215
μὲν πολλοὶ τούτῳ τεκμαιρόμενοι παθητὴν εἶναι τὴν οὐσίαν αὐτῆς, θνη13.17.6 τὴν αὐτὴν εἶναι λέγουσι καὶ σωματοειδῆ, ἀλλ' οὐκ ἀσώματον. ὁ δὲ Πλάτων τῷ φύσει αὐτῆς ἀπαθεῖ προσηναγκάσθη τὴν παθητὴν οὐσίαν προσυφᾶναι. ὅτι δὲ μηδετέρως ἔχει, ἐξ ὧν ἑκάτεροι εἰρήκασι, Πλάτων τε καὶ οἱ ἄλλοι, πειρασόμεθα τῷ λόγῳ, τὰς ἐν ἡμῖν ἐνεργούσας δυνάμεις παραθέντες, προσβιβάσαι.» 13.17.7 Ταῦτά μοι ἀπὸ τῶν Σευήρου τοῦ Πλατωνικοῦ Περὶ ψυχῆς προκείσθω. σκέψαι δὲ πρὸς τοῖς εἰρημένοις καὶ τόδε·
13.18.1 ιηʹ. ΠΕΡΙ ΟΥΡΑΝΟΥ ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΩΙ ΦΩΣΤΗΡΩΝ Συμφώνως Ἑβραίοις καὶ τὸν περὶ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ φαινομένων ἀποδοὺς λόγον, καθ' ὃν γενητὰ εἶναι πρὸς τοῦ τῶν ὅλων αἰτίου πεποιη μένα μετέχειν τε τῆς σωματικῆς καὶ φθαρτῆς οὐσίας συνέστη, οὐκέθ' ὁμοίως Ἑβραίοις σέβειν αὐτὰ νομοθετεῖ καὶ θεοὺς ἡγεῖσθαι, ὧδε φάσκων ἐν Ἐπινομίδι· 13.18.2 «Τίνα δὴ καὶ σεμνύνων ποτὲ λέγω θεόν, ὦ Μέγιλλε καὶ Κλεινία; σχεδὸν οὐρανόν, ὃν καὶ δικαιότατον, ὡς ξύμπαντες ἄλλοι δαίμονες ἅμα καὶ θεοί, τιμᾶν τε καὶ εὔχεσθαι διαφερόντως αὐτῷ· τὸ δὲ καὶ τῶν ἄλλων αἴτιον ἀγαθῶν πάντων ἡμῖν αὐτὸν γεγονέναι πάντες ἂν ὁμολογοῖμεν.» 13.18.3 Εἶθ' ὑποβὰς ἐν τῷ αὐτῷ προστίθησι ταῦτα· «Θεοὺς δὲ δὴ τοὺς ὁρατούς, μεγίστους καὶ τιμιωτάτους καὶ ὀξύτατον ὁρῶντας πάντη, τοὺς πρώτους τὴν τῶν ἄστρων φύσιν λεκτέον καὶ ὅσα μετὰ τούτων αἰσθανόμεθα γεγονότα, μετὰ δὲ τούτους καὶ ὑπὸ τούτοις ἑξῆς δαίμονας, ἀέριον δὲ γένος ἔχον ἕδραν τρίτην καὶ μέσην, τῆς ἑρμηνείας αἴτιον, εὐχαῖς τιμᾶν μάλα χρεὼν χάριν τῆς εὐφήμου διαπορείας.» 13.18.4 ∆ιὰ τούτων θεοὺς εἰπὼν εἶναι τοὺς δηλωθέντας περὶ τῆς πρώτης αὐτῶν συστάσεως φυσιολογῶν ἐν Τιμαίῳ τοιάδε διεξέρχεται· «Ὅ τι πῦρ πρὸς ἀέρα, τοῦτο ἀὴρ πρὸς ὕδωρ καὶ ὅ τι ἀὴρ πρὸς ὕδωρ, τοῦτο ὕδωρ πρὸς γῆν ξυνέδησε καὶ ξυνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν. καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη δι' ἀναλογίας ὁμολογῆσαν φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστ' εἰς ταὐτὸν αὑτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι.» 13.18.5 Εἶτ' ἐπιλέγει· «Ψυχὴν δὲ εἰς τὸ μέσον αὐτοῦ θεὶς διὰ παντός τε ἔτεινε καὶ ἔτι ἔξωθεν τὸ σῶμα αὐτῇ περιεκάλυψε, καὶ κύκλῳ δὴ κύκλον στρεφόμενον οὐρανὸν μόνον ἕνα ἔρημον κατέστησε.» 13.18.6 Καὶ πάλιν ὑποβὰς ἐπιφέρει λέγων· «Ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ τοιαύτης πρὸς χρόνου γένεσιν, ἵνα γενηθῇ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλανητά, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονε· σώματα δὲ αὐτῶν ἑκάστων ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφοράς, ἃς ἡ θατέρου περίοδος ᾔει.» 13.18.7 Καὶ ἐπιλέγει· «∆εσμοῖς τε ἐμψύχοις σώματα δεθέντα ζῷα ἐγενήθη τό τε προσταχθὲν ἔμαθε.» 13.18.8 Καὶ ἐν τῷ δεκάτῳ τῶν Νόμων καθόλου περὶ πάσης ψυχῆς ἀποφαίνεται λέγων ὧδε· «Μεταβάλλει μέντοιγε πάνθ' ὅσα μέτοχά ἐστι ψυχῆς, ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν· μεταβαλόντα δὲ φέρεται κατὰ τὴν τῆς εἱμαρμένης τάξιν καὶ νόμον. μικρότερα μὲν τῶν ἠθῶν μεταβαλόντα ἐλάττω κατὰ τὸ τῆς χώρας ἐπίπεδον μεταπορεύεται, πλείω δὲ καὶ ἀδικώτερα μεταπεσόντα εἰς βάθος.» 13.18.9 Εἰ δὴ οὖν «μεταβάλλει πάνθ' ὅσα μέτοχά ἐστι ψυχῆς ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν,» οὐρανὸς δὲ καὶ ἥλιος καὶ σελήνη μέτοχά ἐστι ψυχῆς κατ' αὐτὸν τὸν Πλάτωνα, καὶ ταῦτα ἄρα μεταβάλλοι ἂν ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν κατὰ τὸν αὐτοῦ λόγον. πῶς οὖν πάλιν ἀϊδίους αὐτοὺς εἶναι καὶ διὰ τοῦτο θεούς φησι, καίπερ ἐν σώματι φθαρ13.18.10 τῷ ὄντας καὶ λυθῆναι οἵους τε; λέγει δ' οὖν πάλιν ἐν Τιμαίῳ·