1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

214

σώματος, κἂν ὁ ποῦς δέξηται τραῦμα, τὴν κεφαλὴν ἐπικύπτουσαν ὁρῶμεν· καίτοι τί ταύτης σεμνότερον; ἀλλ' οὐχ ὁρᾷ τὴν ἀξίαν ἐν τῷ καιρῷ τῆς συμφορᾶς· οὕτω καὶ σὺ ποίησον. ∆ιὰ τοῦτο καὶ Παῦλος παραινεῖ χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Ἀλλ' ὅπερ ἔλεγον, σκόπει πῶς δέδοικε τὴν ἀπόγνωσιν ὁ Παῦλος, ὡς μέγα ὅπλον τοῦ διαβόλου. 63.838 Εἰπὼν γὰρ, Κυρώσατε εἰς αὐτὸν ἀγάπην, καὶ τὴν αἰτίαν προστίθησι· Μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Ἐν τῇ φάρυγγι τοῦ λύκου, φησὶν, ἐστὶ τὸ πρόβατον· φθάσωμεν τοίνυν, προεξαρπάσωμεν, πρὶν ἢ καταπίῃ καὶ διαφθείρῃ τὸ μέλος ἡμῶν. Ἐν κλυδωνίῳ νῦν ἐστιν ἡ ναῦς· πρὸ τοῦ ναυαγίου διασῶσαι αὐτὴν σπουδάσωμεν. Καθάπερ γὰρ θαλάττης αἰρομένης, καὶ κυμάτων πάντοθεν κορυφουμένων, ὑποβρύχιον γίνεται τὸ σκάφος· οὕτω καὶ ψυχὴ, τῆς ἀθυμίας αὐτὴν πάντοθεν περιστοιχιζομένης, ἀποπνίγεται ταχέως, εἰ μή τινα ἔχῃ τὸν χεῖρα ὀρέγοντα· καὶ ἡ σωτήριος ἐπὶ τοῖς ἁμαρτήμασι λύπη, ὀλέθριος ἐπὶ τῆς ἀμετρίας γίνεται. Εἰδὼς τοίνυν ὁ Παῦλος ὅπερ ἐποίησεν ὁ διάβολος ἐπὶ τοῦ Ἰούδα, ἔδεισε μὴ καὶ ἐνταῦθα γένηται τοῦτο. Τί δὲ ἐποίησεν ἐπὶ τοῦ Ἰούδα; Μετενόησεν ὁ Ἰούδας· Ἥμαρτον γὰρ, φησὶ, παραδοὺς αἷμα ἀθῶον. Ἤκουσε τῶν ῥημάτων τούτων ὁ διάβολος· ἔγνω τῆς ἐπὶ τὸ βέλτιον ἀρχόμενον ὁδοῦ, καὶ πρὸς σωτηρίαν βαδίζοντα, καὶ ἐφοβήθη τὴν μεταβολήν. Φιλάνθρωπον, φησὶν, ἔχει ∆εσπότην· ὅτε ἔμελλεν αὐτὸν προδιδόναι, ἐδάκρυσεν αὐτὸν, καὶ μυρία παρεκάλεσεν· οὐ πολλῷ μᾶλλον μετανοοῦντα δέξεται; ἀδιόρθωτον ὄντα ἐφειλκύσατο καὶ ἐκάλεσεν· οὐ πολλῷ μᾶλλον διορθωθέντα καὶ τὴν ἁμαρτίαν ἐπιγνόντα ἐπισπάσεται; ∆ιὰ γὰρ τοῦτο καὶ σταυρωθῆναι ἦλθε. Τί οὖν ἐποίησεν; ἐθορύβησεν αὐτῷ, ἐσκότωσε τῇ τῆς ἀθυμίας ὑπερβολῇ, ἐδίωξεν, ἤλασεν, ἕως ἐπὶ τὸν βρόχον ἤγαγε, καὶ τῆς παρούσης ὑπεξήγαγε ζωῆς, καὶ τῆς προθυμίας τῆς κατὰ τὴν μετάνοιαν ἀπεστέρησεν. Ὅτι γὰρ, εἰ ἔζη, καὶ αὐτὸς ἐσώθη ἂν, δῆλον ἐκ τῶν σταυρωσάντων. Εἰ γὰρ τοὺς ἐπὶ τὸν σταυρὸν αὐτὸν ἀναβιβάσαντας ἔσωσε, καὶ ἐν αὐτῷ τῷ σταυρῷ ὢν παρεκάλει τὸν πατέρα, καὶ συγγνώμην αὐτοῖς ᾔτει τοῦ τολμήματος· εὔδηλον ὅτι καὶ τὸν προδότην, εἰ νόμῳ τῷ προσήκοντι τὴν μετάνοιαν ἐπεδείξατο, μετὰ πάσης ἂν εὐμενείας ἐδέξατο. Ἀλλ' ἐκεῖνος οὐκ ἠνέσχετο ἐμμεῖναι τῷ φαρμάκῳ, τῇ περισσοτέρᾳ λύπῃ καταποθείς. Τοῦτο τοίνυν ὁ Παῦλος φοβούμενος, ἐπείγει τοὺς Κορινθίους ἐξαρπάσαι τῆς φάρυγγος τοῦ διαβόλου τὸν ἄνθρωπον. Καὶ τί χρὴ λέγειν τὰ Κορινθίων; Πέτρος μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν ἠρνήσατο τρὶς, καὶ δακρύσας ἀπήλειψεν ἅπαντα· ἡ πόρνη δάκρυσι τὸν ∆εσπότην ἐξευμενίσατο· Παῦλος ὁμολογῶν τὸ ἁμάρτημα, διδάσκαλος τῶν μετανοούντων ἐγένετο. Ταύτας τὰς ἐμπλάστρους λαβόντες, τὰ τραύματα ἑαυτῶν θεραπεύσωμεν, λέγοντες· Ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Ἀποδεξάμενος γὰρ ἡμᾶς ὁ ἰατρὸς λέξει· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι ἔτι. Ἴδε πόσα φάρμακα κατεσκεύασέ σοι ὁ ἰατρός· οἷον θέλεις αὐτὸς ἐπίλεξον. Ποικιλίαν σοι βοηθημάτων ἐπέδειξε πρὸς τὴν τῶν τραυμάτων διαφοράν. Εἰ μὴ δύνασαι νηστεῦσαι, ὡς οἱ Νινευῖται, κἂν, ὡς ἡ πόρνη, δάκρυσι τὰς ἁμαρτίας ἀπόπλυνον· εἰ μὴ δύνασαι ἐλεῆσαι, ἐξαγόρευσόν σου τὰς ἁμαρτίας· ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ κατάφυγε μετὰ τοῦ ∆αυῒδ λέγων· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Οὐ γάρ ἐστι δῆγμα ἐχίδνης, ἵνα πρὸς αὐτὸ ἐπιθῶ φάρμακον, οὐδὲ σπῖλος ἀπὸ βορβόρου γενόμενος, ἵνα ὕδατι αὐτὸν ἀποπλύνω· ἀλλὰ ἀπὸ δήγματος διαβόλου ἐστὶ τὸ τραῦμα, τοῦ ἐλέους τῆς σῆς φιλανθρωπίας δεόμενον. Μόνον πρόσελθε αἰτῶν· ἐπιστάξει γὰρ τὸ ἔλαιον ὁ φιλάνθρωπος, 63.839 ὁ εἰπὼν, ὅτι Ἐὰν ἐπιστρέψῃ ὁ ἄνομος ἐκ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, οὐ μνησθήσομαι τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησεν. Ἐπιστρέψωμεν τοίνυν, παρακαλέσωμεν, ἀποπλύνωμεν διὰ τῶν δακρύων τὸν ῥύπον τῆς ἁμαρτίας, κρούσωμεν τὸ στῆθος, τύψωμεν 63.840 μέτωπον, εἰς αἴσθησιν ἔλθωμεν ὧν ἡμάρτομεν ἵνα καὶ ἡμεῖς παρὰ τοῦ Κυρίου ἀκούσωμεν τὸ, Σήμερον μετ' ἐμοῦ ἔσεσθε