1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

211

καὶ ἄλλο. 13.15.1 ιεʹ. ΟΤΙ ΜΗ ΚΑΘΟΛΟΥ Ο ΠΛΑΤΩΝ ΟΡΘΩΣ ΤΟΝ ΠΕΡΙ ΤΩΝ ΝΟΗΤΩΝ

ΟΥΣΙΩΝ ΕΦΩ∆ΕΥΣΕ ΛΟΓΟΝ Ἑβραῖοι τὴν μέσην τῶν λογικῶν φύσιν γενητήν, ἀλλ' οὐκ ἀγένητον εἶναί φασι. ταύτην δὲ εἰς νοερὰς οὐσίας διαιροῦντες τῷ λόγῳ πνεύματα καὶ δυνάμεις καὶ θεοῦ λειτουργοὺς ἀγγέλους τε καὶ ἀρχαγγέλους ἐπονομάζουσιν· ἐκ δὲ τῆς τούτων ἀποπτώσεως καὶ παρατροπῆς τὸ δαιμόνων γένος καὶ 13.15.2 πᾶν τὸ τῆς ἐναντίας καὶ μοχθηρᾶς ἐνεργείας εἶδος εἰσάγουσι. διόπερ οὐδὲ θεοὺς ἐπιτρέπουσιν ἡγεῖσθαι τοὺς μὴ τὸ καλὸν καὶ ἀγαθὸν ἀχώριστον τῆς φύσεως ἐπαγομένους, ἀλλὰ καὶ τὸ εἶναι οὐ παρ' ἑαυτῶν, παρὰ δὲ τοῦ πάντων αἰτίου ἐπενηνεγμένους τό τε εὖ εἶναι καὶ τὴν ἀρετὴν αὐτό τε τὸ ἀθάνατον οὔτε τῷ ἐπὶ πάντων θεῷ ὁμοίως οὔτε τῷ δι' οὗ τὰ πάντα συνέστη 13.15.3 ἐπιφερομένους. ὁ δέ γε Πλάτων ἀσωμάτους μὲν καὶ νοητὰς οὐσίας τὰς λογικὰς φύσεις ὁμοίως Ἑβραίοις ὑφίστησι, διαπίπτει δὲ τῆς ἀκολουθίας, πρῶτον μὲν ἀγενήτους εἶναι φάσκων αὐτάς, ὥσπερ καὶ πᾶσαν ψυχήν, ἔπειτα ἐξ ἀπορροίας τῆς τοῦ πρώτου αἰτίου συστῆναι λέγων. οὐδὲ γὰρ ἐκ τοῦ μὴ ὄντος 13.15.4 αὐτὰς γεγονέναι διδόναι βούλεται. διὸ καὶ πλειόνων θεῶν ὑποτίθεται εἶναι γένος, ἀπορροίας τινὰς καὶ προβολὰς τοῦ πρώτου καὶ τοῦ δευτέρου αἰτίου τῷ λόγῳ ὑφιστάμενος, εἶναί τε ἀγαθὰς τὴν φύσιν οὐδαμῶς τε οἵας τε τῆς 13.15.5 οἰκείας ἐκστῆναι ἀρετῆς, ἔνθεν αὐτοὺς καὶ θεοὺς εἶναι δοξάζει. τούτων δὲ ἕτερον εἶναι τὸ δαιμόνων φῦλον ἡγεῖται, φαυλότητος ὂν καὶ μοχθηρίας καὶ τῆς ἐπὶ τὸ χεῖρον τροπῆς δεκτικόν· ὧν τοὺς μὲν ἀγαθούς, τοὺς δὲ φαύ λους εἶναί τε καὶ ὀνομάζεσθαι. ταῦτα δὲ παρὰ τὰ Ἑβραίοις δοκοῦντα τοῦτον ὑποθέμενος τὸν τρόπον, οὐκ ἀποδίδωσιν ὁπόθεν ὑποστῆναι φάναι εἰκὸς τοὺς 13.15.6 δαίμονας. ἐκ μὲν γὰρ τῆς τῶν σωμάτων