207
∆ίκην, οὐδὲ σμικρὸς ὡς λαθεῖν. ὁ δ' αὐτὸς Ὀρφεὺς καὶ ταῦτα λέγει· εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε, ἰθύνων κραδίης νοερὸν κύτος· εὖ δ' ἐπίβαινε ἀτραπιτοῦ, μοῦνον δ' ἐσόρα κόσμοιο ἄνακτα ἀθάνατον. αὖθίς τε περὶ τοῦ θεοῦ, ἀόρατον αὐτὸν λέγων, μόνῳ γνωσθῆναι ἑνί τινί φησι τὸ γένος Χαλδαίῳ, εἴτε τὸν Ἁβραὰμ λέγων τοῦτον εἴτε καὶ τὸν υἱὸν τὸν αὐτοῦ, διὰ τούτων· εἰ μὴ μουνογενής τις ἀπορρὼξ φύλου ἄνωθεν Χαλδαίων· ἴδρις γὰρ ἔην ἄστροιο πορείης καὶ σφαίρης κίνημα ἀμφὶ χθόνα ὡς περιτέλλει, κυκλοτερές τ' ἐν ἴσῳ, κατὰ δὲ σφέτερον κνώδακα· πνεύματα δ' ἡνιοχεῖ περί τ' ἠέρα καὶ περὶ χεῦμα. 13.13.51 εἶτα, οἷον παραφράζων τὸ «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου» ἐπιφέρει· αὐτὸς δ' αὖ μέγαν αὖτις ἐπ' οὐρανὸν ἐστήρικται χρυσέῳ εἰνὶ θρόνῳ· γαίη δ' ὑπὸ ποσσὶ βέβηκε. χεῖρα δὲ δεξιτερὴν περὶ τέρμασιν Ὠκεανοῖο ἐκτέτακεν· ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ οὔτε φέρειν δύναται κρατερὸν μένος. ἔστι δὲ πάντη αὐτὸς ἐπουράνιος καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ, ἀρχὴν αὐτὸς ἔχων καὶ μέσσην ἠδὲ τελευτήν. ἄλλως οὐ θεμιτόν σε λέγειν· τρομέω δέ γε γυῖα, ἐν νόῳ. ἐξ ὑπάτου κραίνει καὶ τὰ ἐπὶ τούτοις. διὰ γὰρ τούτων δεδήλωκε πάντα ἐκεῖνα τὰ προφητικά· «Ὃς ἐὰν ἀνοίξῃ τὸν οὐρανόν, τρόμος λήψεται· καὶ ἀπὸ σοῦ ὄρη τακήσεται, ὡς ἀπὸ προσώπου πυρὸς τήκεται κηρός» καὶ τὰ διὰ Ἡσαΐου· «Τίς ἐμέτρησε τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί;» 13.13.52 Πάλιν ὅταν εἴπῃ· αἰθέρος ἠδ' Ἀΐδου, πόντου γαίης τε τύραννε, ὃς βρονταῖς σείεις βριαρὸν δόμον Οὐλύμποιο, δαίμονες ὃν φρίσσουσι, θεῶν δὲ δέδοικεν ὅμιλος, ᾧ Μοῖραι πείθονται, ἀμείλικτοί περ ἐοῦσαι· ἄφθιτε, μητροπάτωρ, οὗ θυμῷ πάντα δονεῖται, ὃς κινεῖς ἀνέμους, νεφέλῃσι δὲ πάντα καλύπτεις, πρηστῆρσι σχίζων πλατὺν αἰθέρα. σὴ μὲν ἐν ἄστροις τάξις ἀναλλάκτοισιν ἐφημοσύναισι τρέχουσα· σῷ δὲ θρόνῳ πυρόεντι παρεστᾶσιν πολύμοχθοι ἄγγελοι, οἷσι μέμηλε βροτοῖς ὡς πάντα τελεῖται· σὸν μὲν ἔαρ λάμπει νέον ἄνθεσι πορφυρέοισι· σὸς χειμών, ψυχραῖσιν ἐπερχόμενος νεφέλαισι, σάς ποτε βακχευτὴς Βρόμιος διένειμεν ὀπώρας· 13.13.53 εἶτα ἐπιφέρει, ῥητῶς παντοκράτορα ὀνομάζων τὸν θεόν· ἄφθιτον, ἀθάνατον, ῥητὸν μόνον ἀθανάτοισιν. ἐλθέ, μέγιστε θεῶν πάντων, κρατερῇ σὺν ἀνάγκῃ, φρικτός, ἀήττητος, μέγας, ἄφθιτος, ὃν στέφει αἰθήρ. διὰ μὲν οὖν τοῦ «μητροπάτωρ» οὐ μόνον τὴν ἐκ μὴ ὄντων γένεσιν ἐμήνυσεν, ἐνδέδωκε δὲ ἀφορμὰς τοῖς τὰς προβολὰς εἰσάγουσι τάχα καὶ σύζυγον νοῆσαι τοῦ θεοῦ· παραφράζει δὲ ἐκείνας τὰς προφητικὰς γραφάς, τήν τε διὰ Ὠσηέ· «Ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, οὗ αἱ χεῖρες τὴν στρατιὰν τοῦ οὐρανοῦ ἐθεμελίωσαν» καὶ τὴν διὰ Μωσέως· «Ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι θεὸς ἕτερος πλὴν ἐμοῦ. ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω κἀγὼ ἰάσομαι. καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.» αὐτὸς δ' ἐξ ἀγαθοῖο κακὸν θνητοῖσι φυτεύει καὶ πόλεμον κρυόεντα, 13.13.54 κατὰ τὸν Ὀρφέα. τοιαῦτα καὶ ὁ Πάριος Ἀρχίλοχος λέγει· ὦ Ζεῦ, σὸν μὲν οὐρανοῦ κράτος, σὺ δ' ἔργα ἐπ' ἀνθρώπους ὁρᾷς λεωργά τε καὶ ἀθέμιστα. πάλιν ἡμῖν ᾀσάτω ὁ Θρᾴκιος Ὀρφεύς· χεῖρα δὲ δεξιτερὴν ἐπὶ τέρματος Ὠκεανοῖο πάντοθεν ἐκτέτακεν· γαίη δ' ὑπὸ ποσσὶ βέβηκε. ταῦτα ἐμφανῶς ἐκεῖθεν εἴληπται· «Κύριος σώσει πόλεις κατοικουμένας καὶ τὴν οἰκουμένην ὅλην καταλήψεται τῇ χειρί, ὡς νοσσιάν, κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ,» ὥς φησιν Ἱερεμίας, «καὶ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ.» ἔτι πρὸς τοῖσδε Φωκυλίδης μὲν τοὺς ἀγγέλους δαίμονας καλῶν, τοὺς μὲν εἶναι ἀγαθοὺς αὐτῶν, τοὺς δὲ φαύλους διὰ τούτων παρίστησιν, ἐπεὶ καὶ ἡμεῖς ἀποστάτας τινὰς παρειλήφαμεν· ἀλλ' ἄρα δαίμονές εἰσιν ἐπ' ἀνδράσιν ἄλλοτε ἄλλοι, οἱ μὲν ἐπερχομένου κακὸν ἀνέρος ἐκλύσασθαι. 13.13.55 καλῶς οὖν καὶ Φιλήμων ὁ κωμικὸς τὴν εἰδωλολατρίαν ἐκκόπτει διὰ τούτων· οὐκ ἔστιν ἡμῖν οὐδεμία Τύχη θεός, οὐκ ἔστιν, ἀλλὰ ταὐτόματον ὃ γίγνεται ὡς ἔτυχεν ἑκάστῳ,