶν τῶν ἑορτῶν ἐπεδήμησεν ἑορτὴ, καὶ τὴν οἰκουμένην εὐφροσύνης ἐπλήρωσεν· ἑορτὴ ἡ τῶν καλῶν ἁπάντων ἀκρόπολις, ἡ πηγὴ καὶ ῥίζα τῶν παρ' ἡμῖν ἀγαθῶν, δι' ἧς ὁ οὐρανὸς ἀνεῴχθη, πνεῦμα κατεπέμφθη, τὸ μεσότοιχον ἀνῃρέθη, ὁ φραγμὸς ἐλύθη, τὰ διεστῶτα ἡνώθη, τὸ σκότος ἐσβέσθη, τὸ φῶς ἔλαμψεν, οὐρανὸς ἐδέξατο τὴν φύσιν τὴν ἀπὸ γῆς, γῆ τὸν ἐπὶ τῶν Χερουβὶμ καθήμενον· οἱ δοῦλοι γεγόνασιν ἐλεύθεροι, οἱ ἐχθροὶ υἱοὶ, οἱ ἀλλότριοι κληρονόμοι. ∆ι' αὐτῆς ἡ χρονία ἔχθρα κατελύθη καὶ ὁ μακρὸς πόλεμος, καὶ ἡ πάλαι ποθουμένη καὶ ἀγγέλοις καὶ δικαίοις παραγέγονεν εἰρήνη. Καὶ βοᾷ Παῦλος λέγων· Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. ∆ι' αὐτῆς τὸ τρόπαιον ἔστη τοῦ σταυροῦ τὸ λαμπρὸν καὶ περιφανὲς, τὰ λάφυρα τοῦ Χριστοῦ, τὰ ἀκροθίνια τῆς φύσεως τῆς ἡμετέρας, τὰ σκῦλα τοῦ βασιλέως ἡμῶν. Τί ποτ' οὖν τῆς ἑορτῆς ταύτης ἴσον γένοιτ' ἄν; Θεὸς ἐπὶ γῆς, ἄνθρωπος ἐν οὐρανῷ, ἄγγελοι συγχορεύουσιν ἀνθρώποις, ἄνθρωποι τοῖς ἀγγέλοις κοινωνοῦσι καὶ ταῖς ἄλλαις ταῖς ἄνω δυνάμεσι· δαίμονες δραπετεύουσι, θάνατος λέλυται, παράδεισος ἀνέῳκται, κατάρα ἠφάνισται, ἁμαρτία ἐκποδὼν ἐγεγόνει, πλάνη ἀπελήλαται, ἀλήθεια ἐπανῆλθε· καὶ ἡ φύσις, 63.822 δι' ἣν ἐφύλαττε τὸν παράδεισον τὰ Χερουβὶμ, τῷ Θεῷ ἥνωται σήμερον. Μὴ οὖν ἀπορίᾳ συνέχου ταῦτα ἀκούων· τὸ γὰρ ἐκπλήξεως γέμον, καὶ ὑπὲρ ἐλπίδα καὶ προσδοκίαν ἅπασαν, ἄνθρωπον γενέσθαι Θεόν· τούτου δὲ γενομένου, τὰ μετὰ ταῦτα ἅπαντα κατὰ λόγον καὶ ἀκολουθίαν ἕπεται. Οὐδὲ γὰρ εἰκῆ καὶ μάτην τοσοῦτον ἑαυτὸν ἐταπείνωσεν, εἰ μὴ ἔμελλεν ἡμᾶς ἀνυψοῦν. Ἐγεννήθη τοίνυν κατὰ σάρκα, ἵνα γεννηθῇς κατὰ πνεῦμα· ἐγεννήθη ἐκ γυναικὸς, ἵνα παύσῃ γυναικὸς ὢν υἱός· ἠνέσχετο πατέρα αὐτοῦ γενέσθαι δοῦλον, ἵνα σοὶ τῷ δούλῳ πατέρα ποιήσῃ τὸν ∆εσπότην. Οὐκοῦν ἀγαλλιασώμεθα καὶ σκιρτήσωμεν ἅπαντες, ἐν τοῖς ἡμετέροις ἀγαθοῖς εὐφραινόμενοι. Εἰ γὰρ ὁ πατριάρχης Ἀβραὰμ ἠγαλλιάσατο ἰδεῖν τὴν ἡμέραν Κυρίου, καὶ εἶδε, καὶ ἐχάρη· πολλῷ μᾶλλον ἡμᾶς Θεὸν ἐν σπαργάνοις ὁρῶντας, τὸ φρικτὸν ἐκεῖνο καὶ παράδοξον θέαμα, χαίρειν καὶ ἀγάλλεσθαι χρὴ καὶ θαυμάζειν καὶ ἐκπλήττεσθαι τῆς τοσαύτης αὐτοῦ εὐεργεσίας τὸ μέγεθος. Ἀλλὰ πῶς τοῦτο γέγονε τὸ θαυμαστὸν καὶ μέγα; πῶς ἡμεῖς οἱ προσκεκρουκότες, οἱ τῆς γῆς ἀνάξιοι φανέντες, καὶ τῆς ἀρχῆς τῆς κάτωθεν ἐκπεσόντες, πρὸς τοσοῦτον ὕψος ἀνήχθημεν; πῶς ὁ πόλεμος κατελύθη; πῶς ἡ ὀργὴ ἀνῃρέθη; Πῶς; τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν καὶ ἐκπλήξεως γέμον, ὅτι οὐχ ἡμῶν τῶν προσκεκρουκότων προσδραμόντων, οὐ τῶν ἐχθρῶν καὶ πολεμίων καταβληθέν 63.823 των, ἀλλ' αὐτοῦ τοῦ δικαίως ἀγανακτοῦντος παρακαλέσαντος ἡμᾶς, οὕτως εἰρήνη γέγονεν. Ὑπὲρ Χριστοῦ γὰρ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Τί τοῦτο; αὐτὸς ὕβρισται, καὶ αὐτὸς παρακαλεῖ; Ναὶ, φησίν· ἀγαθὸς γάρ ἐστι, καὶ διὰ τοῦτο παρακαλεῖ· καὶ, εἰ βούλεσθε, ἀνωτέρω τὸν λόγον ἀγαγόντες πειρασόμεθα δεῖξαι, ὅτι καὶ μηδενὸς προϋπηργμένου τῷ ἀνθρώπῳ κατορθώματος, δι' ἀγαθότητα μόνην καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα αὐτῷ ἐδωρήσατο. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας. Πρὶν τοὺς ἀγγέλους γενέσθαι καὶ τὰς ἄλλας δυνάμεις τὰς ἐν τοῖς οὐρανοῖς, ἦν ὁ Θεὸς, ἀρχὴν οὐδέποτε τοῦ εἶναι λαβὼν, ἀνενδεὴς δὲ ὢν ἀεί· τοιοῦτον γὰρ τὸ Θεῖον. Ἐποίησεν ἀγγέλους, ἀρχαγγέλους, καὶ ἄλλας τῶν ἀσωμάτων οὐσίας· ἐποίησε δὲ δι' ἕτερον μὲν οὐδὲν, δι' ἀγαθότητα δὲ μόνην· ὧν γὰρ τῆς θεραπείας οὐκ ἔχρῃζε, τούτων οὐδὲ ἂν δημιουργὸς ἐγένετο, μὴ σφόδρα ὢν ἀγαθός. Μετὰ δὲ τὴν τούτων δημιουργίαν ποιεῖ καὶ τὸν ἄνθρωπον, διὰ τὴν αὐτὴν ταύτην πάλιν αἰτίαν, καὶ τὸν κόσμον ἅπαντα τοῦτον· καὶ μυρίων αὐτὸν ἐμπλήσας ἀγαθῶν, τὸν μικρὸν ἐκεῖνον καὶ εὐτελῆ τοῖς τοσούτοις ἔργοις ἐπέστησε, τοῦτο αὐτὸν ἀποφήνας ἐπὶ τῆς γῆς, ὅπερ ἐστὶν αὐτὸς ἐν τοῖς οὐρανοῖς. Ποιήσας δὲ αὐτὸν, καὶ ἐν τοσαύτῃ καταστήσας τιμῇ, καθάπερ βασίλεια βασιλεῖ, τὸ κάλλιστον τῶν ἐπὶ τῆς γῆς ἀπέταξε τὸν παράδεισον. Οὐ τούτῳ δὲ μόνον αὐτὸν ἀπεσέμνυνεν, ἀλλὰ καὶ λόγον