204
οὐρανὸν ἄγει, τουτέστι τὴν ὀγδόην κίνησίν τε καὶ ἡμέραν· τεταρταίους δὲ τὰς ψυχὰς ἀπιέναι λέγει, δηλῶν τὴν διὰ τῶν τεσσάρων στοιχείων πορείαν. 13.13.34 Ἀλλὰ καὶ τὴν ἑβδόμην ἱερὰν οὐ μόνον οἱ Ἑβραῖοι, ἀλλὰ καὶ οἱ Ἕλληνεςἴσασι, καθ' ἣν ὁ πᾶς κόσμος κυκλεῖται τῶν ζῳογονουμένων καὶ φυομένων ἁπάντων. Ἡσίοδος μὲν οὖν οὕτω περὶ αὐτῆς λέγει· πρῶτον ἕνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ· καὶ πάλιν· ἑβδομάτη δ' αὖθις λαμπρὸν φάος ἠελίοιο. Ὅμηρος δέ· ἑβδομάτη δἤπειτα κατήλυθεν ἱερὸν ἦμαρ καί· ἑβδόμη ἦν ἱερή· καὶ πάλιν· ἕβδομον ἦμαρ ἔην καὶ τῷ τετέλεστο ἅπαντα· καὶ αὖθις· ἑβδομάτῃ δ' ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος. ναὶ μὴν καὶ Καλλίμαχος ὁ ποιητὴς γράφει· ἑβδομάτῃ δ' ἠοῖ καί οἱ ἐτέτυκτο ἅπαντα· καὶ πάλιν· ἑβδόμη εἰν ἀγαθοῖς καὶ ἑβδόμη ἐστὶ γενέθλη καί· ἑβδόμη ἐν πρώτοισι καὶ ἑβδόμη ἐστὶ τελεία καί· ἑπτὰ δὲ πάντα τέτυκτο ἐν οὐρανῷ ἀστερόεντι, ἐν κύκλοισι φανέντ' ἐπιτελλομένοις ἐνιαυτοῖς. 13.13.35 Ἀλλὰ καὶ αἱ Σόλωνος ἐλεγεῖαι σφόδρα τὴν ἑβδομάδα ἐκθειάζουσι. Τί δέ; οὐχὶ παραπλήσια τῇ λεγούσῃ γραφῇ· «Ἄρωμεν ἀφ' ἡμῶν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν» ὁ Πλάτων μονονουχὶ προφητεύων τὴν σωτήριον οἰκονομίαν ἐν τῷ δευτέρῳ τῆς Πολιτείας οὕτω φησίν· «Οὕτω δὲ διακείμενος ὁ δίκαιος μαστιγώσεται, δεδήσεται, ἐκκοπήσεται τὼ ὀφθαλμώ, τελευτῶν πάντα κακὰ παθὼν ἀνασκινδυλευθήσεται.» Ὅ τε Σωκρατικὸς Ἀντισθένης παραφράζων τὴν προφητικὴν ἐκείνην γραφήν· «Τίνι με ὡμοιώσατε; λέγει κύριος» «θεὸν οὐδενὶ ἐοικέναι φησί, διόπερ αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται.» τὰ δὲ ὅμοια καὶ Ξενοφῶν ὁ Ἀθηναῖος κατὰ λέξιν λέγει· «Ὁ γοῦν πάντα σείων καὶ ἀτρεμίζων ὡς μὲν μέγας τις καὶ δυνατὸς φανερός, ὁποῖος δ' ἐστὶ μορφὴν ἀφανής. οὐδὲ μὴν ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος, οὐδ' οὗτος ἔοικεν ὁρᾶν αὑτὸν ἐπιτρέπειν, ἀλλ' ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται.» τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ ὀφθαλμοῖσιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ; ἀλλ' οὐδ' ἀκτίνων κατ' ἐναντίον ἠελίοιο ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες προεῖπεν ἡ Σίβυλλα. 13.13.36 εὖ γοῦν καὶ Ξενοφάνης ὁ Κολοφώνιος διδάσκων ὅτι εἷς καὶ ἀσώματος ὁ θεὸς ἐπιφέρει· εἷς θεὸς ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος, οὔ τι δέμας θνητοῖσιν ὁμοίιος, οὐδὲ νόημα· καὶ πάλιν· ἀλλ' οἱ βροτοὶ δοκοῦσι γεννᾶσθαι θεούς, τὴν σφετέρην δ' ἐσθῆτα ἔχειν φωνήν τε δέμας τε· καὶ πάλιν· ἀλλ' εἰ χεῖρας ἔχον βόες ἠὲ λέοντες ἢ γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες, ἵπποι μέν θ' ἵπποισι, βόες δέ τε βουσὶν ὅμοιοι, καί κε θεῶν ἰδέας ἔγραφον καὶ σώματ' ἐποίουν τοιαῦθ', οἷόν περ καὶ αὐτοὶ δέμας εἶχον ὅμοιον. 13.13.37 ἀκούσωμεν οὖν πάλιν Βακχυλίδου μὲν τοῦ μελοποιοῦ περὶ τοῦ θείου λέγοντος· οἱ μὲν ἀδμῆτες ἀεικελίων νούσων εἰσὶ καὶ ἀναίτιοι, οὐδὲν ἀνθρώποις εἴκελοι. Κλεάνθους τε τοῦ Στωϊκοῦ ἔν τινι ποιήματι περὶ τοῦ θεοῦ ταῦτα γεγραφότος ἄκουε· τἀγαθὸν ἐρωτᾷς με οἷόν ἐστ'; ἄκουε δή· τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβές, κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλόν, δέον, αὐστηρόν, αὐθέκαστον, ἀεὶ συμφέρον, ἄφοβον, ἄλυπον, λυσιτελές, ἀνώδυνον, ὠφέλιμον, εὐάρεστον, ἀσφαλές, φίλον, ἔντιμον, ὁμολογούμενον, εὐκλεές, ἄτυφον, ἐπιμελές, πρᾶον, σφοδρόν, χρονιζόμενον, ἄμεμπτον, ἀεὶ διαμένον. 13.13.38 ὁ δὲ αὐτὸς κατὰ τὸ σιωπώμενον τὴν τῶν πολλῶν διαβάλλων εἰδωλολατρίαν ἐπιφέρει· ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει, ὡς δὴ παρ' ἐκείνης τευξόμενός τινος καλοῦ. οὔκουν ἔτι κατὰ τὴν τῶν πολλῶν δόξαν περὶ τοῦ θείου ὑποληπτέον· οὐδὲ γὰρ λάθρᾳ δοκῶ φωτὸς κακούργου σχήματα ἐκμιμούμενον σοὶ τήνδ' ἐς εὐνὴν ὥσπερ ἄνθρωπον μολεῖν Ἀμφίων λέγει τῇ Ἀντιόπῃ. ὁ Σοφοκλῆς δὲ εὐθυρρημόνως γράφει· τὴν τοῦδε γάρ τοι Ζεὺς ἔγημε μητέρα, οὐ χρυσόμορφος οὐδ' ἐπημφιεσμένος πτίλον κύκνειον, ὡς κόρην Πλευρωνίαν ὑπημβρύωσεν, ἀλλ' ὁλοσχερὴς ἀνήρ· εἶτα ὑπελθὼν καὶ δὴ ἐπήγαγε· ταχὺς δὲ βαθμοῖς μοιχικοῖς ἐπεστάθη ὁ μοιχός· ἐφ' οἷς ἔτι φανερώτερον τὴν