1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

217

καὶ τῶν παρ' Ἑβραίοις προφητῶν τὸ ἐλλιπὲς ἐπι 13.18.18 δεικνὺς αὐτοῦ τῆς διανοίας. καίτοι παρῆν τῷ καταμέμφεσθαι παρεσκευασμένῳ μυρί' ἄττα καταιτιᾶσθαι, οἷα τὰ σεμνὰ καὶ σοφὰ αὐτῷ περὶ γυναικῶν ἐν Πολιτείᾳ διατεταγμένα ἢ οἷα τὰ περὶ ἔρωτος ἐκθέσμου σεσεμνολογημένα ἐν Φαίδρῳ. σὺ δ', εἰ καὶ τούτων ἐπακοῦσαι ποθεῖς, ἀνάγνωθι τάσδε αὐτοῦ λαβὼν τὰς φωνάς·

13.19.1 ιθʹ. ΟΠΟΙΑ ΠΕΡΙ ΓΥΝΑΙΚΩΝ Ο ΠΛΑΤΩΝ ∆ΙΕΤΑΞΑΤΟ «Ἴσως δή, εἶπον, παρὰ τὸ εἰωθὸς γελοῖα ἂν φαίνοιτο πολλὰ περὶ τὰ νῦν δὴ λεγόμενα, εἰ πράξεται ᾗ λέγεται. Καὶ μάλα, ἔφη. Τί δέ, ἦν δ' ἐγώ, γελοιότατον αὐτῶν ὁρᾷς; ἢ δηλαδὴ ὅτι γυμνὰς τὰς γυναῖκας ἐν ταῖς παλαίστραις γυμναζομένας μετὰ τῶν ἀνδρῶν, οὐ μόνον τὰς νέας, ἀλλ' ἤδη καὶ τὰς πρεσβυτέρας, ὥσπερ τοὺς γέροντας ἐν τοῖς γυμνασίοις, ὅταν ῥυσοὶ καὶ μὴ ἡδεῖς τὴν ὄψιν ὅμως φιλογυμναστῶσι.» 13.19.2 Καὶ ἐπιλέγει ἑξῆς· «Ὁ δὲ γελῶν ἀνὴρ ἐπὶ γυμναῖς ταῖς γυναιξὶ τοῦ βελτίστου ἕνεκα γυμναζομέναις, «ἅτε δὴ τοῦ γελοίου σοφίας δρέπων καρπόν,» οὐδὲ οἶδεν, ὡς ἔοικεν, ἐφ' ᾧ γελᾷ.» 13.19.3 Φησὶ δὲ καὶ ἐν ἑβδόμῳ τῶν Νόμων· «Ὡς ἄρα δεήσει τοὺς παῖδας καὶ τὰς παῖδας ὀρχεῖσθαι, δῆλα δή, καὶ γυμνάζεσθαι μανθάνειν·» καί· «Τοῖς μὲν παισὶν ὀρχησταί, ταῖς δὲ ὀρχηστρίδες ἂν εἶεν πρὸς τὸ διαπονεῖν οὐκ ἀνεπιτηδειότερον.» Τίθησι δ' ἐν αὐτῷ καὶ τάδε· «Ἡ δὲ αὖ που παρ' ἡμῖν κόρη καὶ δέσποινα, εὐφρανθεῖσα τῇ τῆς χορείας παιδείᾳ, οὐκ ᾠήθη δεῖν κεναῖς χερσὶν ἀθύρειν, πανοπλίᾳ δὲ παντελεῖ κοσμηθεῖσα οὕτω τὴν ὄρχησιν διαπεραίνειν· ἃ δὴ πάντως μιμεῖσθαι πρέπον ἂν εἴη κόρους τε ἅμα καὶ κόρας.» 