217
ἔπραττεν, ἀλλὰ καὶ ἐν οἷς ἔλεγε, ποικίλος τις ἦν καὶ παντοδαπός· οὐχὶ μεταβαλλόμενος τὴν γνώμην, οὐδὲ ἕτερος ἐξ ἑτέρου γινόμενος, ἀλλὰ μένων ὅπερ ἦν, καὶ τῶν εἰρημένων ἕκαστον πρὸς τὴν παροῦσαν μεταχειρίζων χρείαν. ∆ιά τοι τοῦτο οὐκ ἄν τις ἁμάρτοι λειμῶνα ἀρετῶν καὶ παράδεισον πνευματικὸν καλέσας τὴν Παύλου ψυχήν· οὕτω πολλῇ μὲν ἤνθει τῇ χάριτι, ἀξίαν δὲ τῆς χάριτος ἐπεδείκνυτο τὴν φιλοσοφίαν τῆς ψυχῆς. Ἐπειδὴ γὰρ σκεῦος ἐκλογῆς γέγονε, καὶ καλῶς ἑαυτὸν ἐξεκάθηρε, δαψιλὴς ἡ τοῦ Πνεύματος ἐξεχύθη εἰς αὐτὸν δωρεά· ὅθεν ἡμῖν καὶ τοὺς θαυμαστοὺς ἔτεκε ποταμοὺς, οὐ κατὰ τὴν τοῦ παραδείσου πηγὴν, τέσσαρας μόνους, ἀλλὰ πολλῷ πλείους καθ' ἑκάστην ῥέοντας τὴν ἡμέραν, οὐ τὴν γῆν ἄρδοντας, ἀλλὰ τὰς τῶν ἀνθρώπων ψυχὰς εἰς καρπογονίαν ἀρετῆς διεγείροντας. Ἀλλ' ἵνα μὴ παρὰ τῆς ἡμετέρας γλώττης ἀκούητε τὰ παρὰ τοῦ μακαρίου τούτου κατορθώματα, καὶ τὴν ἀνδρείαν, ἣν ὑπὲρ τοῦ κηρύγματος τῆς εὐσεβείας καθ' ἑκάστην ἐπεδείκνυτο, ἀναγκαῖον αὐτοῦ ἀκοῦσαι λέγοντος. Ἡνίκα γὰρ εἰς ἀνάγκην κατέστη διὰ τὴν τῶν ψευδαποστόλων ἀπάτην τὰ ἑαυτοῦ διηγεῖσθαι, οὕτω πως ἤρξατο μετὰ τὸ πολλὰ ἕτερα εἰπεῖν· ∆ιάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλα 63.842 βον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν ψευδαδέλφοις, κινδύνοις ἐν πόλεσι, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ· ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψῃ, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτός. Εἰπὼν δὲ, Χωρὶς τῶν παρεκτὸς, ᾐνίξατο, ὅτι τὰ παραλειφθέντα πλείονα εἰκὸς εἶναι τῶν εἰρημένων. Εἶτα πάλιν φησίν· Ἡ ἐπισύστασίς μου ἡ καθ' ἡμέραν, ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν. Εἶδες πλάτος ψυχῆς; εἶδες διανοίας μέγεθος; Ὅσην γὰρ ὁ ἥλιος διατρέχει γῆν τὰς οἰκείας ἀκτῖνας ἀφιεὶς, τοσαύτην καὶ ὁ μακάριος οὗτος εἶχε τὴν μέριμναν καὶ τὴν φροντίδα. ∆ιὸ καὶ ἔλεγε· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Βαβαί! πόση τοῦ ἀνδρὸς τούτου ἡ φιλοστοργία! πόση ἡ ἀγρυπνία! πόση ἡ μέριμνα! ποία μήτηρ οὕτω διακόπτεται τὰ σπλάγχνα, τοῦ παιδὸς αὐτῆς πυρέττοντος καὶ ἐπὶ τῆς κλίνης κειμένου, ὡς ὁ μακάριος οὗτος ὑπὲρ τῶν ἐν ἑκάστῳ τόπῳ ἀσθενούντων μᾶλλον ἠσθένει, καὶ ὑπὲρ τῶν σκανδαλιζομένων ἐπυροῦτο; Τίς οὖν ἀρκέσει λόγος τοῖς τούτου κατορθώμασιν; ἢ ποία δυνήσεται γλῶσσα ἐφικέσθαι τῶν ἐγκωμίων τῶν ἐκείνου; Ὅταν γὰρ ἅπαντα τὰ ἐν ἀνθρώποις καλὰ συλλαβοῦσα ἔχῃ ψυχὴ μία, καὶ πάντα μεθ' ὑπερβολῆς, οὐ μόνον δὲ τὰ τῶν ἀνθρώπων, ἀλλὰ καὶ τὰ τῶν ἀγγέλων, πῶς περιεσόμεθα τοῦ μεγέθους τῶν ἐγκωμίων; Οὐ μὴν διὰ τοῦτο σιγήσομεν, ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἐροῦμεν. Καὶ γὰρ καὶ τοῦτο ἐγκωμίου μέγιστον εἶδος, τὸ νικᾷν τῶν κατορθωμάτων τὸ μέγεθος μετὰ πάσης περιουσίας τοῦ λόγου τὴν εὐκολίαν, καὶ ἡ ἧττα μυρίων ἡμῖν ἐστι λαμπροτέρα τροπαίων. Πόθεν οὖν εὔκαιρον ἅψασθαι τῶν ἐγκωμίων; πόθεν δὲ ἄλλοθεν, ἢ ἀπ' αὐτοῦ πρώτου δεῖξαι τὰ πάντων ἔχοντα ἀγαθά; Εἴτε γὰρ προφῆται ἐπεδείξαντό τι γενναῖον, εἴτε πατριάρχαι, εἴτε δίκαιοι, εἴτε ἀπόστολοι, εἴτε μάρτυρες, πάντα ταῦτα ὁμοῦ συλλαβὼν ἔχει μετὰ τοσαύτης ὑπερβολῆς, μεθ' ὅσης οὐδεὶς ἐκείνων, ὅπερ ἕκαστος εἶχε καλὸν, ἐκέκτητο. Σκόπει δέ· Προσήνεγκεν Ἄβελ θυσίαν, καὶ ἐντεῦθεν ἀνακηρύττεται· ἀλλ' ἐὰν τὴν Παύλου θυσίαν εἰς μέσον ἀγάγῃς, τοσοῦτον δείκνυται βελτίων ἐκείνης, ὅσον τῆς γῆς ὁ οὐρανός. Ποίαν οὖν βούλεσθε εἴπω; οὐδὲ γὰρ μία μόνον ἐστί. Καὶ γὰρ ἑαυτὸν καθ' ἑκάστην κατέθυε τὴν ἡμέραν· καὶ ταύτην πάλιν διπλῆν ἐποίει τὴν προσφορὰν, τοῦτο μὲν, καθ' ἑκάστην ἀποθνήσκων, τοῦτο δὲ, τὴν νέκρωσιν ἐν τῷ σώματι αὐτοῦ περιφέρων. Καὶ γὰρ πρὸς κινδύνους διηνεκῶς παρετάττετο, καὶ ἐσφάττετο τῇ