218
καὶ δόλιχον, ἐν αὐτῷ τῷ δρόμῳ ἁμιλλωμέναις· ταῖς δὲ τριακαιδεκέτεσι μέχρι γάμου μενούσαις κοινωνίας μὴ μακρότερον εἴκοσιν ἐτῶν μηδ' ἔλαττον ὀκτωκαίδεκα, πρεπούσῃ δὲ στολῇ ταύταις ἐσταλμέναις καταβατέον ἐπὶ τὴν 13.19.9 ἅμιλλαν τούτων τῶν δρόμων. καὶ τὰ μὲν περὶ δρόμους ἀνδράσι τε καὶ γυναιξὶ ταῦτ' ἔστω· τὰ δὲ κατ' ἰσχύν, ἀντὶ μὲν πάλης καὶ τῶν τοιούτων τὰ νῦν, ὅσα βαρέα, τὴν ἐν τοῖς ὅπλοις μάχην ἕνα τε πρὸς ἕνα διαμαχομένους καὶ δύο πρὸς δύο.» 13.19.10 Καὶ ἑξῆς εἰπών· «Ταὐτὸν δὴ καὶ τοὺς περὶ ὁπλομαχίαν ἄκρους παρακαλοῦντας χρὴ τούτους νομοθετεῖν κελεύειν» ἐπιφέρει λέγων· «Τὰ αὐτὰ δὲ καὶ περὶ τῶν θηλειῶν ἔστω νομοθετούμενα, τῶν μέχρι γάμων.» 13.19.11 Εἶτα πάλιν τούτοις ἑξῆς συνάψας τοὺς περὶ πελταστικῆς καὶ παγκρατίου καὶ τόξου λίθων τε ἐκ χειρὸς βολῆς καὶ διὰ σφενδόνης νόμους ἵππων τε πέρι ἀγῶνος, πάλιν κἀνταῦθα περὶ τῶν θηλειῶν ἐπάγει λέγων· «Θηλείας δὲ περὶ τούτων νόμοις μὲν καὶ ἐπιτάξεσιν οὐκ ἄξια βιάζεσθαι τῆς κοινωνίας· ἐὰν δὲ ἐξ αὐτῶν τῶν ἔξωθεν παιδεύματα εἰς ἔθος ἰόντων ἡ φύσις ἐνδέχηται καὶ μὴ δυσχεραίνῃ παῖδας ἢ παρθένους κοινωνεῖν, ἐᾶν καὶ μὴ ψέγειν.» 13.19.12 Τοσαῦτα τοῦ Πλάτωνος τὰ περὶ γυναικῶν. τοῦ δ' αὐτοῦ καὶ ὁ θαυμάσιος ὅδε τυγχάνει νόμος· «Ἐάν τις παῖδας θηλείας καταλίπῃ, δι' ἀδελφῶν τε καὶ ἀδελφιδῶν ἐπανιὼν ἔμπροσθεν μὲν τῶν ἀρρένων, ὕστερον δὲ θηλειῶν ἑνὶ γένει· τὴν δὲ τοῦ τῶν γάμων χρόνου συμμετρίαν τε καὶ ἀμετρίαν δικαστὴς σκοπῶν κρινέτω, γυμνοὺς μὲν τοὺς ἄρρενας, γυμνὰς δὲ ὀμφαλοῦ μέχρι θεώμενος τὰς θηλείας.» Ἀλλὰ καὶ ἐν ταῖς ἑορταῖς δεῖν αὐτάς φησι γυμνὰς χορεύειν ἐν ἕκτῳ τῶν Νόμων λέγων οὕτως· 13.19.13 «Τῆς οὖν τοιαύτης σπουδῆς ἕνεκα χρὴ καὶ τὰς παιδείας ποιεῖσθαι χορεύοντάς τε καὶ χορευούσας κόρους τε καὶ κόρας καὶ ἅμα δὴ θεωροῦντάς τε καὶ θεωρουμένους μετὰ λόγου τε καὶ ἡλικίας τινὸς ἐχούσης εἰκυίας προφάσεις γυμνοὺς καὶ γυμνὰς μέχρι περ αἰδοῦς σώφρονος ἑκάστων.» 13.19.14 Πρὸς τούτοις ἅπασιν ἐπάκουσον καὶ τῶνδε τῶν ἐν Πολιτείᾳ περὶ τοῦ κοινὰς εἶναι τὰς γυναῖκας νόμου· «Τούτων, ἦν δ' ἐγώ, ἕπεται νόμος καὶ τοῖς ἔμπροσθεν τοῖς ἄλλοις, ὡς ἐγᾦμαι, ὅδε· τὰς γυναῖκας ταύτας τῶν ἀνδρῶν τούτων πάντων πάσας εἶναι κοινάς, ἰδίᾳ δὲ μηδενὶ μηδεμίαν συνοικεῖν· καὶ τοὺς παῖδας αὖ κοινοὺς καὶ μήτε γονέα ἔκγονον εἰδέναι τὸν αὑτοῦ μήτε παῖδα γονέα.» 13.19.15 Καὶ ἑξῆς ἐπιλέγει· «Εἰκὸς μὲν τοίνυν, ἦν δ' ἐγώ· ὁ νομοθέτης αὐτοῖς ὥσπερ τοὺς ἄνδρας οὕτω καὶ τὰς γυναῖκας ἐκλέξας παραδώσει καθ' ὅσον οἷόν τε ὁμοφυεῖς· οἱ δὲ ἅτε οἰκίας τε καὶ ξυσσίτια κοινὰ ἔχοντες, ἰδίᾳ δὲ οὐδενὸς οὐδὲν τοιοῦτον κεκτημένου, ὁμοῦ δὴ ἔσονται, ὁμοῦ δὲ ἀναμεμιγμένων καὶ ἐν γυμνασίοις καὶ ἐν τῇ ἄλλῃ τροφῇ ὑπ' ἀνάγκης, οἶμαι, τῆς ἐμφύτου ἄξονται πρὸς τὴν ἀλλήλων μῖξιν. ἢ οὐκ ἀναγκαῖά σοι δοκῶ λέγειν; Οὐ γεωμετρικαῖς γε, ἦ δ' ὅς, ἀλλ' ἐρωτικαῖς ἀνάγκαις, αἳ κινδυνεύουσιν ἐκείνων δριμύτεραι εἶναι πρὸς τὸ πείθειν τε καὶ ἕλκειν τὸν πολὺν λεών.» 13.19.16 Ἀλλὰ τούτων μὲν ἴσως τις ἑτέρως διηγήσεται τὴν τοῦ λόγου διάνοιαν, μὴ τὸ νομιζόμενον φὰς ὑποβάλλειν. μὴ γὰρ ἀδιαστόλως εἰπεῖν πάσας εἶναι κοινὰς τὰς γυναῖκας, ὡς καὶ τοῖς τυχοῦσιν ἀκολασταίνειν ἐξεῖναι, ἀλλ' ἐπὶ τῇ τῶν ἀρχόντων ἐξουσίᾳ κεῖσθαι τὴν πρὸς τοὺς ἄνδρας διανέμησιν αὐτῶν. οὕτως γὰρ εἶναι κοινάς, ὡς ἂν καὶ τὰ δημόσια χρήματα φαίη τις εἶναι κοινὰ οἷς προσήκει διανεμόμενα πρὸς τῶν ἐπιτετραμμένων. καὶ δὴ ταῦθ' 13.19.17 οὕτως ἐχέτω. τί δ' ἂν εἴποις μαθὼν ὡς καὶ μὴ ἐκφέρειν εἰς φῶς τὰ κυούμενα προστάττει, λέγων ὧδε; «Γυναικί, ἦν δ' ἐγώ, ἀρξαμένῃ ἀπὸ εἰκοσαέτιδος τίκτειν τῇ πόλει· ἀνδρὶ δέ, ἐπειδὰν τὴν ὀξυτάτην δρόμου ἀκμὴν παρῇ, τὸ ἀπὸ τούτου γεννᾶν τῇ πόλει μέχρι πεντεκαιπεντηκονταέτους.» 13.19.18 Οἷς ἐπιλέγει· «Ὅταν δὲ δή, οἶμαι, αἵ τε γυναῖκες καὶ οἱ ἄνδρες τοῦ γεννᾶν ἐκβῶσι τὴν ἡλικίαν, ἀφήσομέν που ἐλευθέρους αὐτοὺς συγγίνεσθαι ᾧ ἐὰν ἐθέλωσι.» Καὶ ἐπιλέγει·