213
ἑκάστη. ἔνθα δὴ καὶ εἰς θηρίου βίον ἀνθρωπίνη ψυχὴ ἀφικνεῖται καὶ ἐκ θηρίου, ὅς ποτε ἄνθρωπος ἦν, πάλιν εἰς ἄνθρωπον.» 13.16.9 Καὶ ταῦτα μὲν ἐν Φαίδρῳ· ἐν δὲ τῇ Πολιτείᾳ τοιάδε γράφοντος ἄκουε· «Ἰδεῖν μὲν γὰρ ἔφη ψυχὴν τήν ποτε Ὀρφέως γενομένην κύκνου βίον αἱρουμένην, μίσει τοῦ γυναικείου γένους διὰ τὸν ὑπ' ἐκείνων θάνατον οὐκ ἐθέλουσαν ἐν γυναικὶ γεννηθεῖσαν γενέσθαι. ἰδεῖν δὲ τὴν Θαμύρου ἀηδόνος ἑλομένην· ἰδεῖν δὲ καὶ κύκνον μεταβάλλοντα εἰς ἀνθρωπίνου βίου αἵρεσιν καὶ 13.16.10 ἄλλα ζῷα μουσικὰ ὡσαύτως. εἰκοστὴν δὲ λαχοῦσαν ψυχὴν ἑλέσθαι λέοντος βίον· εἶναι δὲ τὴν Αἴαντος τοῦ Τελαμωνίου, φεύγουσαν ἄνθρωπον γενέσθαι, μεμνημένην τῆς τῶν ὅπλων κρίσεως. τὴν δὲ ἐπὶ τούτῳ Ἀγαμέμνονος, ἔχθρᾳ καὶ ταύτην τοῦ ἀνθρωπίνου γένους διὰ τὰ πάθη, ἀετοῦ διαλλάξαι βίον. ἐν μέσῃ δὲ λαχοῦσαν τὴν Ἀταλάντης ψυχήν, κατιδοῦσαν μεγάλας τιμὰς ἀθλητοῦ ἀνδρὸς οὐ δύνασθαι παρελθεῖν, ἀλλὰ λαβεῖν. μετὰ δὲ ταύτην ἰδεῖν τὴν Ἐπειοῦ τοῦ Πανοπέως εἰς τεχνικῆς γυναικὸς ἰοῦσαν φύσιν. πόρρω δὲ ἐν ὑστά13.16.11 τοις ἰδεῖν τὴν τοῦ γελωτοποιοῦ Θερσίτου πίθηκον ἐνδυομένην. κατὰ τύχην δὲ τὴν Ὀδυσσέως λαχοῦσαν πασῶν ὑστάτην, αἱρησομένην ἰέναι· μνήμῃ δὲ τῶν προτέρων πόνων φιλοτιμίας λελωφηκυῖαν ζητεῖν περιιοῦσαν χρόνον πολὺν βίον ἀνδρὸς ἰδιώτου καὶ ἀπράγμονος καὶ μόγις εὑρεῖν κείμενόν που καὶ παρημελημένον ὑπὸ τῶν ἄλλων καὶ εἰπεῖν ἰδοῦσαν, ὅτι ταῦτ' ἂν ἔπραξε καὶ πρώτη λαχοῦσα, καὶ ἀσμένην ἑλέσθαι. καὶ ἐκ τῶν ἄλλων δὲ θηρίων ὡσαύτως εἰς ἀνθρώπους ἰέναι καὶ εἰς ἄλληλα, τὰ μὲν ἄδικα εἰς τὰ ἄγρια, τὰ δὲ δίκαια εἰς τὰ ἥμερα μεταβαλόντα, καὶ πάσας μίξεις μίγνυσθαι.» 13.16.12 Τοσαῦτα περὶ ψυχῆς ὁ Πλάτων εἰπὼν δῆλός ἐστιν αἰγυπτιάζων τῷ δόγματι· οὐ γὰρ Ἑβραίων ὁ λόγος, ὅτι μηδὲ ἀληθείᾳ φίλος. τοῦτο δ' οὐ καιρὸς ἀπελέγχειν, ὅτι μηδ' αὐτὸς δι' ἀποδείξεων ἐνεχείρησε τῷ προβλήματι. τοσοῦτον δ' εὐλόγως τις ἂν ἐπισημήναιτο, ὡς οὐκ ἦν σύμφωνα τὸν αὐτὸν λέγειν ἅμα τῇ τελευτῇ τὰς ψυχὰς τῶν ἀσεβῶν ἐνθένδε ἀπαλλαττομένας δίκας εἰς Ἅιδου ὧν ἔδρασαν διδόναι κἀκεῖσε τιμωρεῖσθαι εἰς ἄπειρον, καὶ πάλιν φάσκειν αὐτὰς τοὺς ἐνταῦθα βίους κατὰ γνώμην οἰκείαν αἱρεῖσθαι. 