208
ταύτης ἀπηλλάγη τῆς ὑποψίας, ἐκβαλεῖν ὑπέμεινεν, ἀλλὰ καὶ κατέχει καὶ διακονεῖται τῇ οἰκονομίᾳ πάσῃ. Τὸ τῆς γυναικὸς δὲ ὄνομα συνεχῶς τίθησιν ὁ εὐαγγελιστὴς, οὐ βουλόμενος ἐκκαλυφθῆναι τὸ μυστήριον ἐκεῖνο τέως, καὶ τὴν πονηρὰν ἀναιρῶν ὑποψίαν. Παραλαβὼν δὲ αὐτὴν, οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον. Τὸ, ἕως, ἐνταῦθα εἴρηκεν, οὐχ ἵνα ὑποπτεύσῃς, ὅτι μετὰ ταῦτα αὐτὴν ἔγνω, ἀλλ' ἵνα μάθῃς ὅτι πρὸ τῶν ὠδίνων πάντως ἀνέπαφος ἦν ἡ παρθένος. Τίνος οὖν ἕνεκεν, φησὶ, τὸ, ἕως, τέθεικεν; Ὅτι ἔθος τῇ Γραφῇ πολλάκις τοῦτο ποιεῖν, καὶ τὴν ῥῆσιν ταύτην μὴ ἐπὶ διωρισμένον τιθέναι χρόνον· οἷον, ὅτε οὐκ ἀνέστρεψε πρὸς τὸν Νῶε ὁ κόραξ, ἕως οὗ ἐξηράνθη ἡ γῆ· καίτοι γε οὐδὲ μετὰ ταῦτα ἀνέστρεψε. Λέγει δὲ καὶ ἐν τοῖς Ψαλμοῖς· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Καὶ ὁ Παῦλος δέ φησι· ∆εῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἀλλ' 63.831 οὔτε ἐκεῖ τὸ, ἕως, οὔτε ἐνταῦθα τὸ, μέχρις, χρόνων εἰσὶν ὅροι· ἐπεὶ πῶς ἕστηκε τὸ προφητικὸν ἐκεῖνο τὸ λέγον· Ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία, ἥτις οὐ διαφθαρήσεται, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος, εἴ γε μέχρι τούτων μέλλει βασιλεύειν; Οὕτω δὴ καὶ ἐνταῦθα τὸ, ἕως, εἶπε, τὰ πρὸ ὠδίνων ἀσφαλιζόμενος· τὰ δὲ μετὰ ταῦτα σοὶ κατέλιπε συλλογίζεσθαι. Ὃ μὲν γὰρ ἀναγκαῖον ἦν μαθεῖν σε παρ' αὐτοῦ, τοῦτο αὐτὸς εἴρηκεν, ὅτι ἀνέπαφος ἦν ἡ παρθένος ἕως τοῦ τόκου· ὃ δὲ ἐκ τῶν εἰρημένων ἀκόλουθόν τε ἐφαίνετο καὶ ὡμολογημένον, τοῦτο σοὶ λοιπὸν ἀφίησι συνιδεῖν· οἷον, ὅτι οὐκ ἂν οὐδὲ μετὰ ταῦτα τὴν οὕτω γενομένην μητέρα, καὶ καινῶν ὠδίνων καὶ ξένων καταξιωθεῖσαν λοχευμάτων, δίκαιος ὢν ἐκεῖνος ὑπέμεινε γνῶναι λοιπόν. Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτόν. Ἐνταῦθά τινες τῶν τῆς ἀληθείας ἐχθρῶν ἐπιλαβόμενοι τοῦ ῥητοῦ, φασίν· Ἰδοὺ, φησὶ, καὶ τοῦ Χριστοῦ γεννηθέντος, ἀστὴρ ἐφάνη, ὅπερ ἐστὶ σημεῖον τοῦ τὴν ἀστρολογίαν εἶναι βεβαίαν. Τί οὖν πρὸς ταῦτα ἐροῦμεν; Ἀπ' αὐτοῦ τοῦ ἀστέρος τῆς λύσεως τὴν ἀρχὴν ποιησώμεθα. Οὐδὲ γὰρ τῶν πολλῶν εἷς ἦν ὁ ἀστὴρ οὗτος, μᾶλλον δὲ οὐδὲ ἀστὴρ ἦν, ἀλλὰ δύναμίς τις ἀόρατος εἰς ταύτην σχηματισθεῖσα τὴν ὄψιν. ∆ῆλον δὲ τοῦτο, ὅτι πρῶτον μὲν καὶ ἥλιον καὶ σελήνην καὶ ἀστέρας ἐξ ἀνατολῶν ὁρῶμεν ἐπὶ δύσιν χωροῦντας· οὗτος δὲ ἀπὸ ἄρκτου εἰς μεσημβρίαν ἐφέρετο· οὕτω γὰρ ἡ Παλαιστίνη πρὸς τὴν Περσίδα κεῖται. ∆εύτερον δὲ, ὅτι οὐκ ἐν νυκτὶ ἐφαίνετο, ἀλλ' ἐν ἡμέρᾳ μέσῃ, ἡλίου λάμποντος. Τρίτον, ἀπὸ τοῦ φαίνεσθαι, καὶ κρύπτεσθαι. Ἕως μὲν γὰρ τῆς Παλαιστίνης ἐφαίνετο χειραγωγῶν τοὺς μάγους· ἐπειδὴ δὲ ἐπέβησαν τῶν Ἱεροσολύμων, ἔκρυψεν ἑαυτόν· εἶτα πάλιν δείκνυσιν ἑαυτὸν, μετὰ τὸ ἐξελθεῖν αὐτοὺς ἐκ τοῦ Ἡρώδου· ὅπερ οὐκ ἔστιν ἴδιον ἀστέρος, ἀλλὰ δυνάμεώς τινος λογικωτάτης. Τέταρτον, ἀπὸ τοῦ τόπου τῆς δείξεως· κάτω γὰρ καταβὰς τὸν τόπον ἐδείκνυ. Ἀδύνατον γὰρ ἦν ἄνω μένοντα τοῦτο ποιεῖν, ἐπειδὴ ἄπειρον τὸ ὕψος, καὶ οὐκ ἤρκει οὕτω στενὸν τόπον χαρακτηρίσαι καὶ γνωρίσαι τοῖς βουλομένοις ἰδεῖν. Ὁρᾷς δι' ὅσων δείκνυται οὐ τῶν πολλῶν εἷς ὢν οὗτος ὁ ἀστὴρ, οὐδὲ κατὰ τὴν ἀκολουθίαν τῆς ἔξω γεννήσεως δεικνὺς ἑαυτόν; Καὶ τίνος ἕνεκεν ἐφάνη, φησίν; Ὥστε καθικέσθαι τῆς Ἰουδαίων ἀναισθησίας. Ἐπειδὴγὰρ τῶν προφητῶν συνεχῶς ἀκούοντες λεγόντων περὶ τῆς αὐτοῦ παρουσίας, οὐ σφόδρα προσεῖχον, ἐποίησε καὶ βαρβάρους ἐλθεῖν ἀπὸ γῆς μακρᾶς, τὸν παρ' αὐτοῖς τοῖς Ἰουδαίοις βασιλέα ἐπιζητοῦντας, καὶ παρὰ Περσικῆς φωνῆς μανθάνουσιν, ἃ οὐκ ἠνέσχοντο μαθεῖν παρὰ τῶν προφητῶν· ἵνα, ἂν μὲν εὐγνωμονῶσι, μεγίστην ἔχωσι τοῦ πείθεσθαι πρόφασιν· ἂν δὲ φιλονεικῶσιν, ἀπεστερημένοι λοιπὸν ὦσι πάσης ἀπολογίας. Ἑλκύει