209
δὲ τοὺς μάγους δι' ἀστέρος ὁ Θεὸς, διὰ τῶν συνήθων αὐτοὺς καλῶν, καὶ δείκνυσιν ἄστρον μέγα καὶ ἐξηλλαγμένον, ὥστε καὶ τῷ μεγέθει καὶ τῷ κάλλει τῆς ὄψεως αὐτοὺς ἐκπλῆξαι, καὶ τῷ τρόπῳ τῆς πορείας. Ἐπεὶ οὖν ἤγαγε καὶ ἐχειραγώγησε καὶ πρὸς τὴν φάτνην ἔστησεν, οὐκέτι δι' ἀστέρος, ἀλλὰ δι' ἀγγέλου λοιπὸν αὐτοῖς διαλέγεται. Καὶ τούτους μὲν δι' ἀστέρος καὶ δι' ἀγγέλου, ἡμᾶς δὲ δι' αὐτοῦ τοῦ Μονογενοῦς τὰ ὑψηλὰ καὶ ἀπόῤῥητα καὶ τὸν νοῦν ἡμῶν ὑπερβαίνοντα μαθεῖν κατηξίωσεν. Ἐννοοῦντες τοίνυν τῆς τοσαύτης συγκαταβάσεως τὸ 63.832 μέγεθος, ἀξίαν ἀποδῶμεν αὐτῷ καὶ τὴν τιμὴν καὶ τὴν ἀμοιβήν· Θεῷ δὲ ἀμοιβὴ παρ' ἡμῶν οὐδεμία γένοιτ' ἂν, ἀλλ' ἢ μόνον ἡ σωτηρία ἡμῶν καὶ τῶν ἡμετέρων ψυχῶν, καὶ ἡ περὶ τὴν ἀρετὴν ἐπιμέλεια, καὶ ἡ πρὸς τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους πρόνοια. Καὶ γὰρ οὐδὲν οὕτω γνώρισμα καὶ χαρακτὴρ γένοιτ' ἂν τοῦ πιστοῦ καὶ τὸν Χριστὸν φιλοῦντος, ὡς τὸ τῶν ἀδελφῶν κήδεσθαι, καὶ τὸ τῆς σωτηρίας ἐπιμελεῖσθαι τῆς ἐκείνων· ἐπεὶ καὶ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ τοῖς πολλοῖς. Οὕτω καὶ ὁ Παῦλός φησιν· Οὐ ζητῶ τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι. Ταῦτ' οὖν εἰδότες, ἀγαπητοὶ, τὸν ἑαυτῶν βίον ῥυθμίζωμεν, καὶ πολλὴν τὴν φροντίδα τῶν ἀδελφῶν ἡμῶν ποιώμεθα, καὶ τὴν ἑνότητα τὴν πρὸς αὐτοὺς διατηρῶμεν. Εἰς τοῦτο γὰρ ἡμᾶς ἡ θυσία ἐνάγει ἡ φοβερὰ ἐκείνη καὶ φρικώδης, κελεύουσα ἡμῖν μεθ' ὁμονοίας αὐτῇ μάλιστα προσιέναι καὶ θερμῆς ἀγάπης, καὶ ἀετοὺς γενομένους ἐντεῦθεν, οὕτω πρὸς αὐτὸν ἵπτασθαι τὸν οὐρανόν. Ὅπου γὰρ τὸ πτῶμα, φησὶν, ἐκεῖ καὶ οἱ ἀετοί· πτῶμα καλῶν τὸ σῶμα διὰ τὸν θάνατον. Εἰ μὴ γὰρ ἐκεῖνος ἔπεσεν, ἡμεῖς οὐκ ἂν ἀνέστημεν. Ἀετοὺς δὲ καλεῖ, δεικνὺς, ὅτι καὶ ὑψηλὸν εἶναι δεῖ τὸν προσιόντα τῷ σώματι τούτῳ, καὶ μηδὲν πρὸς τὴν γῆν κοινὸν ἔχειν, μηδὲ κάτω σύρεσθαι καὶ ἕρπειν, ἀλλ' ἄνω πέτεσθαι διηνεκῶς, καὶ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης ἐνορᾷν, καὶ ὀξυδερκὲς τὸ ὄμμα τῆς διανοίας ἔχειν Ἀετῶν γὰρ, οὐ κολοιῶν