1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

204

Παρθένος ὑπόνοιαν. Τοῦ γὰρ ὀφείλοντος ζηλοτυπεῖν μνηστῆρος, οὐ μόνον οὐ θριαμβεύοντος αὐτὴν, ἀλλὰ καὶ δεχομένου καὶ θεραπεύοντος μετὰ κύησιν, εὔδηλον τοῦτο πᾶσι ποιεῖ, ὡς ὅτιπερ πεισθέντος αὐτοῦ ἐκ Πνεύματος ἁγίου τὴν ἐνέργειαν εἶναι τοῦ γεγεννημένου, κατέσχε καὶ ἐξυπηρέτησεν. Ὅπερ δὲ ἐπὶ τῶν παραδόξων πραγμάτων εἴωθε λέγεσθαι, τοῦτο καὶ ἐνταῦθα δηλῶν φησιν, ὅτι Εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Ἀκούσας δὲ, ὅτι ἐκ Πνεύματος ἁγίου, μηδὲν ἕτερον περιεργάζου. οἷον, πῶς ὁ ἄπειρος ἐν μήτρᾳ ἐστί; πῶς ὁ πάντα συνέχων κυοφορεῖται ὑπὸ γυναικός; πῶς τίκτει ἡ Παρθένος, καὶ μένει παρθένος; πῶς ἔπλασε τὸ Πνεῦμα τὸ 63.826 ἅγιον τὸν ναὸν ἐκεῖνον; καὶ ὅσα τοιαῦτα. Καὶ γὰρ δύναμις Ὑψίστου ἦν ἡ ἐπισκιάσασα τῇ Παρθένῳ, καὶ Υἱὸς Θεοῦ τὸ γεννώμενον. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς δίκαιος ὢν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Τοσοῦτον γὰρ ἦν θαυμαστὸς ὁ ἀνὴρ, ὅτι οὐ μόνον οὐκ ἐκόλασεν, ἀλλ' οὐδὲ εἶπέ τινι, οὐδὲ αὐτῇ τῇ ὑποπτευομένῃ, ἀλλὰ καθ' ἑαυτὸν ἐλογίζετο, οὐχὶ ἐκβαλεῖν, ἀλλὰ ἀπολῦσαι. ∆ιὸ καὶ ὅτε εἰς ἀπορίαν τῶν τοιούτων λογισμῶν κατέστη, τότε ἐπέστη ὁ ἄγγελος λύων τὴν ἔριν τῶν λογισμῶν. Ὅτι γὰρ διηπορεῖτο, ἐξ ὧν διενοεῖτο δῆλον· Ἐβουλήθη γὰρ, φησὶν, ἀπολῦσαι αὐτὴν λάθρα· οὐκ ἂν οὔτε λάθρα, οὔτε ὅλως ἐκπέμψαι βουληθεὶς, εἰ νόθου γονῆς τὸν ὄγκον ἐπέπειστο γαστρὸς, ἀλλὰ καὶ νόμῳ καὶ τιμωρίᾳ, δίκαιος ὢν, μάλιστα ἄν. Ἀλλὰ τοῦτο μὲν οὐκ ἐπέπειστο, οὐδὲ ἐκεῖνο πάλιν, θείας ἐνεργείας εἶναι τὴν κύησιν· ὑπὲρ ἔννοιαν γὰρ ἀνθρωπίνην τὸ ἔργον ἦν. ∆ιὸ καὶ τοῖς λογισμοῖς ἐκυμαίνετο. Ὅτε οὖν ἐν τούτοις ἐκλονεῖτο τοῖς διαλογισμοῖς, τότε ἐπέστη ὁ ἄγγελος, καί φησι· Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Ἔδειξεν αὐτὸν δεδοικότα καὶ τρέμοντα μὴ προσκρούσῃ τῷ Θεῷ διὰ τοῦ εἰπεῖν, Μὴ φοβηθῇς, ἔνδον δὲ κατέχειν· τοῦτο γάρ ἐστι, τὸ παραλαβεῖν, καὶ μὴ, ὡς ἐνεθυμήθη, ἀπολῦσαι αὐτήν. Οὐ μόνον γὰρ, φησὶ, παρανόμου ἀπήλλακται μίξεως, ἀλλὰ καὶ ὑπὲρ φύσιν συνέλαβε. Τοῦτο γὰρ δηλοῖ ὅπερ ἐπήγαγε, λέγων· Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Μὴ νομίσῃς, φησὶν, ἐπειδήπερ εἶπον, ὅτι Ἐκ Πνεύματός ἐστιν ἁγίου, ἀλλότριόν σε τῆς διακονίας εἶναι τῆς κατὰ τὴν οἰκονομίαν· σοὶ δίδωμι τὸ ὄνομα ἐπιθεῖναι τῷ τικτομένῳ. Εἰ γὰρ καὶ εἰς τὴν γέννησιν οὐδὲν συντελεῖς, ἀλλ' ὅμως σὺ αὐτοῦ καλέσεις τὸ ὄνομα. Εἰ γὰρ καὶ μὴ σὸς ὁ τόκος, ἀλλὰ τὰ πατρὸς ἐπιδείξῃ περὶ αὐτὸν, καὶ ἀπὸ τῆς τοῦ ὀνόματος θέσεως οἰκείωσαι τῷ τικτομένῳ. Οὐκ εἶπε δὲ, Τέξεταί σοι υἱὸν, ἀλλὰ, Τέξεται· οὐ γὰρ αὐτῷ ἔτικτεν, ἀλλὰ τῇ οἰκουμένῃ πάσῃ· διὸ καὶ ἐπήγαγεν, Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Εἰπὼν δὲ, Τὸν λαὸν αὐτοῦ, οὐ περὶ τῶν Ἰουδαίων εἶπε μόνον, ἀλλὰ καὶ περὶ τῶν ἐθνῶν· λαὸς γὰρ αὐτοῦ πάντες οἱ δεχόμενοι τὴν παρ' αὐτοῦ γνῶσιν. καὶ ὅτι ἐν τούτῳ δείκνυται Υἱὸς Θεοῦ ὁ τικτόμενος, ἐν τῷ ἀφιέναι ἁμαρτίας· οὐδὲ γὰρ ἀφιέναι ἁμαρτίας, ἑτέρας ἐστι δυνάμεως, εἰ μὴ τῆς οὐσίας τῆς θεϊκῆς μόνης. Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός. Ἐβουλόμην ἐνταῦθα παρεῖναι Ἰουδαίους καὶ Ἕλληνας ἅπαντας, καὶ τὸ βιβλίον τοῦτο παρὰ Ἰουδαίων λαβὼν, οὕτως ἀναγνῶναι τὴν προφητείαν. Ἴστε γὰρ δήπου τοῦτο, ὅτι καὶ ἐν τοῖς δικαστηρίοις καὶ πανταχοῦ τότε μάλιστα ἀνύποπτος ἡ μαρτυρία γίνεται, ὅταν παρὰ τῶν ἐχθρῶν αὕτη φέρηται. Οὐ γὰρ δήπου πεπλάσθαι παρ' ἡμῶν αὐτὰ δυνήσονται λέγειν, οὐχ ἡμῶν, ἀλλὰ τῶν τὸν Χριστὸν σταυρωσάντων τὰ βιβλία παρεχομένων ἡμῖν τὰ περὶ τῆς αὐτοῦ οἰκονομίας διαλεγόμενα. Ἀλλ' εἴ τε πάρεισιν, εἴτε μὴ πάρεισιν οὗτοι, ἡμεῖς τὸ ἡμέτερον ποιήσομεν, 63.827 καὶ τῆς ἑρμηνείας ἁψόμεθα. Ἀλλ', εἰ δοκεῖ, μικρὸν ἄνωθεν τὴν προφητείαν ἀναλαβώμεθα, ἵν' εὐσύνοπτα ὑμῖν τὰ εἰρημένα γένηται. Καὶ προσέθετο