202
οὒ οὔ» ἐκεῖνο ἀπεικαστέον· «Ἀλλά μοι ψεῦδός τε συγχωρῆσαι καὶ ἀλήθειαν ἀφανίσαι οὐδαμῶς θέμις.» τῇ τε περὶ τοῦ ὀμόσαι ἀπαγορεύσει συνᾴδει ἥδε ἡ ἐν τῷ δεκάτῳ τῶν Νόμων λέξις· «Ἔπαινός τε ὅρκος τε περὶ παντὸς ἀπέστω.» καὶ τὸ σύνολον Πυθαγόρας καὶ Σωκράτης καὶ Πλάτων λέγοντες ἀκούειν φωνῆς θεοῦ, τὴν κατασκευὴν τῶν ὅλων θεωροῦντες ἀκριβῶς ὑπὸ θεοῦ γεγονυῖαν καὶ συνεχομένην ἀδιαλείπτως, ἀκηκόασι τοῦ Μωσέως λέγοντος· «Εἶπε καὶ 13.13.22 ἐγένετο,» τὸν λόγον τοῦ θεοῦ ἔργον εἶναι διαγράφοντος. ἐπί τε τῆς τοῦ ἀνθρώπου ἐκ χοὸς διαπλάσεως ἱστάμενοι γήϊνον μὲν οἱ φιλόσοφοι παρ' ἕκαστα τὸ σῶμα ἀναγορεύουσιν, Ὅμηρος δὲ οὐκ ὀκνεῖ ἐν κατάρας μέρει τίθεσθαι τὸ ἀλλ' ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε, 13.13.23 καθάπερ Ἡσαΐας «καὶ καταπατήσατε αὐτοὺς» λέγων «ὡς πηλόν.» Καλλίμαχος δὲ διαρρήδην γράφει· ἦν κεῖνος οὑνιαυτός, ᾧ ποτε πτηνὸν καὶ τοὐν θαλάσσῃ καὶ τὸ τετράπουν οὕτως ἐφθέγγεθ' ὡς ὁ πηλὸς ὁ Προμηθέως. πάλιν τε ὁ αὐτός· «Εἴ σε», ἔφη, «Προμηθεὺς ἔπλασε καὶ πηλοῦ μὴ ἐξ ἑτέρου γέγονας.» Ἡσίοδός τε ἐπὶ τῆς Πανδώρας λέγει Ἥφαιστον δὲ κέλευσε περικλυτὸν ὅττι τάχιστα γαῖαν ὕδει φύρειν, ἐν δ' ἀνθρώπου θέμεν αὐδὴν καὶ νόον. 13.13.24 πῦρ μὲν οὖν τεχνικόν, ὁδῷ βαδίζον εἰς γένεσιν, τὴν φύσιν ὁρίζονται οἱ Στωϊκοί· πῦρ δὲ καὶ φῶς ἀλληγορεῖται ὁ θεὸς καὶ ὁ λόγος αὐτοῦ πρὸς τῆς γραφῆς. τί δ', οὐχὶ καὶ Ὅμηρος παραφράζων τὸν χωρισμὸν τοῦ ὕδατος ἀπὸ τῆς γῆς καὶ τὴν ἀποκάλυψιν τὴν ἐμφανῆ τῆς ξηρᾶς ἐπὶ τῆς Τηθύος καὶ τοῦ Ὠκεανοῦ λέγει· ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος; 13.13.25 πάλιν τὸ δυνατὸν ἐν πᾶσι προσάπτουσι καὶ οἱ παρ' Ἕλλησι λογιώτατοι 13.13.25 τῷ θεῷ· ὁ μὲν Ἐπίχαρμος, Πυθαγόρειος δὲ ἦν, λέγων· οὐδὲν ἐκφεύγει τὸ θεῖον, τοῦτο γινώσκειν σε δεῖ· αὐτός ἐσθ' ἁμῶν ἐπόπτης, ἀδυνατεῖ δ' οὐδὲν θεός. ὁ μελοποιὸς δέ· θεῷ δυνατὸν ἐκ μελαίνας νυκτὸς ἀμίαντον ὄρσαι φάος, κελαινεφεῖ δὲ σκότει καλύψαι καθαρὸν ἁμέρας σέλας. ὁ μόνος ἡμέρας ἐνεστώσης νύκτα ποιῆσαι δυνάμενος, φησί, θεὸς οὗτός ἐστιν. 13.13.26 ἔν τε τοῖς Φαινομένοις ἐπιγραφομένοις ὁ Ἄρατος· Ἐκ ∆ιὸς ἀρχώμεθα εἰπών· τὸν οὐδέποτ' ἄνδρες ἐῶμεν ἄρρητον· μεσταὶ δὲ ∆ιὸς πᾶσαι μὲν ἀγυιαί. πᾶσαι δ' ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα καὶ λιμένες, πάντη δὲ ∆ιὸς κεχρήμεθα πάντες ἐπιφέρει· τοῦ γὰρ καὶ γένος ἐσμέν, οἷον δημιουργίᾳ, ... ὁ δ' ἤπιος ἀνθρώποισι δεξιὰ σημαίνει· αὐτὸς γὰρ τά γε σήματ' ἐν οὐρανῷ ἐστήριξεν, ἄστρα διακρίνας· ἐσκέψατο δ' εἰς ἐνιαυτὸν ἀστέρας, οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν ἀνδράσιν ὡράων, ὄφρ' ἔμπεδα πάντα φύηται· καί μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται. χαῖρε, πάτερ, μέγα θαῦμα, μέγ' ἀνθρώποισιν ὄνειαρ. καὶ πρὸ τούτου δὲ Ὅμηρος ἐπὶ τῆς Ἡφαιστοτεύκτου ἀσπίδος κοσμοποιῶν κατὰ Μωσέα ἐν μὲν γαῖαν ἔτευξ', ἐν δ' οὐρανόν, ἐν δὲ θάλασσαν, φησίν, ἐν δὲ τὰ τείρεα πάντα, τά τ' οὐρανὸς ἐστεφάνωται. ὁ γὰρ διὰ τῶν ποιημάτων καὶ καταλογάδην συγγραμμάτων ᾀδόμενος Ζεὺς τὴν ἔννοιαν ἐπὶ τὸν θεὸν ἀναφέρει. 13.13.27 Ἤδη δέ, ὡς εἰπεῖν, ὑπ' αὐγὰς ὁ ∆ημόκριτος εἶναί τινας ὀλίγους γράφει τῶν ἀνθρώπων, «οἳ δὴ ἀνατείναντες τὰς χεῖρας ἐνταῦθα, οὗ νῦν ἠέρα καλέομεν οἱ Ἕλληνες-πάντα Ζεὺς μυθεῖται καὶ πάντα οὗτος οἶδε καὶ διδοῖ καὶ ἀφαιρεῖται, καὶ βασιλεὺς οὗτος τῶν πάντων.» μυστικώτερον δὲ ὁ μὲν Βοιώτιος Πίνδαρος, ἅτε Πυθαγόρειος ὤν, ἓν ἀνδρῶν, ἓν θεῶν γένος, ἐκ μιᾶς δὲ ματρὸς πνέομεν ἄμφω, τῆς ὕλης, παραδίδωσι καὶ ἕνα τὸν τούτων δημιουργόν, τὸν «ἀριστοτέχναν πατέρα» λέγει, τὸν καὶ τὰς προκοπὰς κατ' ἀξίαν εἰς θειότητα παρεσχημένον. 13.13.28 σιωπῶ γὰρ Πλάτωνα, ἃ ἄντικρυς οὗτος ἐν τῇ πρὸς Ἐραστὸν καὶ Κορίσκον ἐπιστολῇ φαίνεται πατέρα καὶ υἱὸν οὐκ οἶδ' ὅπως ἐκ τῶν Ἑβραϊκῶν γραφῶν ἐμφαίνων, παρακελευόμενος κατὰ λέξιν «ἐπομνύντας σπουδῇ τε ἅμα μὴ ἀμούσῳ καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδείᾳ τὸν πάντων θεὸν αἴτιον καὶ τοῦ ἡγεμόνος καὶ αἰτίου