221
γιγνέσθω. -Γυνὴ δὲ ἄνδρα ἑαυτῆς ἐξ ἐπιβουλῆς τοῦ ἀποκτεῖναι τρώσασα, ἢ ἀνὴρ τὴν ἑαυτοῦ γυναῖκα, φευγέτω ἀειφυγίαν.» 13.21.11 Τοιοῦτοι μὲν οἱ τοῦ φιλοσόφου νόμοι. εἰ δὲ χρὴ καὶ τοὺς Μωσέως τούτοις ἀντιπαραβαλεῖν, ἐπάκουσον οἷα περὶ τῶν φονικῶν διατάττεται· «Ἐὰν πατάξῃ τίς τινα καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω. ὁ δὲ οὐχ ἑκών, ἀλλ' ὁ θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτοῦ· δώσω σοι τόπον οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας. ἐὰν δὲ ἐπίθηταί τις τῷ πλησίον αὐτοῦ ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου μου λήψῃ αὐτὸν θανατῶσαι. ὃς τύπτει πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω. -ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες καὶ πατάξῃ τις τὸν πλησίον αὐτοῦ λίθῳ ἢ πυγμῇ καὶ μὴ ἀποθάνῃ, κατακλιθῇ δὲ ἐπὶ τὴν κοίτην, ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου αὐτοῦ, ἀθῷος ἔσται ὁ πατάξας· πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτίσει καὶ τὰ ἰατρεῖα. ἐὰν δὲ πατάξῃ τις τὸν παῖδα αὐτοῦ ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ καὶ ἀποθάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ, δίκῃ ἐκδικηθήσεται. ἐὰν δὲ ἡμέραν μίαν ἢ δύο βιώσῃ, οὐκ ἐκδικηθήσεται· τὸ γὰρ ἀργύριον αὐτοῦ ἐστιν. -ἐὰν δὲ πατάξῃ τις τὸν ὀφθαλμὸν τοῦ οἰκέτου ἢ τὸν ὀφθαλμὸν τῆς θεραπαίνης αὐτοῦ καὶ ἐκτυφλώσῃ αὐτόν, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀφθαλμοῦ αὐτῶν.» 13.21.12 τοιαῦτα δὴ καὶ τὰ Μωσέως. αὖθις δὲ ὁ Πλάτων τίνα τρόπον καὶ δι' ὁποῖα πληγαῖς ἀπαραιτήτοις αἰκίζεσθαι τὸν οἰκέτην προστάττει ἐπάκουσον· «Ὅταν τὴν γενναίαν νῦν λεγομένην σταφυλὴν ἢ τὰ γενναῖα σῦκα ἐπονομαζόμενα ὀπωρίζειν βούληται, ἐὰν μὲν ἐκ τῶν οἰκείων λαμβάνῃ, ὅπως ἂν ἐθέλῃ καὶ ὁπόταν βούληται, καρπούσθω· ἐὰν δὲ ἐξ ἄλλων μὴ πείσας, ἑπόμενος τῷ λόγῳ τῷ «μὴ κινεῖν ὅ τι μὴ κατέθετο», ἐκεῖνος ἀεὶ ζημιούσθω. ἐὰν δὲ δοῦλος μὴ πείσας τὸν δεσπότην τῶν χωρίων ἅπτηταί του τῶν τοιούτων, κατὰ ῥᾶγα βοτρύων καὶ σῦκον συκῆς ἰσαρίθμους πληγὰς τούτοις μαστιγούσθω.» 13.21.13 Τοιαῦτα μὲν τὰ κατὰ τῶνδε, οὐκ ἄξια τῆς Πλάτωνος μεγαλονοίας. ὡς δὲ σεμνὰ καὶ φιλάνθρωπα τὰ παρὰ Μωσεῖ, μάθοις ἂν ἐπακούσας ὧδέ πη λέγοντος· «Ἐὰν δὲ εἰσέλθῃς εἰς ἀμπελῶνα τοῦ πλησίον, φάγῃ σταφυλήν, ὅσον ψυχήν σου ἐμπλησθῆναι, εἰς δ' ἄγγος οὐκ ἐμβαλεῖς.» καὶ πάλιν· «Ἐὰν εἰσέλθῃς εἰς ἀμητὸν τοῦ πλησίον σου καὶ συλλέξῃς στάχυς ἐν ταῖς χερσί σου, καὶ δρέπανον οὐ μὴ ἐπιβάλῃς ἐπὶ τὸν ἀμητὸν τοῦ πλησίον σου.» καὶ αὖθις· «Ἐὰν ἀμήσῃς ἀμητόν σου ἐν τῷ ἀγρῷ σου καὶ ἐπιλάθῃ δράγμα ἐν τῷ ἀγρῷ σου, οὐκ ἐπαναστραφήσῃ λαβεῖν αὐτό· τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται, ἵνα εὐλογήσῃ σε κύριος ὁ θεός σου ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου. ἐὰν δὲ ἐλαιολογήσῃς, οὐκ ἐπαναστρέψεις καλαμήσασθαι τὰ ὀπίσω σου· τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται. ἐὰν δὲ τρυγήσῃς τὸν ἀμπελῶνά σου, οὐκ ἐπανατρυγήσεις τὰ ὀπίσω σου· τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται.» 13.21.14 Καὶ ταῦτα μὲν τὰ παρὰ Μωσεῖ. δῆλα δὲ καὶ τὰ Πλάτωνος ἐν οἷς μυρία εὕροις ἂν ἀνεπίληπτα, ὧν δὴ μάλιστα τῶν παρ' αὐτῷ τὰ σεμνὰ καὶ κράτιστα ἀποδεχόμενοι τοῖς μὴ τοιούτοις μακρὰ χαίρειν φαμέν. ἀλλὰ γὰρ τούτων ὧδε διεξωδευμένων ἀποδοθείσης τε αἰτίας δι' ἣν οὐ κατὰ Πλάτωνα φιλοσοφεῖν ἐγνώκαμεν, ὥρα καὶ τὰ τῆς λοιπῆς ὑποσχέσεως εἰς πέρας ἀγαγεῖν καὶ τάς γε ἄλλας αἱρέσεις τῆς Ἑλληνικῆς ἐπιθεωρῆσαι φιλοσοφίας.
14.Pin.t Ι∆ ΤΑ∆Ε ΤΟ Ι∆ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ
ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ 14.Pin.1 αʹ. Προοίμιον περὶ τῆς ὑποθέσεως βʹ. Περὶ τῆς τῶν φιλοσόφων πρὸς ἀλλήλους διαφωνίας καὶ μάχης γʹ. Περὶ τῆς τῶν καθ' Ἑβραίους συμφωνίας δʹ. Ὅπως ὁ