205
ἀκρασίαν τοῦ μυθοποιουμένου ∆ιὸς ὧδέ πως ἐκδιηγεῖται· ὁ δ' οὔτε δαιτὸς οὔτε χέρνιβος θιγὼν πρὸς λέκτρον ᾔει καρδίαν ὠδαγμένος, ὅλην δ' ἐκείνην εὐφρόνην ἐθόρνυτο. 13.13.39 ταυτὶ μὲν οὖν παρείσθω ταῖς τῶν θεάτρων ἀνοίαις. ἄντικρυς δὲ ὁ μὲν Ἡράκλειτος· «Τοῦ λόγου τοῦ δέοντος αἰεί», φησίν, «ἀξύνετοι γίγνονται ἄνθρωποι, καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον». ὁ μελοποιὸς δὲ Μελανιππίδης ᾄδων φησί· κλῦθί μοι, ὦ πάτερ, θαῦμα βροτῶν, τᾶς ἀειζώου ψυχᾶς μεδέων. Παρμενίδης τε «ὁ μέγας,» ὥς φησιν ἐν Σοφιστῇ Πλάτων, ὧδέ πως περὶ τοῦ θείου γράφει· πολλὰ μάλ' ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστι, μοῦνον, μουνογενὲς δὲ καὶ ἀτρεμὲς ἠδ' ἀγένητον. ἀλλὰ καὶ ὁ Ἡσίοδος· αὐτὸς γὰρ πάντων φησί βασιλεὺς καὶ κοίρανός ἐστιν ἀθανάτων, σέο δ' οὔ τις ἐρήρισται κράτος ἄλλος. 13.13.40 Ναὶ μὴν καὶ ἡ τραγῳδία ἀπὸ τῶν εἰδώλων ἀποσπῶσα εἰς τὸν οὐρανὸν ἀναβλέπειν διδάσκει. ὁ μὲν γὰρ Σοφοκλῆς, ὥς φησιν Ἑκαταῖος ὁ τὰς ἱστορίας συνταξάμενος ἐν τῷ κατὰ Ἅβραμον καὶ τοὺς Αἰγυπτίους, ἄντικρυς ἐπὶ τῆς σκηνῆς ἐκβοᾷ· εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστιν θεός, ὃς οὐρανόν τ' ἔτευξε καὶ γαῖαν μακρὴν πόντου τε χαροπὸν οἶδμα καὶ ἀνέμων βίας. θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι ἱδρυσάμεσθα πημάτων παραψυχὴν θεῶν ἀγάλματ' ἐκ λίθων ἢ χαλκέων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους. θυσίας τε τούτοις καὶ κακὰς πανηγύρεις στέφοντες, οὕτως εὐσεβεῖν νομίζομεν. 13.13.41 Εὐριπίδης δὲ ἐπὶ τῆς αὐτῆς σκηνῆς τραγῳδῶν· σὲ τὸν αὐτοφυῆ, τὸν ἐν αἰθερίῳ καὶ γῆν πέριξ ἔχονθ' ὑγραῖς ἐν ἀγκάλαις; τοῦτον νόμιζε Ζῆνα, τόνδ' ἡγοῦ θεόν. ἔν τε τῷ Πειρίθῳ δράματι ὁ αὐτὸς καὶ τάδε τραγῳδεῖ· σὲ τὸν αὐτοφυῆ, τὸν ἐν αἰθερίῳ ῥόμβῳ πάντων φύσιν ἐμπλέξανθ', ὃν πέρι μὲν φῶς, πέρι δ' ὀρφναία νὺξ αἰολόχρως, ἄκριτός τε ἄστρων ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει. ἐνταῦθα γὰρ τὸν μὲν αὐτοφυῆ τὸν δημιουργὸν νοῦν εἴρηκε, τὰ δ' ἑξῆς ἐπὶ τοῦ κόσμου τάσσεται, ἐν ᾧ καὶ αἱ ἐναντιότητες φωτός τε καὶ σκότους. ὅ τε Εὐφορίωνος Αἰσχύλος ἐπὶ τοῦ θεοῦ σεμνῶς σφόδρα φησί· Ζεύς ἐστιν αἰθήρ, Ζεὺς δὲ γῆ, Ζεὺς δ' οὐρανός, Ζεύς τοι τὰ πάντα χὤτι τῶνδ' ὑπέρτερον. 