206
ἐπιφέρει· ὁ λόγος ἀνθρώπους κυβερνᾷ, κατὰ τρόπον σῴζει· εἰ ἔστιν ἀνθρώπων λογισμός, ἔστι καὶ θεῖος λόγος. ἀνθρώπῳ πέφυκε περὶ βίου καταστροφάς. ὁ δέ γε τὰς τέχνας ἅπασι συνέπεται θεῖος λόγος, ἐκδιδάσκων αὐτὸς αὐτούς, ὅ τι ποιεῖν δεῖ συμφέρον. οὐ γὰρ ἄνθρωπος τέχναν τιν' εὗρεν, ὁ δὲ θεὸς ταύταν φέρει. ὁ δέ γε τἀνθρώπου λόγος πέφυκεν ἀπὸ γε τοῦ λόγου θείου λόγος. 13.13.45 ναὶ μὴν διὰ τοῦ Ἡσαΐου τοῦ πνεύματος κεκραγότος· «Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων οὐ βούλομαι» καὶ μετ' ὀλίγα ἐπαγαγόντος· «Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν» καὶ τὰ ἐπὶ τούτοις, Μένανδρος ὁ κωμικὸς αὐταῖς γράφει ταῖς λέξεσιν· εἴ τις δὲ θυσίαν προσφέρων, ὦ Πάμφιλε, ταύρων τι πλῆθος ἢ ἐρίφων ἢ νὴ ∆ία ἑτέρων τοιούτων, ἢ κατασκευάσματα, χρυσᾶς ποιήσας χλαμύδας ἤτοι πορφυρᾶς ἢ δι' ἐλέφαντος ἢ σμαράγδου ζῴδια, εὔνουν νομίζει τὸν θεὸν καθεστάναι, πεπλάνηται ἐκεῖνος καὶ φρένας κούφας ἔχει. δεῖ γὰρ τὸν ἄνδρα χρήσιμον πεφυκέναι, μὴ παρθένους φθείροντα καὶ μοιχώμενον, κλέπτοντα καὶ σφάττοντα χρημάτων χάριν. μηδὲ βελόνης ἔναμμ' ἐπιθυμῇςης, Πάμφιλε· ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών. 13.13.46 «Θεὸς ἐγγίζων ἐγώ εἰμι καὶ οὐχὶ θεὸς πόρρωθεν. ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις, καὶ οὐκ ὄψομαι αὐτόν;» διὰ Ἱερεμίου φησί. καὶ πάλιν ὁ Μένανδρος παραφράζων τὴν γραφὴν ἐκείνην· «Θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον» ὧδέ πως γράφει· μηδὲ βελόνης, ὦ φίλτατε, ἐπιθυμήσῃς ἀλλοτρίας ποτέ. ὁ γὰρ θεὸς δικαίοις ἔργοις ἥδεται καὶ οὐκ ἀδίκοις. πονοῦντα δὲ ἐᾷ τὸν ἴδιον ὑψῶσαι βίον, τὴν γῆν ἀροῦντα νύκτα καὶ τὴν ἡμέραν. θεῷ δὲ θῦε διὰ τέλους δίκαιος ὢν καὶ λαμπρὸς ὢν ταῖς χλαμύσιν ὡς τῇ καρδίᾳ. βροντῆς ἐὰν ἀκούσῃς, μὴ φύγῃς, μηδὲν συνειδὼς αὐτὸς αὑτῷ, δέσποτα. ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών. 13.13.47 «Ἔτι σοῦ λαλοῦντος,» φησὶν ἡ γραφή, «ἐρῶ· Ἰδοὺ πάρειμι.» ∆ίφιλος πάλιν ὁ κωμικὸς τοιαῦτά τινα περὶ τῆς κρίσεως διαλέγεται· οἴει σὺ τοὺς θανόντας, ὦ Νικήρατε, τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ πεφευγέναι τὸ θεῖον ὡς λεληθότας; ἔστιν ∆ίκης ὀφθαλμός, ὃς τὰ πάνθ' ὁρᾷ· καὶ γὰρ καθ' Ἅιδην δύο τρίβους νομίζομεν, μίαν δικαίων, ἑτέραν δὲ ἀσεβῶν εἶναι ὅρον. καὶ εἰ τοὺς δύο καλύψει ἡ γῆ, φασί, τῷ παντὶ χρόνῳ, ἀπελθὼν κλέπτ', ἀποστέρει, κύκα· μηδὲν πλανηθῇς, ἔστι καὶ ἐν Ἅιδου κρίσις, ἥνπερ ποιήσει θεὸς ὁ πάντων δεσπότης, οὗ τὸ ὄνομα φοβερόν ἐστιν οὐδ' ἂν ὀνομάσαιμι ἐγώ. ὃς τοῖς ἁμαρτάνουσι πρὸς μῆκος βίον δίδωσιν. εἴ τις δὲ θνητῶν οἴεται τοὐφημέραν κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι, δοκεῖ πονηρὰ καὶ δοκῶν ἁλίσκεται, ὅταν σχολὴν ἄγουσα τυγχάνῃ ∆ίκη. ὁρᾶτε ὅσοι δοκεῖτε οὐκ εἶναι θεόν. ἔστιν γάρ, ἔστιν· εἰ δέ τις πράττει κακῶς, κακὸς πεφυκώς, τὸν χρόνον κερδαινέτω, χρόνῳ γὰρ οὗτος ὕστερον δώσει δίκην. 13.13.48 συνᾴδει δὲ τούτοις καὶ ἡ τραγῳδία διὰ τῶνδε· ἔσται γάρ, ἔσται κεῖνος αἰῶνος χρόνος, ὅταν πυρὸς γέμοντα θησαυρὸν σχάσῃ χρυσωπὸς αἰθήρ· ἡ δὲ βοσκηθεῖσα φλὸξ ἅπαντα τἀπίγεια καὶ μετάρσια φλέξει μανεῖσα· καὶ μετ' ὀλίγα αὖθις ἐπιφέρει· ἐπὰν δὲ ἐκλίπῃ τὸ πᾶν, φροῦδος μὲν ἔσται κυμάτων ἅπας βυθός, γῆ δὲ ἑδράνων ἔρημος, οὐ δ' ἀ ὴρ ἔτι πτερωτὰ φῦλα βλαστήσει πυρουμένη· κἄπειτα σώσει πάνθ' ἃ πρόσθεν ἀπώλεσε. 13.13.49 τὰ ὅμοια τούτοις κἀν τοῖς Ὀρφικοῖς εὑρήσομεν ὧδέ πως γεγραμμένα· πάντας γὰρ κρύψας αὖθις φάος ἐς πολυγηθὲς ἐξ ἱερᾶς κραδίας ἀνενέγκατο, μέρμερα ῥέζων. ἢν δὲ ὁσίως καὶ δικαίως διαβιώσωμεν, μακάριοι μὲν ἐνταῦθα, μακαριώτεροι δὲ μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν, οὐ χρόνῳ τινὶ τὴν εὐδαιμονίαν ἔχοντες, ἀλλ' ἐν αἰῶνι ἀναπαύσεσθαι δυνάμενοι, ἀθανάτοις ἄλλοισιν ὁμέστιοι, αὐτοτράπεζοι ἐόντες, ἀνδρείων ἀχέων ἀπόκληροι, ἀτειρεῖς, ἡ φιλόσοφος Ἐμπεδοκλέους λέγει ποιητική. οὐχ οὕτως τις μέγας ἔσται καὶ 13.13.50 καθ' Ἕλληνας ὡς ὑπερέχειν τὴν