214
ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς τίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι· οἳ δ' ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι γένωνται, ἐκ τούτων τὰ παραδείγματα γίγνεται· καὶ οὗτοι αὐτοὶ μὲν οὐκέτι ὀνίνανται, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς ἁμαρτίας τὰς μεγίστας καὶ ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας τὸν ἀεὶ χρόνον, ἀτεχνῶς παραδείγματα ἀνηρτημένους ἐκεῖ ἐν Ἅιδου ἐν τῷ δεσμωτηρίῳ, τοῖς ἀεὶ τῶν δικῶν ἀφικνουμένοις θεάματα καὶ νουθετήματα.» 13.16.17 Ταῦτα πῶς ἂν δύναιτο συνᾴδειν τοῖς περὶ ἀμοιβῆς σωμάτων, ἃ τὴν ψυχὴν μετιοῦσαν αἱρεῖσθαι φάσκουσι, λόγοις; πῶς γὰρ ἂν ἡ αὐτὴ τιμωρίας καὶ δεσμωτήρια καὶ τοσαύτην δίκην εἰς τὸν ἀεὶ χρόνον μετὰ τὴν ἐνθένδε τελευτὴν ὑφέξει καὶ πάλιν οἵα τις ἀνειμένη καὶ δεσμῶν ἐλευθέρα βίους ἕλοιτ' ἂν οὓς ἂν ἐθέλοι; εἰ δὲ τὰ καθ' ἡδονὴν μέλλοι πάλιν αἱρεῖσθαι, καὶ ποῦ τὸ τῆς τίσεώς τε καὶ δίκης δεσμωτήριον; μυρία δ' ἂν καὶ ἄλλα τις ἐπὶ 13.16.18 σχολῆς ἐπιλάβοιτ' ἂν τοῦ λόγου, ὧν οὐ καιρὸς τὴν διάνοιαν μηκύνειν. καὶ τὸ μὲν πρῶτον ὀλίσθημα τῆς τοῦ Πλάτωνος περὶ τῶνδε δόξης ταύτη πη πέφανται· τὸ δ' ἕτερον τῆς τοῦ δόγματος διασκευῆς, δι' οὗ τὸ μέν τι θεῖον καὶ λογικὸν εἶναι τῆς ψυχῆς, τὸ δέ τι μέρος αὐτῆς ἄλογον καὶ παθητικὸν τυγχάνειν ὡρίσατο, καὶ πρὸς τῶν αὐτοῦ γνωρίμων κατέγνωσται, ὡς μαθεῖν ἔνεστιν ἀπὸ τῶν τοιῶνδε λόγων·
13.17.1 ιζʹ. ΟΤΙ ΜΗ ΕΞ ΑΠΑΘΟΥΣ ΚΑΙ ΠΑΘΗΤΗΣ ΟΥΣΙΑΣ Η ΤΗΣ ΨΥΧΗΣ ΣΥΝΕΣΤΗΚΕ ΦΥΣΙΣ
«Περὶ δὲ τῆς κατὰ Πλάτωνα ψυχῆς, ἥν φησιν ἐξ ἀπαθοῦς καὶ παθητῆς οὐσίας συστῆναι ὑπὸ τοῦ θεοῦ, ὡς ἐκ λευκοῦ καὶ μέλανος τῶν μέσων τι χρωμάτων, ἐκεῖνα ἔχομεν εἰπεῖν, ὅτι ἀνάγκη χρόνῳ διαστάσεως αὐτῶν γιγνομένης ἀφανισθῆναι αὐτήν, ὡς τὴν τοῦ μέσου χρώματος σύστασιν, ἐπὶ τὰ οἰκεῖα ἑκάστου ἐξ ὧν συνέστη ἐν χρόνῳ φύσει χωριζομένου. εἰ δὲ τοῦτο, 13.17.2 φθαρτὴν ἀποφανοῦμεν, ἀλλ' οὐκ ἀθάνατον τὴν ψυχήν. εἰ γὰρ τοῦτο ὁμολογεῖται μηδὲν τῶν ἐν τῇ φύσει ὄντων ἄνευ τοῦ ἐναντίου εἶναι τά τε ἐν τῷ κόσμῳ ἐκ τῆς τῶν ἐναντίων φύσεως ὑπὸ θεοῦ κεκοσμῆσθαι, φιλίαν αὐτοῖς καὶ κοινωνίαν ἐμποιήσαντος αὐτοῦ, οἷον τῷ ξηρῷ πρὸς τὸ ὑγρὸν καὶ τῷ θερμῷ πρὸς τὸ ψυχρὸν τῷ τε βαρεῖ πρὸς τὸ κοῦφον λευκῷ τε πρὸς τὸ μέλαν γλυκεῖ τε πρὸς πικρὸν σκληρῷ τε πρὸς μαλακὸν καὶ πᾶσι τοῖς τοιούτοις μίαν ἄλλην πάντων κοινωνίαν τῇ τε ἀπαθεῖ οὐσίᾳ πρὸς τὴν παθητήν, τὰ δὲ κραθέντα καὶ μιχθέντα χωρισμὸν τὸν ἀπ' ἀλλήλων ἐν χρόνῳ φύσει ἐπιδέχεται, ἡ δὲ ψυχὴ ἐξ ἀπαθοῦς καὶ παθητῆς οὐσίας γεγονέναι ὑποκείσεται, ἀνάγκη ὡς τὸ μέσον χρῶμα οὕτω καὶ ταύτην ἐν χρόνῳ φύσει ἀφανισθῆναι, τῶν ἐν 13.17.3 τῇ συστάσει αὐτῆς ἐναντίων ἐπὶ τὴν οἰκείαν φύσιν ἐπειγομένων. ἦ γὰρ οὐχ ὁρῶμεν καὶ τὸ φύσει βαρύ, κἂν ὑφ' ἡμῶν ἤ τινος ἔξωθεν φυσικῆς προσ γενομένης αὐτῷ κουφότητος ἄνω φέρηται, ὡς αὐτὸ ὁμοίως ἐπὶ τὴν οἰκείαν φύσιν κάτω βιάζεται, ὁμοίως δὲ καὶ τὸ φύσει κοῦφον, κατὰ τὰς ὁμοίας ἔξωθεν αἰτίας κάτω φερόμενον, ὡς αὐτὸ ὁμοίως ἐπὶ τὰ ἄνω βιάζεται; τὰ γὰρ ἐκ δύο τινῶν ἀλλήλοις ἐναντίων εἰς ταὐτὸν συναχθέντα ἀδύνατον ἐν τῷ αὐτῷ ἀεὶ εἶναι, μὴ τρίτου τινὸς τῆς τῶν ὄντων οὐσίας ἀεὶ ἐνόντος αὐτοῖς. 13.17.4 ἀλλὰ γὰρ οὐκ ἔστι ψυχὴ τρίτον τι πρᾶγμα ἐκ δύο ἐναντίων ἀλλήλοις σύνθετον, ἁπλοῦν δὲ καὶ τῇ αὐτῇ φύσει ἀπαθὲς καὶ ἀσώματον· ὅθεν Πλάτων 13.17.5 καὶ οἱ μετ' αὐτοῦ ἀθάνατον αὐτὴν ἔφασαν εἶναι. ἐπειδὴ δὲ τὸν ἄνθρωπον ἐκ ψυχῆς καὶ σώματος κοινός ἐστι πάντων λόγος γεγονέναι, τὰ δ' ἐν ἡμῖν ἄνευ σώματος ἑκουσίως καὶ ἀκουσίως γιγνόμενα πάθη τῆς ψυχῆς εἶναι λέγεται, οἱ