219
δαιμόνων ἥρπα 63.844 σε τῆς χειρὸς, μυρίους καθ' ἑκάστην ὑπομένων κινδύνους, καὶ τοῖς οἰκείοις θανάτοις ἑτέροις πολλὴν ἀσφάλειαν κτώμενος. Τὸ δὲ κεφάλαιον αὐτοῦ τῶν ἀγαθῶν ἐστι καὶ ἡ κορωνὶς τῆς φιλοσοφίας, τὸ τὸν υἱὸν καταθύσαι; Ἀλλὰ καὶ ἐνταῦθα τὰ πρωτεῖα παρὰ τῷ Παύλῳ ὄντα εὑρήσομεν, ὃς οὐχὶ υἱὸν, ἀλλ' ἑαυτὸν μυριάκις κατέθυσεν, ὅπερ ἔφθην εἰπών. Τί ἄν τις θαυμάσειε τοῦ Ἰσαάκ; πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δὲ αὐτοῦ τὴν ἀνεξικακίαν, ὅτι φρέατα ὀρύττων, καὶ τῶν οἰκείων ἐλαυνόμενος ὅρων, οὐκ ἐπεξῄει, ἀλλὰ καταχωννύμενα ὁρῶν ἠνείχετο, καὶ πρὸς ἕτερον ἀεὶ μεθίστατο τόπον, οὐχ ὁμόσε ἀεὶ τοῖς λυποῦσι χωρῶν, ἀλλ' ἐξιστάμενος καὶ παραχωρῶν πανταχοῦ τῶν οἰκείων κτημάτων, ἕως αὐτῶν τὴν ἄδικον ἐκόρεσεν ἐπιθυμίαν. Ἀλλ' ὁ Παῦλος οὐ φρέατα λίθοις καταχωννύμενα ὁρῶν, ἀλλὰ τὸ ἑαυτοῦ σῶμα, οὐ παρεχώρει, καθάπερ ἐκεῖνος, μόνον, ἀλλ' εἰσιὼν, τοῖς λίθοις τοὺς βάλλοντας αὐτὸν εἰς τὸν οὐρανὸν εἰσάγειν ἐφιλονείκει. Ὅσῳ γὰρ κατεχώννυτο ἡ πηγὴ, τοσούτῳ μᾶλλον ἐξεῤῥήγνυτο, καὶ πλείους ἐξέχεε ποταμοὺς εἰς ὑπομονήν. Τὸν παῖδα θαυμάζει τούτου τῆς καρτερίας ἡ Γραφή; Καὶ ποία ἀδαμαντίνη ψυχὴ τὴν Παύλου δύναιτ' ἂν ἐπιδείξασθαι ὑπομονήν; Οὐδὲ γὰρ δὶς ἑπτὰ ἔτη ἐδούλευσεν, ἀλλὰ τὸν πάντα βίον ὑπὲρ τῆς τοῦ Χριστοῦ νύμφης, οὐ συγκαιόμενος μόνον τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτὸς, ἀλλὰ μυρίας νιφάδας πειρασμῶν ὑπομένων, καὶ νῦν μὲν μάστιξι, νῦν δὲ λίθοις τὸ σῶμα κατατεμνόμενος, καὶ νῦν μὲν θηρίοις μαχόμενος, νῦν δὲ πελάγει πυκτεύων, καὶ λιμῷ διηνεκεῖ ἡμέρας καὶ νυκτὸς καὶ κρυμῷ, καὶ πανταχοῦ ὑπὲρ τὰ σκάμματα πηδῶν, καὶ τὰ πρόβατα ἀπὸ τῆς τοῦ διαβόλου φάρυγγος ἀφαρπάζων. Ἀλλὰ σώφρων ὁ Ἰωσήφ; Ἀλλὰ δέδοικαμὴ γέλως ᾖ τὸν Παῦλον ἐντεῦθεν ἐγκωμιάζειν, ὃς ἐσταύρωσεν ἑαυτὸν τῷ κόσμῳ, καὶ οὐ τὰ λαμπρὰ ἐν τοῖς σώμασι μόνον, ἀλλὰ πάντα τὰ πράγματα οὕτως ἑώρα, ὡς ἡμεῖς τὴν κόνιν καὶ τὴν τέφραν· καὶ ὡς ἂν νεκρὸς πρὸς νεκρὸν ἀκίνητος γένοιτο, οὕτω μετὰ ἀκριβείας τῆς φύσεως τὰ σκιρτήματα κατευνάζων, οὐδὲν οὐδέποτε πρὸς ἀνθρώπινον πάθος ἔπαθεν. Ἐκπλήττονται τὸν Ἰὼβ πάντες ἄνθρωποι, καὶ μάλα εἰκότως· καὶ γὰρ μέγας ἀθλητὴς, καὶ πρὸς αὐτὸν τὸν Παῦλον ἀντιβλέψαι δυνάμενος διὰ τὴν ὑπομονὴν, διὰ τὴν τοῦ βίου καθαρότητα, διὰ τὴν τοῦ Θεοῦ μαρτυρίαν, διὰ τὴν καρτερὰν μάχην ἐκείνην, διὰ τὴν θαυμαστὴν νίκην τὴν μετὰ τὴν μάχην. Ἀλλὰ Παῦλος οὐχὶ μῆνας πολλοὺς ἀγωνιζόμενος οὕτω διῆγεν, ἀλλ' ἔτη πολλὰ, οὐχὶ τήκων βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων, ἀλλ' εἰς αὐτὸ τοῦ λέοντος τὸ νοητὸν στόμα συνεχῶς ἐμπίπτων, καὶ μυρίοις παλαίων πειρασμοῖς, πάσης πέτρας στεῤῥότερος ἦν· οὐχὶ παρὰ τριῶν φίλων ἢ τεσσάρων, ἀλλὰ παρὰ πάντων ὀνειδιζόμενος τῶν ἀπιστούντων ψευδαδέλφων, ἐμπτυόμενος, λοιδορούμενος. Ἀλλ' ἡ φιλοξενία τοῦ Ἰὼβ μεγάλη, καὶ ἡ πρὸς τοὺς δεομένους φιλανθρωπία; Οὐδὲ ἡμεῖς ἀντεροῦμεν· ἀλλὰ τῆς Παύλου τοσοῦτον καταδεεστέραν εὑρήσομεν, ὅσον ψυχῆς σῶμα ἀφέστηκεν. Ἃ γὰρ ἐκεῖνος περὶ τοὺς τὴν σάρκα πεπηρωμένους ἐπεδείκνυτο. ταῦτα οὗτος περὶ τοὺς τὴν ψυχὴν λελωβημένους ἔπραττε, πάντας τοὺς χωλοὺς καὶ ἀναπήρους τὸν λογισμὸν διορθούμενος, καὶ τοὺς γυμνοὺς καὶ ἀσχημονοῦντας περιβάλλων τῇ τῆς φιλοσοφίας στολῇ. Καὶ ἐν τοῖς σωματικοῖς δὲ τοσοῦτον αὐτοῦ περιῆν, ὅσῳ πολλῷ μεῖζον τὸ τὸν πενίᾳ συζῶντα καὶ λιμῷ βοηθεῖν τοῖς δεομένοις, τοῦ ἐκ περιουσίας τοῦτο ποιεῖν. Τοῦ 63.845 μὲν γὰρ ἡ οἰκία παντὶ ἐλθόντι ἀνέῳκτο, αὐτοῦ δὲ ἡ ψυχὴ πάσῃ τῇ οἰκουμένῃ ἥπλωτο, καὶ ὁλοκλήρους δήμους ὑπεδέχετο λέγων· Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Καὶ ὁ μὲν προβάτων αὐτῷ καὶ βοῶν ὄντων ἀπείρων, φιλότιμος περὶ τοὺς δεομένους ἦν· οὗτος δὲ οὐδὲν πλέον κεκτημένος τοῦ σώματος, ἀπ' αὐτοῦ τοῖς δεομένοις ἐπήρκει, καὶ βοᾷ λέγων· Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται, τὴν ἀπὸ τοῦ σώματος ἐργασίαν πρόσοδον τοῖς πεινῶσι καὶ λιμώττουσι κεκτημένος. Ἀλλ' οἱ σκώληκες καὶ τὰ τραύματα χαλεπὰς καὶ ἀκαρτερήτους παρεῖχον τῷ Ἰὼβ τὰς ὀδύνας;