13.16.13 ἐνδεῖσθαι γὰρ αὐτὰς εἰς σῶμά φησιν ἐπιθυμίᾳ τοῦ σωματοειδοῦς· καὶ τὰς μὲν ὕβρει καὶ γαστριμαργίᾳ ἐντραφείσας ὄνους γίνεσθαι θηρίων τε ἄλλων ὑποδύνειν σώματα, κατὰ γνώμην ἀλλ' οὐ κατὰ δίκην ταῦτα αἱρουμένας· τοὺς δὲ ἀδίκους καὶ ἅρπαγας λύκους καὶ ἰκτῖνας γίγνεσθαι, ἐθελοντὴν ἐπὶ τοῦτ' ἐλθόντας. εἶτα Ὀρφέως μὲν ψυχὴν κύκνον εἶναι θελῆσαι, Θαμύρου δὲ ἀηδόνος, 13.16.14 Θερσίτην δὲ πιθήκου βίον ἑλέσθαι. ποῦ δ' ἂν οὖν εἴη τὰ τῆς μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν κρίσεως, ἣν ἐν μὲν τῷ Περὶ ψυχῆς ὑπογράφων φησὶν ὡς «ἐπειδὰν ἀφίκωνται οἱ τετελευτηκότες εἰς τὸν τόπον οἷ ὁ δαίμων ἕκαστον κομίζει, καὶ οἳ μὲν ἂν δόξωσι μέσως βεβιωκέναι, πορευθέντες ἐπὶ τὸν Ἀχέροντα, ἀναβάντες ἃ δὴ αὐτοῖς ὀχήματά ἐστιν, ἐπὶ τούτων ἀφικνοῦνται εἰς τὴν λίμνην καὶ ἐκεῖ οἰκοῦσί τε καὶ καθαιρόμενοι τῶν τε ἀδικημάτων διδόντες δίκας ἀπολύονται, εἴ τίς τι ἠδίκηκε, τῶν τε εὐεργεσιῶν τιμὰς φέρονται κατὰ τὴν ἀξίαν ἕκαστος. οἳ δ' ἂν δόξωσιν ἀνιάτως ἔχειν διὰ τὰ μεγέθη τῶν ἁμαρτημάτων, ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας ἢ φόνους ἀδίκους καὶ παρανόμους πολλοὺς ἐξειργασμένοι ἢ ἄλλα ὅσα τοιαῦτα τυγχάνει ὄντα, τούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν Τάρταρον, ὅθεν οὔ ποτε ἐκβαίνουσι.» 13.16.15 Καὶ τὰ μὲν περὶ τῶν ἀσεβῶν ὧδέ πη διῆλθε. περὶ δὲ τῶν εὐσεβῶν ἐπάκουσον ὥς φησι· «Τούτων δὲ αὐτῶν οἱ φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε καμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἔπειτα χρόνον καὶ εἰς οἰκήσεις ἔτι τούτου καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε ὁ χρόνος ἱκανὸς ἐν τῷ παρόντι.» 13.16.16 Καὶ ἐν τῷ Γοργίᾳ δὲ πρόσχες τί καί φησι· «Τὸν μὲν δικαίως τὸν βίον διελθόντα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους