218
προαιρέσει, καὶ τῆς σαρκὸς τὴν φύσιν οὕτως ἐνέκρωσεν, ὡς τῶν σφαγιαζομένων ἱερείων μηδὲν ἔλαττον διακεῖσθαι, ἀλλὰ καὶ πολλῷ πλέον. Οὐδὲ γὰρ βοῦς καὶ πρόβατα προσέφερεν, ἀλλὰ ἑαυτὸν διπλῇ καθ' ἑκάστην ἐσφαγίαζε τὴν ἡμέραν. ∆ιὸ καὶ ἐθάῤῥησεν εἰπεῖν· Ἐγὼ γὰρ ἤδη σπένδομαι, σπονδὴν ἑαυτοῦ τὸ αἷμα καλέσας. Οὐ μὴν ἠρκέσθη ταῖς θυσίαις ταύταις, ἀλλ' ἐπειδὴ καλῶς ἑαυτὸν καθιέρωσε, καὶ τὴν οἰκουμένην πᾶσαν προσήνεγκε, καὶ γῆν καὶ θάλατταν, καὶ Ἑλλάδα καὶ βάρβαρον, καὶ πᾶσαν ἁπαξαπλῶς τὴν κτίσιν ταύτην, καθάπερ τις ὑπόπτερος ἀετὸς γενόμενος ἐπῆλθεν, οὐχ ἁπλῶς ὁδοιπορῶν, ἀλλὰ τὰς ἀκάνθας τῶν ἁμαρ 63.843 τημάτων ἀνασπῶν, καὶ τὸν λόγον τῆς εὐσεβείας κατασπείρων, τὴν πλάνην ἀπελαύνων, τὴν ἀλήθειαν ἐπανάγων, ἐξ ἀνθρώπων ἀγγέλους ποιῶν, μᾶλλον δὲ ἀπὸ δαιμόνων ἀγγέλους τοὺς ἀνθρώπους. ∆ιὸ καὶ μέλλων ἀπιέναι μετὰ τοὺς πολλοὺς ἱδρῶτας καὶ τὰ πυκνὰ ταῦτα τρόπαια, παραμυθούμενος τοὺς μαθητὰς, ἔλεγεν· Εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν. Καὶ ὑμεῖς οὖν χαίρετε καὶ συγχαίρετέ μοι. Τί τοίνυν γένοιτ' ἂν τῆς θυσίας ταύτης ἴσον, ἢν τὴν μάχαιραν τοῦ πνεύματος σπασάμενος ἔθυσεν; ἣν ἐν τῷ θυσιαστηρίῳ προσήγαγε τῷ ὑπεράνω τῶν οὐρανῶν; Ἀλλ' ἀνῃρέθη δολοφονηθεὶς ὑπὸ τοῦ Κάϊν ὁ Ἄβελ, καὶ ταύτῃ λαμπρότερος γέγονεν; Ἀλλ'ἐγώ σοι μυρίους ἠρίθμησα θανάτους, καὶ τοσούτους, ὅσας ἡμέρας κηρύττων ὁ μακάριος ἔζησεν οὗτος. Εἰ δὲ καὶ τὴν μέχρι τῆς πείρας αὐτῆς προελθοῦσαν βούλει μαθεῖν σφαγὴν, ἐκεῖνος μὲν ὑπὸ τοῦ ἀδελφοῦ μήτε ἀδικηθέντος, μήτε εὐεργετηθέντος; κατέπεσεν· οὗτος δὲ ὑπὸ τούτων ἀνῄρητο, οὓς ἐξαρπάσαι τῶν μυρίων ἠπείγετο κακῶν, καὶ δι' οὓς πάντα ἔπασχεν, ἅπερ ἔπαθεν. Ἀλλὰ Νῶε δίκαιος τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ, καὶ μόνος ἐν ἅπασι τοιοῦτος ἦν; Καὶ γὰρ καὶ Παῦλος μόνος ἐν ἅπασι τοιοῦτος. Κἀκεῖνος μὲν ἑαυτὸν μετὰ τῶν παίδων διέσωσε μόνον· οὗτος δὲ, πολὺ χαλεπωτέρου τὴν οἰκουμένην κατακλυσμοῦ καταλαβόντος, οὐ σανίδας πηξάμενος, καὶ κιβωτὸν ποιήσας, ἀλλὰ ἀντὶ σανίδων τὰς ἐπιστολὰς συνθεὶς, οὐ δύο καὶ τρεῖς καὶ πέντε συγγενεῖς, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν καταποντίζεσθαι μέλλουσαν ἐκ μέσων ἥρπασε τῶν κυμάτων. Οὐδὲ γὰρ τοιαύτη ἦν ἡ κιβωτὸς, ὡς ἐν ἑνὶ περιφέρεσθαι τόπῳ, ἀλλὰ τὰ τέρματα τῆς οἰκουμένης κατέλαβε, καὶ πάντας εἰσάγει μέχρι τοῦ νῦν εἰς τὴν λάρνακα ταύτην, σύμμετρον τῷ πλήθει τῶν σωζομένων αὐτὴν κατασκευάζων, καὶ δεχόμενος ἀλόγων ἀνοητοτέρους, ταῖς ἄνω δυνάμεσιν ἐφαμίλλους ἐργάζεται, καὶ ταύτῃ νικῶν τὴν κιβωτὸν ἐκείνην. Ἐκείνη μὲν κόρακα λαβοῦσα, κόρακα πάλιν ἐξέπεμψε, καὶ λύκον ὑποδεξαμένη, τὴν θηριωδίαν οὐ μετέβαλεν· οὗτος δὲ οὐχ οὕτως, ἀλλὰ λαβὼν λύκους, πρόβατα εἰργάσατο, καὶ λαβὼν κόρακας καὶ κολοιοὺς, περιστερὰς τούτους ἀπετέλεσε, καὶ πᾶσαν ἀλογίαν καὶ θηριωδίαν τῆς τῶν ἀνθρώπων φύσεως ἐκβαλὼν, τὴν τοῦ πνεύματος ἐπεισήγαγεν ἡμερότητα. Καὶ μέχρι νῦν μένει πλέουσα ἡ κιβωτὸς αὕτη, καὶ οὐ διαλύεται, οὐδὲ ἴσχυσεν αὐτῆς τὰς σανίδας χαυνῶσαι τῆς κακίας ὁ χειμὼν, ἀλλ' αὕτη πλέουσα τοῦ χειμῶνος τὴν ζάλην κατέλυσε· καὶ μάλα εἰκότως· οὐ γὰρ ἀσφάλτῳ καὶ πίσσῃ, ἀλλὰ Πνεύματι ἁγίῳ κεχρισμέναι αἱ σανίδες αὗταί εἰσιν. Ἀλλὰ τὸν Ἀβραὰμ θαυμάζομεν, ὅτι ἀκούσας, Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, ἀφῆκε πατρίδα καὶ οἰκίαν, καὶ φίλους καὶ συγγενεῖς, καὶ πάντα ἦν αὐτῷ τὸ ἐπίταγμα τοῦ Χριστοῦ; Καὶ γὰρ καὶ ἡμεῖς τοῦτο θαυμάζομεν. Ἀλλὰ τί Παύλου γένοιτ' ἂν ἴσον, ὃς οὐ πατρίδα καὶ οἰκίαν καὶ συγγενεῖς ἀφῆκεν, ἀλλ' αὐτὸν τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα διὰ τὸν Ἰησοῦν, καὶ αὐτὸν τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ ἓν μόνον ἐζήτει, τοῦ Ἰησοῦ τὴν ἀγάπην; Οὔτε γὰρ ἐνεστῶτα, φησὶν, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ. Ἀλλ' ἐκεῖνος εἰς κινδύνους ῥίψας ἑαυτὸν, τὸν ἀδελφιδοῦν ἐξήρπασε τῶν βαρβάρων; Ἀλλ' οὗτος οὐ τὸν ἀδελφιδοῦν, οὐδὲ τρεῖς καὶ πέντε πόλεις, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν, οὐκ ἀπὸ βαρβάρων, ἀλλ' ἀπ' αὐτῆς τῶν