219
«∆ιακελευσάμενοι προθυμεῖσθαι μάλιστα μὲν μὴ εἰς φῶς ἐκφέρειν κύημα μηδέν, ἐὰν γένηται· ἐὰν δέ τις βιάσηται, οὕτω τιθέναι ὡς οὐκ οὔσης τροφῆς τῷ τοιούτῳ.» Καὶ τὰ μὲν περὶ γυναικῶν ἀγωγῆς τοιαῦτα. τὰ δὲ περὶ ἔρωτος ἐκθέσμου ἐπάκουσον οἷα τυγχάνει·
13.20.1 κʹ. ΠΕΡΙ ΕΡΩΤΟΣ ΕΚΘΕΣΜΟΥ «Ὅταν δὲ χρονίζῃ τοῦτο δρῶν καὶ πλησιάζῃ μετὰ τοῦ ἅπτεσθαι ἔν τε γυμνασίοις καὶ ἐν ταῖς ἄλλαις ὁμιλίαις, τότε δὴ ἡ τοῦ ῥεύματος ἐκείνου πηγή, ὃν ἵμερον Ζεὺς Γανυμήδους ἐρῶν ὠνόμασε, πολλὴ φερομένη πρὸς τὸν ἐραστὴν ἡ μὲν εἰς αὐτὸν ἔδυ, ἡ δ' ἀπομεστουμένου ἔξω ἀπορρεῖ· καὶ οἷον πνεῦμα ἤ τις ἠχὼ ἀπὸ λείων τε καὶ στερεῶν ἁλλομένη πάλιν ὅθεν ὡρμήθη φέρεται, οὕτω τὸ τοῦ κάλλους ῥεῦμα πάλιν εἰς τὸν καλὸν διὰ τῶν ὀμμάτων ἰόν, ᾗ πέφυκεν ἐπὶ τὴν ψυχὴν ἰέναι ἀφικόμενον, καὶ ἀναπτερῶσαν τὰς διόδους τῶν πτερῶν ἄρδει τε καὶ ὥρμησε πτεροφυεῖν καὶ τὴν τοῦ ἐρωμένου αὖ ψυχὴν ἔρωτος ἐνέπλησεν. ἐρᾷ μὲν οὖν, ὅτου δέ, ἀπορεῖ καὶ οὔθ' ὅ τι πέπονθεν οὐδ' ἔχει φράσαι, ἀλλ' οἷον ἀπ' ἄλλου ὀφθαλμίας ἀπολελαυκὼς πρόφασιν εἰπεῖν οὐκ ἔχει.» 13.20.2 Καὶ ἐπιλέγει ἑξῆς· «Ἐπιθυμεῖ δὲ ἐκείνῳ παραπλησίως μέν, ἀσθενεστέρως δέ, ὁρᾶν, ἅπτεσθαι, φιλεῖν, συγκατακεῖσθαι· καὶ δέ, οἷον εἰκός, ποιεῖ τὸ μετὰ τοῦτο ταχὺ ταῦτα. ἐν οὖν τῇ συγκοιμήσει τοῦ μὲν ἐραστοῦ ὁ ἀκόλαστος ἵππος ἔχει ὅ τι λέγει πρὸς τὸν ἡνίοχον καὶ ἀξιοῖ ἀντὶ πολλῶν πόνων σμικρὰ ἀπολαῦσαι· ὁ δὲ τῶν παιδικῶν ἔχει μὲν οὐδὲν εἰπεῖν, σπαργῶν δὲ καὶ ἀπορῶν περιβάλλει τὸν ἐραστὴν καὶ φιλεῖ, ὡς σφόδρα εὔνουν ἀσπαζόμενος· ὅταν τε συγκατακέωνται, οἷός τέ ἐστι μὴ ἀπαρνηθῆναι τὸ αὑτοῦ μέρος χαρίσασθαι τῷ ἐρῶντι, εἰ δεηθείη τυγχάνειν. - 13.20.3 ἐὰν μὲν δὴ οὖν εἰς τεταγμένην δίαιταν καὶ φιλοσοφίαν νικήσῃ τὰ βελτίω τῆς διανοίας, μακάριον καὶ ὁμονοητικὸν τὸν ἐνθάδε βίον διάξουσιν, ἐγκρατεῖς ἑαυτῶν καὶ κόσμιοι ὄντες.» 