13.13.42 οἶδα ἐγὼ καὶ Πλάτωνα προσμαρτυροῦντα Ἡρακλείτῳ γράφοντι· «Ἓν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει καὶ ἐθέλει Ζηνὸς ὄνομα.» καὶ πάλιν· «Νόμος καὶ βουλῇ πείθεσθαι ἑνός.» κἂν τὸ ῥητὸν ἐκεῖνο ἀναγαγεῖν ἐθέλῃς· «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω», εὕροις ἂν ὧδε ἐμφαινόμενον πρὸς τοῦ Ἐφεσίου· «Ἀξύνετοι ἀκούσαντες κωφοῖσιν ἐοίκασι· φάτις αὐτοῖσι μαρτυρεῖ παρεόντας ἀπεῖναι». ἀλλ' ἄντικρυς μίαν ἀρχὴν καὶ παρ' Ἑλλήνων ἀκοῦσαι ποθεῖς; Τίμαιος ὁ Λοκρὸς ἐν τῷ φυσικῷ συγγράμματι κατὰ λέξιν ὧδέ μοι μαρτυρήσει· «Μία ἀρχὰ πάντων ἐστὶν ἀγένητος· εἰ γὰρ ἐγένετο, οὐκ ἂν ἦν ἔτι ἀρχά, ἀλλ' ἐκείνα ἐξ ἇς ἁ ἀρχὰ ἐγένετο.» ἐρρύη γὰρ ἐκεῖθεν ἡ δόξα ἡ ἀληθινή· «Ἄκουε φησίν, Ἰσραήλ, κύριος ὁ θεός σου εἷς ἐστι καὶ αὐτῷ μόνῳ λατρεύσεις.» οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει, ὥς φησιν ἡ Σίβυλλα. 13.13.43 Ξενοκράτης τε ὁ Καλχηδόνιος «τὸν μὲν ὕπατον ∆ία, τὸν δὲ νέατον» καλῶν, ἔμφασιν πατρὸς ἀπολείπει καὶ υἱοῦ. καὶ τὸ παραδοξότατον, γινώσκειν φαίνεται τὸ θεῖον ὁ ἀνθρωποπαθεῖς εἰσάγων τοὺς θεούς· ὃν οὐδ' οὕτως αἰδεῖται Ἐπίκουρος. φησὶ γοῦν· τίπτε με, Πηλέος υἱέ, ποσὶν ταχέεσσι διώκεις, αὐτὸς θνητὸς ἐών, θεὸν ἄμβροτον; οὐδέ νύ πώ με ἔγνως ὡς θεός εἰμι. οὐχ ἁλωτὸν γὰρ εἶναι θνητῷ οὐδὲ καταληπτὸν τὸ θεῖον οὔτε ποσὶν οὔτε χερσὶν οὔτε ὀφθαλμοῖς οὐδ' ὅλως τῷ σώματι δεδήλωκε. «Τίνι ὡμοιώσατε κύριον; ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν,» φησὶν ἡ γραφή, «μὴ εἰκόνα ἐποίησε τέκτων ἢ χρυσοχόος, χωνεύσας χρυσίον, περιεχρύσωσεν αὐτόν;» καὶ τὰ ἐπὶ 13.13.44 τούτοις. ὅ τε κωμικὸς Ἐπίχαρμος σαφῶς περὶ τοῦ λόγου ἐν τῇ Πολιτείᾳ λέγει ὧδέ πως· ὁ βίος ἀνθρώποις λογισμοῦ κἀριθμοῦ δεῖται πάνυ· ζῶμεν δ' ἐν ἀριθμῷ καὶ λογισμῷ· ταῦτα γὰρ σῴζει βροτούς. εἶτα διαρρήδην