αὕτη ἡ τράπεζα. Οὗτοι καὶ τότε ἀπαντήσονται ἐκ τῶν οὐρανῶν καταβαίνοντι, οἱ νῦν ἀξίως ἀπολαύοντες, ὥσπερ οἱ ἀναξίως τὰ ἔσχατα πείσονται. Εἰ γὰρ βασιλέα τις οὐκ ἂν ἁπλῶς δέξαιτο· τί λέγω βασιλέα; ἱματίου μὲν οὖν βασιλικοῦ οὐκ ἄν τις ἁπλῶς ἅψαιτο χερσὶν ἀκαθάρτοις, κἂν ἐπ' ἐρημίας ᾖ, κἂν μόνος ᾖ, κἂν μηδεὶς ὁ παρών. Καίτοι γε οὐδέν ἐστιν ἕτερον τὸ ἱμάτιον, ἢ σκωλήκων νήματα καὶ σητῶν· εἰ δὲ τὴν βαφὴν θαυμάζεις, καὶ αὐτὴ νεκρωθέντος ἰχθύος ἐστὶν αἷμα· ἀλλ' ὅμως οὐκ ἄν τις ἕλοιτο ῥυπαραῖς αὐτοῦ κατατολμῆσαι χερσίν. Εἰ δὲ ἀνθρωπίνου ἱματίου οὐκ ἄν τις τολμήσειεν ἁπλῶς θίγειν, πῶς τὸ σῶμα τοῦ ἐπὶ πάντων Θεοῦ, τὸ ἄμωμον, τὸ καθαρὸν, τὸ τῇ θείᾳ ἐκείνῃ φύσει ὁμιλῆσαν, δι' οὗ ἐσμὲν καὶ ζῶμεν, δι' οὗ πύλαι θανάτου κατεκλάσθησαν, καὶ οὐρανοῦ ἁψῖδες ἀνεῴχθησαν, τοῦτο μετὰ τοσαύτης ὕβρεως ληψόμεθα; Μὴ, παρακαλῶ, μὴ κατασφάξωμεν ἑαυτοὺς διὰ τῆς ἀναισχυντίας, ἀλλὰ μετὰ φρίκης καὶ καθαρότητος ἁπάσης αὐτῷ προσίωμεν, ἵνα μὴ χαλεπωτέραν ὑπομείνωμεν τιμωρίαν. Ὅσῳ γὰρ ἂν ὦμεν εὐηργετημένοι μεγάλα, τοσούτῳ μᾶλλον κολαζόμεθα μειζόνως, ὅταν ἀνάξιοι τῆς εὐεργεσίας φανῶμεν. Καὶ γὰρ τοῦτο δὴ τὸ σῶμα καὶ ἐπὶ φάτνης κείμενον ᾐδέσθησαν μάγοι, καὶ ἄνδρες ἀσεβεῖς καὶ βάρβαροι τὴν πατρίδα καὶ τὴν οἰκίαν ἀφέντες, καὶ ὁδὸν ἐστείλαντο μακρὰν, καὶ ἐλθόντες μετὰ φόβου καὶ τρόμου πολλοῦ προσεκύνησαν. Μιμησώμεθα τοίνυν κἂν τοὺς βαρβάρους ἡμεῖς οἱ τῶν οὐρανῶν πολῖται. Ἐκεῖνοι μὲν γὰρ καὶ ἐπὶ φάτνης ἰδόντες καὶ ἐν καλύβῃ, καὶ οὐδὲν τοιοῦτον ἰδόντες, οἷον σὺ νῦν, μετὰ πολλῆς τῆς φρίκης προσῄεσαν· σὺ δὲ οὐκ ἐν φάτνῃ ὁρᾷς, ἀλλ' ἐν θυσιαστηρίῳ, οὐ γυναῖκα κατέχουσαν, ἀλλ' ἱερέα παρεστῶτα, καὶ πνεῦμα μετὰ πολλῆς τῆς δαψιλείας τοῖς προκειμένοις ἐφιπτάμενον. Οὐχ ἁπλῶς αὐτὸ τοῦτο τὸ σῶμα ὁρᾷς, ὥσπερ ἐκεῖνοι, ἀλλ' οἶσθα αὐτοῦ καὶ τὴν δύναμιν καὶ τὴν οἰκονομίαν ἅπασαν, καὶ οὐδὲν ἀγνοεῖς τῶν δι' αὐτοῦ τελεσθέντων, μετὰ ἀκριβείας μυσταγωγηθεὶς ἅπαντα. ∆ιαναστήσωμεν τοίνυν ἑαυτοὺς καὶ φρίξωμεν, καὶ πολλῷ τῶν 63.833 βαρβάρων ἐκείνων πλείονα