209
συμπαθοῦντα τῷ ζῴῳ, τῶν δὲ ἐμψύχων τὰ μὲν ἤδη ἀθάνατα καθ' ἡμέραν ἐργαζόμενα, τῶν δ' ἔτι θνητῶν τὰ μὲν ἐν φόβῳ καὶ διὰ τῆς μητρὸς αὐτῶν ἔτι κατὰ γαστρὸς ὀχούμενα, τὰ δὲ αὐτεξουσίῳ λογισμῷ. καὶ τῶν ἀνθρώπων πάντες Ἕλληνές τε καὶ βάρβαροι, γένος δ' οὐδὲν οὐδαμοῦ τῶν γεωργούντων οὔτε νομάδων, ἀλλ' οὐδὲ τῶν πολιτικῶν δύναται ζῆν μὴ προκατειλημμένον τῇ τοῦ κρείττονος πίστει. διὸ πᾶν μὲν ἔθνος ἑῷον, πᾶν δὲ ἑσπερίων ἁπτόμενον ᾐόνων βόρειόν τε καὶ τὰ πρὸς τῷ νότῳ πάντα μίαν ἔχει καὶ τὴν αὐτὴν πρόληψιν περὶ τοῦ καταστησαμένου τὴν ἡγεμονίαν, εἴ γε καὶ τὰ καθολικώτατα τῶν ἐνεργημάτων αὐτοῦ διαπεφοίτηκεν ἐπ' ἴσης πάντα. 13.13.65 Πολὺ δὲ πλέον οἱ παρ' Ἕλλησι πολυπράγμονες φιλόσοφοι, ἐκ τῆς βαρβάρου ὁρμώμενοι φιλοσοφίας, τῷ ἀοράτῳ καὶ μόνῳ καὶ δυνατωτάτῳ καὶ τεχνικωτάτῳ καὶ τῶν ἄλλων καλλίστων αἰτιωτάτῳ τὴν προνομίαν ἔδωκαν, τὰ ἀκόλουθα τούτοις, εἰ μὴ κατηχηθεῖεν πρὸς ἡμῶν, οὐκ ἐπιστάμενοι, ἀλλ' οὐδ' αὐτὸν ὅπως νοεῖσθαι πέφυκε τὸν θεόν, μόνον δέ, ὡς ἤδη πολλάκις εἰρήκαμεν, κατὰ περίφρασιν ἀληθῆ.» 13.13.66 Τοσαῦτα καὶ ὁ Κλήμης. ἀλλ' ἐπειδὴ διὰ μακροτέρων ἡμῖν ἡ κατὰ Πλάτωνα παρέστη φιλοσοφία συνῳδὸς οὖσα κατὰ πλεῖστα τοῖς Ἑβραίων δόγμασιν ἐφ' οἷς καὶ ἀγάμεθα τὸν ἄνδρα τῆς τε συνέσεως καὶ τῆς ἄλλης τοῦ ἀληθοῦς εὐγνωμοσύνης, ὥρα ἐπιθεωρῆσαι τίνα ταῦτ' εἶναί φαμεν ἐφ' ὧν οὐκέθ' ὁμοίως περὶ αὐτὸν διακείμεθα, τὴν δὲ νενομισμένην βάρβαρον τῆς κατ' αὐτὸν προτιμῶμεν φιλοσοφίας.
