1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

205

Κύριος λαλῆσαι, φησὶ, τῷ Ἄχαζ λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον. Καὶ εἶπεν Ἠσαΐας· Ἀκούσατε δὴ, οἶκος Ἰσραὴλ, μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; ∆ιὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Ἐπειδὴ γὰρ ὁ μὲν προφήτης εἶπεν, Αἴτησαι σεαυτῷ σημεῖον, ἐκεῖνος δὲ τὸ σφόδρα πιστὸν ὑποκρινόμενος ἔλεγεν, Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω τὸν Κύριον, ὅρα πῶς μετὰ πολλῆς τῆς σφοδρότητος ἐπάγει τὴν τομὴν ὁ προφήτης, εἰκότως μετὰ τὴν ἀπόδειξιν τῆς ὑποκρίσεως βαρυτέραν ποιούμενος τὴν κατηγορίαν. ∆ιὰ δὴ τοῦτο ἐκεῖνον μὲν οὐδὲ ἀποκρίσεως ἀξιοῖ· πρὸς δὲ τὸν δῆμον ἀποστρέφεται λέγων· Ἀκούσατε, οἶκος ∆αυῒδ, μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Ἀσαφὲς τὸ εἰρημένον· διὸ δεῖ τὴν ῥῆσιν ἀναπτύξαι μετὰ ἀκριβείας. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι· Μὴ γὰρ ἐμά ἐστι τὰ ῥήματα; μὴ γὰρ ἐμὴ ἡ ἀπόφασις; Εἰ δὲ ἀνθρώποις ἀπιστεῖν ἁπλῶς καὶ ἄνευ λόγου, βαρὺ καὶ ἐγκλημάτων ἄξιον, πολλῷ μᾶλλον Θεῷ. Τὸ οὖν ἀγῶνα παρέχειν οὐδὲν ἕτερόν ἐστιν, ἢ ἀπιστεῖν. Τοῦτο οὖν, φησὶ, μικρόν ἐστιν ἔγκλημα; μὴ ἡ τυχοῦσα κατηγορία τὸ ἀνθρώποις ἀπιστεῖν; Εἰ δὲ τοῦτο βαρὺ, πολλῷ μᾶλλον τῷ Θεῷ. Καὶ τοῦτο δὲ ἔλεγεν, ἵνα μάθωσι πάντες, ὅτι ἀνεξαπάτητος ἔμεινεν ὁ προφήτης, οὐκ ἀπὸ τῶν ῥημάτων παραλογιζόμενος τῶν εἰρημένων, ἀλλὰ ἀπὸ τῶν ἐν τῇ διανοίᾳ τοῦ Ἄχαζ φέρων τὴν ψῆφον. Ἐπειδὴ γὰρ μετὰ πολλῆς τῆς ἐπιεικείας διελέχθη αὐτῷ καὶ τῶν δεινῶν ἀπήλλαξε καὶ θαῤῥεῖν ἐκέλευσεν ὑπὲρ τῶν παρόντων, καὶ τεκμήρια τούτου παρέσχε τὸ τὴν βουλὴν ἐξαγγεῖλαι τῶν ἐπιστρατευσάντων, καὶ τὴν προδοσίαν ἐλέγξαι, καὶ τὴν ἄλωσιν τοῦ Ἰσραὴλ προειπεῖν τὴν παντελῆ καὶ ὁλόκληρον, καὶ τὸν χρόνον προσθεῖναι, οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ καὶ περαιτέρω πρόεισι, καὶ οὐκ ἀναμένει σημεῖον αὐτὸν αἰτῆσαι, ἀλλὰ καὶ μὴ βουλόμενον δι' ὑπερβολὴν ἀπιστίας προτρέπεται· καὶ οὐδὲ ἁπλῶς, ἀλλὰ καὶ κύριον τῆς αἱρέσεως ποιεῖ· οὐδὲ γὰρ τὸ καὶ τὸ σημεῖον, ἀλλ', Ὅπου βούλει, φησί. Πλούσιος ὁ ∆εσπότης, παναλκὴς ἡ δύναμις, ἄφατος ἡ ἐξουσία· ἂν ἐκ τῶν οὐρανῶν βουληθῇς, οὐδὲν τὸ κωλύον· ἂν ἐκ τῆς γῆς, οὐδὲν τὸ ἐμποδίζον. Τοῦτο γάρ ἐστι τὸ, Εἰς βάθος, ἢ εἰς ὕψος. Ἐπειδὴ δὲ οὐδὲ οὕτως αὐτὸν ἐπεσπάσατο, οὐδὲ ἐνταῦθα ἐσίγησεν, ἀλλ' ἔλεγχον ἐπαγαγὼν, καὶ τοῦτον ὑπὲρ διορθώσεως τοῦ ἀκούοντος, καὶ τοῦ δεῖξαι ὡς οὐκ ἠπάτησεν, οὐδὲ παρελογίσατο, ἀνακαλύπτει προφητείαν ἀπόῤῥητον, τὴν ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης ἐσομένην, ἐπὶ διορθώσει τῶν πραγμάτων ἁπάντων· καί φησι, τὸ σημεῖον οὐχὶ τῷ Ἄχαζ δίδοσθαι λοιπὸν, ἀλλὰ τῷ κοινῷ τῶν Ἰουδαίων δήμῳ. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν πρὸς αὐτὸν τὸν λόγον ἀπέτεινεν, ἐπειδὴ δὲ ἀνάξιον ἑαυτὸν ἐκεῖνος ἀπέφηνε, τῷ κοινῷ τοῦ λαοῦ διαλέγεται. ∆ιὰ τοῦτο γὰρ, φησὶ, δώσει, οὐχὶ σοὶ, ἀλλ' ὑμῖν σημεῖον. Ὑμῖν· τίσι; Τοῖς ἐν τῷ οἴκῳ ∆αυΐδ· καὶ γὰρ ἐκεῖθεν ἐβλάστησε τὸ σημεῖον. Τί οὖν τὸ σημεῖόν ἐστιν; Ἰδοὺ, ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Παρατηρητέον, ὅπερ καὶ ἔμπροσθεν εἶπον, ὅτι οὐ τῷ Ἄχαζ δίδοται 63.828 λοιπὸν τὸ σημεῖον. Καὶ ὅτι οὐ στοχασμὸς, αὐτὸς ὁ προφήτης καὶ ἐνεκάλεσε καὶ κατηγόρησε λέγων· Μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ προσέθηκε· ∆ιὰ τοῦτο δώσει Κύριος ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. Εἰ δὲ λέγοιεν οἱ Ἰουδαῖοι, ὅτι Οὐκ εἶπε παρθένον ὁ προφήτης, ἀλλὰ νεᾶνιν, καὶ οὕτω τὰ νικητήρια παρ' ἡμῖν. Καὶ γὰρ καὶ τὸ τῆς νεάνιδος ὄνομα ἐπὶ τῆς παρθενίας εἴωθεν ἡ Γραφὴ τιθέναι, ὡς ἐν τοῖς Ψαλμοῖς ἀναγέγραπται· Νεανίσκοι γὰρ, φησὶ, καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. Καὶ περὶ κόρης δὲ ἐπιβουλευομένης λέγει Μωϋσῆς· Ἐβόησεν ἡ νεᾶνις, τουτέστιν, ἡ παρθένος. Ὥστε εἰ μὴ παρθένος ἦν, οὐδὲ σημεῖον ἦν, τὸ γὰρ σημεῖον ἐκβαίνειν δεῖ τὴν κοινὴν ἀκολουθίαν, καὶ τὴν τῆς φύσεως ὑπερβαίνειν συνήθειαν, καὶ ξένον εἶναι καὶ