ὕλης οὐδεὶς ἂν νοῦν ἔχων εἴποι· ἄλογος γὰρ αὕτη· λογικὰ δ' οὐκ ἄν ποτε ἐξ ἀλόγου τεχθείη, λογικοὶ δὲ οἱ δαίμονες. εἰ δ' ἐκ τῆς τῶν κρειττόνων ἀπορροίας οὗτοι, καὶ πῶς οὐ θεοὶ καὶ αὐτοὶ τοῖς γεγεννηκόσιν ἐξ ἴσου; πῶς δ' ἀγαθῆς οὔσης πηγῆς οὐχ ὅμοια καὶ τὰ παρ' αὐτῆς; κακίας δ' ἐν τοῖς δευτέροις ἡ βλάστη πόθεν ἐξέφυ τῆς ῥίζης 13.15.7 ἄνωθεν ἐξ ἀγαθῶν καὶ δι' ἀγαθῶν ἰούσης; πῶς δ' ἂν γένοιτο πικρὸν ἀπὸ τοῦ γλυκέος; εἰ δὲ δὴ σκότους παντὸς καὶ πικρίας πάσης χαλεπώτερον τὸ τῶν μοχθηρῶν δαιμόνων γένος, πῶς ἐξ ἀπορροίας λέγοιτ' ἂν τῆς τῶν κρειττόνων φύσεως; εἰ δὲ ἐκ τῆσδε ἦν, οὐδ' ἂν ἐτράπη τῆς οἰκείας λήξεως· εἰ δ' ἠλλοίωται, οὐδ' ἦν τὴν ἀρχὴν ἀπαθὴς τὴν φύσιν· εἰ δ' οὐ τοιάδε ἦν, καὶ πῶς 13.15.8 θεοὶ εἶεν, εἰ δὴ φαύλης οἷοί τε εἰσὶ μετέχειν μοίρας; ἀλλ' εἰ μήτε τῆς τῶν κρειττόνων ἀπορροίας μηδ' αὖ τῆς τῶν σωμάτων ὕλης εἶεν, ὥρα ἢ ἀγενήτους λέγειν καὶ πρὸς τῇ ἀγενήτῳ ὕλῃ τῶν σωμάτων τρίτον στῖφος λογικῶν ἀγενήτων ἀντιπαρατάττειν τῷ θεῷ οὐκέτι τε τὸν θεὸν πάντων εἶναι ποιητὴν καὶ δημιουργὸν τῶν ὅλων ἀποδιδόναι, ἢ τοῦθ' ὁμολογοῦντας καὶ τὰ 13.15.9 μὴ ὄντα ποιεῖν αὐτὸν τοῖς Ἑβραίων συμφώνως ὁμολογεῖν λόγοις. τίνα δὲ οἵδε περὶ τῶνδε ἐκδιδάσκουσι; τὴν μέσην τῶν λογικῶν φύσιν οὔτ' ἐκ τῆς τῶν σωμάτων ὕλης οὔτ' ἐξ ἀπορροίας τῆς ἀγενήτου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης οὐσίας ὑποστῆναί φασι, μὴ οὖσαν δὲ πρότερον δυνάμει 13.15.10 δραστηρίῳ τοῦ πάντων αἰτίου γεγονέναι· ταύτη τε μὴ θεοὺς εἶναι μηδὲ κυρίως τῆσδε τῆς προσηγορίας ἠξιῶσθαι, ὅτι μηδὲ τὴν φύσιν ἰσοῦται τῷ πεποιηκότι μηδ' ἀχώριστον ὁμοίως τῷ θεῷ τὸ ἀγαθὸν ἐφέλκεται τό τε τῷ καλῷ ἐναντίον ἔστιν ὅτε καὶ δέξοιτ' ἂν ὀλιγωρίᾳ τῆς περὶ τὸ κρεῖττον σχολῆς, ἣν αὐτὸς ἕκαστος αὑτῷ κατείργασται, τῆς οἰκείας ὁρμῆς τε καὶ γνώμης