13.20.4 Εἶτα μεθ' ἕτερα ἐπιλέγει· «Ἐὰν δὲ διαίτῃ φορτικωτέρᾳ τε καὶ ἀφιλοσόφῳ, φιλοτίμῳ δὲ χρήσωνται, τάχ' ἄν που ἐν μέθαις ἤ τινι ἄλλῃ ἀμελείᾳ τὼ ἀκολάστω αὐτοῖν ὑποζυγίω λαβόντε τὰς ψυχὰς ἀφρούρους, συναγαγόντες εἰς ταὐτὸ τὴν ὑπὸ τῶν πολλῶν μακαριστὴν αἵρεσιν εἱλέσθην καὶ διεπραξάσθην· καὶ διαπραξαμένω τὸ λοιπὸν ἤδη χρῶνται μὲν αὐτῇ, σπανίᾳ δέ, ἅτε οὐ πάσῃ δεδογμένα τῇ διανοίᾳ πράτ 13.20.5 τοντες. φίλω μὲν οὖν καὶ τούτω, ἧττον δὲ ἐκείνων, ἀλλήλοιν διά τε τοῦ ἔρωτος καὶ ἔξω γενομένω διάγουσι, πίστεσι ταῖς μεγίσταις ἡγουμένω ἀλλήλοιν δεδωκέναι τε καὶ δεδέχθαι, ἃς οὐ θεμιτὸν εἶναι λύσαντας εἰς ἔχθραν 13.20.6 ποτὲ ἐλθεῖν. ἐν δὲ τῇ τελευτῇ ἄπτεροι μέν, ὡρμηκότες δὲ πτεροῦσθαι ἐκβαίνουσι τοῦ σώματος, ὥστε οὐ σμικρὸν ἆθλον τῆς ἐρωτικῆς μανίας φέρονται. εἰς γὰρ σκότον καὶ τὴν ὑπὸ γῆς πορείαν οὐ νόμος ἐστὶν ἔτι ἐλθεῖν τοῖς κατηργμένοις ἤδη τῆς ὑπουρανίου πορείας, ἀλλὰ φανὸν βίον διαγαγόντας εὐδαιμονεῖν μετ' ἀλλήλων πορευομένους καὶ ὁμοπτέρους ἔρωτος χάριν. ταῦτα τοσαῦτα, ὦ παῖ, καὶ οὕτω θεῖά σοι δωρήσεται ἡ παρ' ἐραστοῦ φιλία.» 13.20.7 Τοιαῦτα μὲν τὰ Πλάτωνος, ἀλλ' οὐ τὰ Μωσέως, ὃς διαρρήδην τούτοις ἐναντία νομοθετεῖ, μεγάλῃ τῇ φωνῇ τὴν κατὰ παιδεραστῶν προσήκουσαν προφερόμενος δίκην. φησὶ γοῦν· «Ὃς ἂν κοιμηθῇ μετὰ ἄρσενος κοίτην γυναι κός, βδέλυγμα ἐποίησαν ἀμφότεροι· θανάτῳ θανατούσθωσαν, ἔνοχοί εἰσι» καί· «Ἐπικατάρατος πᾶς ὁ κοιμώμενος μετὰ ἄρσενος κοίτην γυναικός.» 13.20.8 τί δεῖ τὰ νῦν ἀπελέγχειν, ὡς παρεὶς ὁ σοφώτατος τὸν παιδεραστὴν οὐδὲ γὰρ ἐν τοῖς Νόμοις ἠξίωσε κατὰ παιδεραστῶν θανάτου δίκην ὁρίσασθαι προστάττει θανάτῳ ζημιοῦν οἰκετῶν τὸν μὴ καταμηνύσαντα