1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

212

καθαρισμὸς τοῦ ἁμαρτήματος. Προσέχετε μετὰ ἀκριβείας. Τῇ ἁμαρτίᾳ αἰσχύνη ἕπεται, τῇ μετανοίᾳ παῤῥησία ἀκολουθεῖ. Ἀλλ' ὁ Σατανᾶς τὴν τάξιν ἀντέστρεψε, καὶ ἔδωκε τὴν παῤῥησίαν τῇ ἁμαρτίᾳ, τὴν δὲ αἰσχύνην τῇ μετανοίᾳ. Οὐκ ἀφίσταμαι ἕως ἑσπέρας, ἕως οὗ αὐτὸ λύσω. Ἔστι τραῦμα, καὶ φάρμακον· τὸ τραῦμα τὴν σηπεδόνα ἔχει, τὸ φάρμακον τὸν καθαρισμὸν τῆς σηπεδόνος κέκτηται. Μὴ ἐν τῷ φαρμάκῳ ἡ σηπεδών; μὴ ἐν τῷ τραύματι ἴασις; οὐκ ἔχει ταῦτα τὴν οἰκείαν τάξιν, κἀκεῖνα τὴν οἰκείαν; μὴ δύναται μεταβῆναι τοῦτο πρὸς ἐκεῖνο, ἢ ἐκεῖνο πρὸς τοῦτο; Ἔλθωμεν καὶ ἐπὶ τῶν τῆς ψυχῆς ἁμαρτημάτων· ἡ ἁμαρτία τὴν αἰσχύνην ἔχει, ἡ ἁμαρτία τὸ ὄνειδος ἔχει καὶ τὴν ἀτιμίαν συγκεκληρωμένην· ἡ μετάνοια τὴν παῤῥησίαν ἔχει, ἡ μετάνοια τὴν νηστείαν, τὴν δικαιοσύνην. Λέγε γὰρ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. ∆ίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Εἰδὼς οὖν ὁ διάβολος, ὅτι ἡ μὲν ἁμαρτία ἔχει τὴν αἰσχύνην, πρᾶγμα ἱκανῶς ἀποκροῦσαι τὸν ἁμαρτάνοντα δυνάμενον· ἡ δὲ μετάνοια ἔχει τὴν παῤῥησίαν, πρᾶγμα ἱκανὸν ἐπισπάσασθαι τὸν μετανοοῦντα· ἐνήλλαξε τὴν τάξιν, καὶ ἔδωκε τὴν αἰσχύνην τῇ μετανοίᾳ, καὶ τὴν παῤῥησίαν τῇ ἁμαρτίᾳ. Πόθεν, ἐγὼ λέγω. Ἁλίσκεταί τις ὑπὸ ἐπιθυμίας χαλεπῆς πρὸς πάνδημον πόρνην· ἀκολουθεῖ τῇ πόρνῃ αἰχμάλωτος· εἰσέρχεται εἰς τὸ καταγώγιον· οὐκ αἰσχυνόμενος, οὐκ ἐρυθριῶν συμπλέκεται τῇ πόρνῃ, πράττει τὴν ἁμαρτίαν. Οὐδαμοῦ αἰσχύνη αὐτῷ, οὐδαμοῦ ἐπιτιμία. Ἐξέρχεται ἐκεῖθεν μετὰ τὸ τέλος τῆς ἁμαρτίας· καὶ ἵνα μετανοήσῃ, αἰσχύνεται; Ἄθλιε, ὅτε περιεπλέκου τῇ πόρνῃ, οὐκ ᾐσχύνου, ἀλλ' ὅτε ἦλθες μετανοῆσαι, τότε αἰσχύνῃ; Αἰσχύνεται εἰπεῖν ὅτι ἐπόρνευσε, καὶ ἐρυθριᾷ· τὸ πρᾶγμα πράττει, καὶ οὐκ ἐρυθριᾷ, καὶ τὸ ῥῆμα ἐρυθριᾷ; ∆ιαβόλου δέ ἐστιν ἡ κακουργία αὕτη. Ἐν τῇ ἁμαρτίᾳ οὐκ ἀφίη 63.836 σιν αὐτὸν αἰσχύνεσθαι, ἀλλὰ δημοσιεύεσθαι· οἶδε γὰρ ὅτι, ἐὰν αἰσχυνθῇ, φεύγει τὴν ἁμαρτίαν· καὶ ἐν τῇ μετανοίᾳ ποιεῖ αὐτὸν αἰσχύνεσθαι· οἶδε γὰρ ὅτι αἰσχυνόμενος οὐ μετανοεῖ. ∆ύο ποιεῖ κακὰ, καὶ τὴν μετάνοιαν