1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

210

ἰδέας καὶ μετὰ θεὸν πρῶτον καὶ δεύτερον αἴτιον καὶ μετὰ νοερὰς καὶ ἀθανάτους οὐσίας περὶ τῆς πανδήμου δόξης ἐνομοθέτει, λέγων· 13.14.5 «Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ' ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐγγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς γέ που τοὺς ἑαυτῶν προγόνους εἰδότων. ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ' ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. οὕτως οὖν κατ' ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω· Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα, ἐκ δὲ Κρόνου καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσουἴσμεν πάντας ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους ἐγγόνους.» 13.14.6 ∆ιὰ δὴ ταῦτα ἀπολειπτέος ἡμῖν ὁ φιλόσοφος, οὐ κατὰ φιλόσοφον οὐδ' αὐτὸς αὑτῷ συμφώνως τὰς μυθικὰς τῶν ποιητῶν γενεαλογίας καθυποκρινάμενος. αὐτοῦ μὲν γὰρ ἦν ἀκοῦσαι φάντος ἐν Πολιτείᾳ τάδε· «Ἐν τοῖς μείζοσιν, ἦν δ' ἐγώ, μύθοις ὀψόμεθα καὶ τοὺς ἐλάττους. δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι καὶ ταὐτὸν δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους· ἢ οὐκ οἴει; Ἔγωγε, ἔφη· ἀλλ' οὐκ ἐννοῶ οὐδὲ τοὺς μείζους τίνας λέγεις. Οὓς Ἡσίοδός τε καὶ Ὅμηρος, εἶπον, ἡμῖν ἐλεγέτην καὶ οἱ ἄλλοι ποιηταί.οὗτοι γάρ που μύθους ψευδεῖς τοῖς ἀνθρώποις συντιθέντες ἔλεγόν τε καὶ λέ13.14.7 γουσι,» τὰ μικρῷ πρόσθεν τεθειμένα. πάλιν τε αὐτοῦ ἦν καὶ τὰ δι' ὧν ἔφησεν· «Ἐξαλείψομεν ἄρα, ἦν δ' ἐγώ, ἀπὸ τοῦδε τοῦ ἔπους ἀρξάμενοι πάντα τὰ τοιαῦτα· βουλοίμην κ' ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ» καὶ τὰ ἑξῆς· δι' ὧν τε ἐπιλέγει· 13.14.8 «Πάλιν δὴ Ὁμήρου δεησόμεθα καὶ τῶν ἄλλων ποιητῶν μὴ ποιεῖν Ἀχιλλέα, θεᾶς παῖδα, ἄλλοτ' ἐπὶ πλευρὰς κατακείμενον, ἄλλοτε δ' αὖτε ὕπτιον» καὶ τὰ τούτοις ἑπόμενα. οἷς ἐπάγει· 13.14.9 «Ἢ ∆ία καθευδόντων τῶν ἄλλων θεῶν τε καὶ ἀνθρώπων ὡς μόνος ἐγρηγορὼς ἃ ἐβουλεύσατο τούτων πάντων ῥᾳδίως ἐπιλαθόμενον διὰ τὴν τῶν ἀφροδισίων ἐπιθυμίαν καὶ οὕτως ἐκπλαγέντα ἰδόντα τὴν Ἥραν, ὥστε μηδ' εἰς τὸ δωμάτιον ἐθέλειν ἐλθεῖν, ἀλλ' αὐτοῦ βουλόμενον χαμαὶ συγγίνεσθαι» κορύδου δίκην· «καὶ λέγοντα ὡς οὕτως ὑπὸ ἐπιθυμίας ἔχεται, ὡς οὐδὲ ὅτε πρῶτον ἐφοίτων πρὸς ἀλλήλους, φίλους λήθοντε τοκῆας· οὐδὲ Ἄρεός τε καὶ Ἀφροδίτης ὑπὸ Ἡφαίστου δεσμὸν δι' ἕτερα τοιαῦτα.»13.14.10 Ὧν τοῦτον τὸν τρόπον εἰρημένων τί δῆτα βούλεται αὐτῷ ἡ μετὰ ταῦτα φωνὴ τοὺς μὲν ποιητὰς θεῶν παῖδας ὀνομάζουσα καὶ τό γε ἀπιστεῖν αὐτοῖς ἀδύνατον εἶναι φήσασα, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων αὐτοὺς ἀπο13.14.11 δείξεων τοὺς περὶ θεῶν μύθους πλάσαι μαρτυραμένη; τί δὲ ἡ ἄλογος ἐθέλει πίστις, δέει τῆς ἀπὸ τῶν νόμων τιμωρίας προβεβλημένη; πῶς δὲ θεῶν Οὐρανὸς καὶ Γῆ πρῶτοι, ἔπειτα τούτων ἔγγονοι, Ὠκεανὸς καὶ Τηθὺς Κρόνος τε καὶ Ῥέα, καὶ Ζεὺς μετὰ τούτους ἅπαντας Ἥρα τε καὶ πάντεςοἱ πρὸς Ὁμήρου καὶ Ἡσιόδου μυθευόμενοι παῖδες καὶ ἀδελφοὶ καὶ ἔγγονοι τούτων, ὁπότε ταῦτα αὐτὰ ἀνῄρει λέγων· 13.14.12 «Ὅπερ, ἦν δ' ἐγώ, χρὴ πρῶτον καὶ μάλιστα μέμφεσθαι, ἄλλως τε καὶ ἐάν τις μὴ καλῶς ψεύδηται. Τί τοῦτο; Ὅταν εἰκάζῃ τις κακῶς τῷ λόγῳ περὶ θεῶν τε καὶ ἡρώων, οἷοί εἰσιν, ὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων οἷς ἂν ὅμοια βουληθῇ γράψαι.» Καὶ πάλιν· «Πρῶτον μέν, ἦν δ' ἐγώ, τὸ μέγιστον καὶ περὶ τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐ καλῶς ἐψεύσατο, ὡς Οὐρανός τε εἰργάσατο, ἅ φησι δρᾶσαι αὐτὸν Ἡσίοδος, ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν» καὶ τὰ τούτοις ἑξῆς. 13.14.13 πῶς δὲ οἱ νῦν ψευδεῖς καὶ οὐκ ἀληθεῖς ποιηταὶ πάλιν οἱ αὐτοὶ θεῶν ἔγγονοι λέγοιντ' ἄν; ἀλλὰ γὰρ τούτων δὴ χάριν ἀπολειπτέος μὲν ἡμῖν οὗτος, δέει θανάτου τὸν Ἀθηναίων δῆμον καθυποκρινάμενος· τιμητέος δὲ Μωσῆς τά τε Ἑβραίων λόγια καθαρᾶς ἐξεχόμενα διόλου τῆς μόνης ἀληθοῦς καὶ ἀπλανοῦς εὐσεβείας. θέα δὴ