13.14.1 ιδʹ. ΟΤΙ ΜΗ ΠΑΝΤΑ ΕΠΙΤΥΧΩΣ ΕΙΡΗΤΑΙ ΤΩΙ ΠΛΑΤΩΝΙ· ∆ΙΟ ΟΥΚ ΑΛΟΓΩΣ ΤΗΝ ΚΑΤ' ΑΥΤΟΝ ΠΑΡΗΙΤΗΜΕΘΑ ΦΙΛΟΣΟΦΙΑΝ
Τὰ Ἑβραίων λόγια, θεοπρόπια καὶ χρησμοὺς θείας, ᾗ κατὰ ἄνθρωπον, δυνάμεως περιέχοντα θεόν τε αὐθέντην ἐπιγραφόμενα καὶ πιστούμενά γε τὴν ἐπαγγελίαν διὰ τῆς τῶν μελλόντων προρρήσεως διά τε τῶν συμφώνων τοῖς θεσπίσμασιν ἀποτελεσμάτων, πάσης λέγεται διεψευσμένης διανοίας ἐκτὸς τυγχάνειν. τὰ γοῦν «θεῖα λόγια ἁγνὰ καὶ ἀργύριον πεπυρωμένον, 13.14.2 δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως» ἀνείρηται. ἀλλ' οὐ καὶ τὰ Πλάτωνος τοιαῦτα οὐδὲ μὴν ἑτέρου του τῶν ἐν ἀνθρώποις σοφῶν, οἳ θνητῆς διανοίας ὄμμασιν ἐπικήροις τε στοχασμοῖς καὶ εἰκασίαις, ὄναρ ὥσπερ, ἀλλ' οὐχ ὕπαρ, τῆς τῶν ὄντων φύσεως ἐπὶ φαντασίαν ἐλθόντες πολὺ τὸ κρᾶμα τοῦ ψεύδους τῷ τῆς φύσεως ἀληθεῖ συνεπηνέγκαντο, ὡς σὲ μὴ 13.14.3 ἀνευρεῖν ἀπάτης καθαρὸν ἐν αὐτοῖς μάθημα. αὐτίκα γοῦν βραχύ τι τῆς φιλαυτίας εἰ ἐθελήσαις ὑφεῖναι καὶ φῶς αὐτὸ δυνάμει λογικῆς οὐσίας ἐπιθεωρῆσαι, γνοίης ἂν τὸν θαυμάσιον φιλόσοφον αὐτὸν ἐκεῖνον, τὸν δὴ μόνον πάντων Ἑλλήνων ἀληθείας προθύρων ψαύσαντα, ὕλῃ φθαρτῇ καὶ ξοάνοις βαναύσων χερσὶν εἰς ἀνδρείκελον σχῆμα κατεσκευασμένοις τὴν τῶν θεῶν προσηγορίαν καταισχύνοντα καὶ μετὰ τὸ μέγα τῆς μεγαλοφωνίας ὕψος, δι' ἧς τὸν πατέρα καὶ δημιουργὸν εἰδέναι τοῦδε τοῦ παντὸς διετείνατο, ἄνωθέν ποθεν ἐξ ὑπερκοσμίων ἁψίδων εἰς τὸν κατωτάτω βυθὸν τῆς θεομισοῦς εἰδωλολατρίας τῷ δήμῳ τῶν Ἀθηναίων συνωθούμενον· ὡς μὴ διατρέπεσθαι τὸν Σωκράτην καταβῆναι φάντα εἰς Πειραιᾶ προσευξόμενον τῇ θεῷ καὶ τὴν βάρβαρον ἑορτὴν τοὺς πολίτας τότε πρῶτον ἐπιτελοῦντας θεασόμενον καὶ τὸν ἀλεκτρυόνα τῷ Ἀσκληπιῷ θῦσαι ὁμολογοῦντα προστάξαι τόν τε πάτριον Ἑλλήνων ἐξηγητήν, τὸν ἐγκαθήμενον ∆ελφοῖς δαίμονα, θειά13.14.4 ζοντα. διὸ καὶ εἰκότως τῆς ἀφιλοσόφου πληθύος τὴν αἰτίαν τῆς δεισιδαίμονος πλάνης ἐπιγράψαιτο ἄν. ἀνάλαβε γοῦν σμικρὸν ἄνωθεν τὸν λόγον καὶ θέα, οἷά σοι ὁ πάνσοφος μετὰ τὰς ἀσωμάτους καὶ ἀφθάρτους