ἐπέχει, καὶ εἰς τὴν ἁμαρτίαν ἕλκει. Τί αἰσχύνῃ λοιπόν; ὅτε ἐπόρνευες, οὐκ ᾐσχύνου· καὶ ὅτε τὸ φάρμακον ἐπιτίθησιν, αἰσχύνῃ; ὅτε ἀπαλλάττεις σαυτὸν ἁμαρτίας, αἰσχύνῃ; Τότε ὤφειλες αἰσχύνεσθαι, τότε ἔδει σε αἰσχύνεσθαι, ὅτε ἡμάρτανες· ὅτε ἐγίνου ἁμαρτωλὸς, οὐκ ᾐσχύνου, καὶ ὅτε γίνῃ δίκαιος, αἰσχύνῃ; Λέγε γὰρ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Ὢ φιλανθρωπία ∆εσπότου! οὐκ εἶπεν, Ἵνα μὴ κολασθῇς, ἀλλ', Ἵνα δικαιωθῇς. Οὐκ ἤρκει αὐτῷ, Ἵνα μὴ κολασθῇς, ἀλλὰ καὶ δίκαιον ποιεῖς· καὶ πάνυ. Ἀλλὰ πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ· ∆ίκαιον αὐτὸν ποιεῖ. Καὶ ποῦ τοῦτο ἐποίησεν; Ἐπὶ τοῦ λῃστοῦ· ἵνα εἴποι μόνον ἐκεῖνος· Οὐδὲ φοβῇ σὺ τὸν Θεόν; τῷ ἑταίρῳ ἑαυτοῦ· καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· λέγει· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Οὐκ εἶπεν, Ἀπαλλάττω σε κολάσεως καὶ τιμωρίας, ἀλλ' εἰς τὸν παράδεισον εἰσάγει τὸν δίκαιον. Εἶδες ἀπὸ ἐξομολογήσεως δίκαιον γενόμενον; Πολὺ φιλάνθρωπός ἐστιν ὁ Θεός· Υἱοῦ οὐκ ἐφείσατο, ἵνα δούλου φείσηται· παρέδωκε τὸν Μονογενῆ, ἵνα ἀγοράσῃ δούλους ἀγνώμονας· τὸ αἷμα τοῦ Υἱοῦ αὐτοῦ τιμὴν κατέβαλεν. Ὢ φιλανθρωπίας ∆εσπότου! Καὶ μή μοι λέγε πάλιν· Ἥμαρτον πολλὰ, καὶ πῶς δύναμαι σωθῆναι; Σὺ οὐ δύνασαι, ἀλλ' ὁ ∆εσπότης σου δύναται· καὶ οὕτως ἐξαλείψει σου τὰ ἁμαρτήματα, ὡς μήτε ἴχνος αὐτῶν μεῖναι. Ἐπὶ μὲν γὰρ τῶν σωμάτων οὐκ ἔνι τοῦτο· ἀλλὰ κἂν μυριάκις σπουδάσῃ ὁ ἰατρὸς, κἂν φάρμακα ἐπιθῇ τῷ τραύματι, τὸ μὲν τραῦμα ἠφάνισε, τὴν δὲ οὐλὴν οὐκ ἐξήλειψεν· ἀντιπίπτει γὰρ αὐτῷ ἡ ἀσθένεια τῆς φύσεως, καὶ τὸ ἀνίσχυρον τῆς τέχνης, καὶ τὸ εὐτελὲς τῶν φαρμάκων. Ὁ δὲ Θεὸς, ὅταν ἐξαλείφῃ ἁμαρτήματα, οὐδὲ οὐλὴν ἀφίησιν, οὐδὲ ἴχνος συγχωρεῖ μεῖναι· ἀλλὰ μετὰ τῆς ὑγείας καὶ τὴν εὐμορφίαν χαρίζεται, μετὰ τῆς ἀπαλλαγῆς τῆς κολάσεως καὶ δικαιοσύνην ἐπιδίδωσι, καὶ ποιεῖ τὸν ἡμαρτηκότα ἴσον εἶναι τῷ μὴ ἡμαρτηκότι. Μή ἐστιν ἁμαρτία ἔχουσα ἀπόγνωσιν, ἢ νικῶσα τὴν φιλανθρωπίαν τοῦ Θεοῦ; Καὶ πῶς ὁ Ἰούδας ἀπώλετο; Πῶς; ὅτι οὐκ ἔστιν ἀναγκαστικὴ ἡ μετάνοια. Καὶ μὴν ἄκουσον τί φησι πρὸς αὐτὸν ὁ