13.19.4 Καὶ πολεμεῖν δὲ γυναιξὶν ὧδέ πη νομοθετεῖ· «Ἐν δὲ τούτοις πᾶσι δεῖ διδασκάλους ἑκάστων πεπεισμένους μισθοῖς, οἰκοῦντας ξένους, διδάσκειν τε πάντα ὅσα πρὸς τὸν πόλεμόν ἐστι μαθήματα τοὺς φοιτῶντας ὅσα τε πρὸς μουσικήν, οὐχ ὃν μὲν ἂν ὁ πατὴρ βούληται, φοιτῶντα, ὃν δ' ἂν μή, ἐῶντα τὰς παιδείας, ἀλλὰ τὸ λεγόμενον πάντα ἄνδρα καὶ παῖδα κατὰ τὸ δυνατόν, ὡς τῆς πόλεως μᾶλλον ἢ τῶν γεννητόρων ὄντας, παι13.19.5 δευτέον ἐξ ἀνάγκης. ταὐτὰ δὲ δὴ καὶ περὶ θηλειῶν ὁ μὲν ἐμὸς νόμος ἂν εἴποι πάντα, ὅσαπερ καὶ περὶ τῶν ἀρρένων, ἴσα καὶ τὰς θηλείας ἀσκεῖν δεῖν· καὶ οὐδὲν φοβηθεὶς εἴποιμ' ἂν τοῦτον τὸν λόγον οὔτε ἱππικῆς οὔτε γυμναστικῆς, ὡς ἀνδράσι μὲν πρέπον ἂν εἴη, γυναιξὶ δὲ οὐκ ἂν πρέπον.» 13.19.6 Καὶ πάλιν ἑξῆς ὑποβάς φησι· «Γυμνάσια τιθῶμεν καὶ τὰ περὶ τὸν πόλεμον πάντα τοῖς σώμασι διαπονήματα τοξικῆς τε καὶ πάσης ῥίψεως καὶ πελταστικῆς καὶ ἁπάσης ὁπλομαχίας καὶ διεξόδων τακτικῶν καὶ ἁπάσης πορείας στρατοπέδων καὶ στρατοπεδεύσεων καὶ ὅσα εἰς ἱππικὴν μαθήματα ξυντείνει. πάντων γὰρ τούτων διδασκάλους τε εἶναι δεῖ κοινούς, ἀρνυμένους μισθὸν παρὰ τῆς πόλεως, καὶ τούτων μαθητὰς τοὺς ἐν τῇ πόλει παῖδάς τε καὶ ἄνδρας καὶ κόρας καὶ γυναῖκας πάντων τούτων ἐπιστήμονας· κόρας μὲν οὔσας ἔτι πᾶσαν τὴν ἐν ὅπλοις ὄρχησιν καὶ μάχην μεμελετηκυίας, γυναῖκας δὲ διεξόδων καὶ τάξεων καὶ θέσεως καὶ ἀναιρέσεως ὅπλων ἡμμένας.» 13.19.7 Ἀλλ' οὐδὲ τούτοις ὁ Ἑβραίων ἐπινεύσει λόγος, ἀντιφθέγξεται δὲ πάντως τἀναντία, μηδ' ἐπ' ἀνδρῶν ῥώμαις, μὴ ὅτι γε γυναικῶν τὴν ἐν πολέμοις ἀνατιθεὶς κατόρθωσιν, πάντα δὲ εἰς θεὸν ἀνάγων καὶ τὴν συμμαχίαν τὴν παρὰ τοῦδε. λέγει δ' οὖν· «Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν. ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην 13.19.8 ἠγρύπνησεν ὁ φυλάσσων.» ὁ δέ γε θαυμαστὸς φιλόσοφος θέα ὡς καὶ εἰς τὸν γυμνικὸν εἰσάγει τὰς γυναῖκας ἀγῶνα, ὧδέ πη λέγων· «Γυναιξὶ δέ, κόραις μὲν ἀνήβοις γυμναῖς στάδιον καὶ δίαυλον καὶ ἔφιππον