221
ἐστιν ἐκείνων τὸ μέγα; ὅτι μετὰ πάσης ἀκριβείας ὑπακούουσι τῷ Θεῷ. Ὅπερ καὶ ὁ ∆αυῒδ ἐκπληττόμενος ἔλεγε· ∆υνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ. Τούτου γὰρ ἴσον οὐδὲν, κἂν μυριάκις ὦσιν ἀσώματοι· τὸ γὰρ μάλιστα ποιοῦν τούτους μακαρίους, τοῦτό ἐστιν, ὅτι πείθονται τοῖς προστάγμασιν, ὅτι οὐδαμοῦ παρακούουσι. Τοῦτο τοίνυν καὶ ὑπὸ τοῦ Παύλου μετὰ ἀκριβείας ἔστιν ἰδεῖν φυλαττόμενον. Οὐ γὰρ δὴ τὸν λόγον αὐτοῦ ἐποίησε μόνον, ἀλλὰ καὶ τὰ προστάγματα. Καὶ τοῦτο δηλῶν ἔλεγε· Τίς οὖν μοί ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος, ἀδάπανον θήσω τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Τί ἕτερον θαυμάζων αὐτοὺς ὁ προφήτης ἔλεγεν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον; Ἀλλὰ καὶ τοῦτο ἐπὶ Παύλου ἔστιν ἰδεῖν. Καθάπερ γὰρ πνεῦμα καὶ πῦρ, οὕτω τὴν οἰκουμένην διέδραμεν ἅπασαν, καὶ τὴν γῆν ἐξεκάθηρεν. Ἀλλ' οὔπω τὸν οὐρανὸν ἔλαχε; Τὸ γὰρ θαυμαστὸν τοῦτο, ὅτι ἐν τῇ γῇ τοιοῦτος ἦν, καὶ σῶμα θνητὸν περικείμενος, πρὸς τὰς ἀσωμάτους ἡμιλλᾶτο δυνάμεις. ∆ιὰ τοῦτο καὶ ἐκεῖ ἀπελθὼν, ἐγγὺς ἵσταται τοῦ θρόνου τοῦ βασιλικοῦ, ἔνθα τὰ Χερουβὶμ δοξάζει, ἔνθα τὰ Σεραφὶμ πέταται. Ἐκεῖ οὖν καὶ ἡμεῖς ἀπελθόντες, Παῦλον ὀψόμεθα, εἰ καὶ μὴ πλησίον ἑστῶτες, ἀλλ' ὀψόμεθα πάντως μετὰ Πέτρου καὶ τοῦ τῶν ἁγίων χοροῦ κορυφαῖον ὄντα καὶ προστάτην, καὶ τῆς ἀγάπης ἀπολαυσόμεθα τῆς γνησίας. Εἰ γὰρ ἐνταῦθα ὢν, οὕτως ἠγάπα τοὺς ἀνθρώπους, ὡς αἱρέσεως οὔσης ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, ἑλέσθαι ἐνταῦθα εἶναι, πολλῷ μᾶλλον ἐκεῖ θερμότερον ἐπιδείξεται τὸ φίλτρον. Ἐγὼ καὶ τὴν Ῥώμην διὰ τοῦτο φιλῶ, ὅτι καὶ ζῶν αὐτοῖς ἔγραφε, καὶ οὕτως αὐτοὺς ἐφίλει, καὶ παρὼν αὐτοῖς διελέχθη, καὶ τὸν βίον ἐκεῖ κατέλυσε καὶ τὸ ἅγιον σῶμα κατέχουσι. ∆ιὸ καὶ ἐπίσημος ἡ πόλις ἐντεῦθεν μᾶλλον, ἢ ἀπὸ τῶν ἄλλων ἁπάντων· καὶ καθάπερ σῶμα μέγα καὶ ἰσχυρὸν, ὀφθαλμοὺς ἔχει δύο λάμποντας, τῶν ἁγίων τούτων τὰ σώματα. Οὐχ οὕτως ἐστὶν ὁ οὐρανὸς λαμπρὸς, ὅταν ἀφῇ τὰς ἀκτῖνας ὁ ἥλιος, ὡς ἡ Ῥωμαίων πόλις τὰς δύο ταύτας λαμπάδας πανταχοῦ τῆς οἰκουμένης ἀφιεῖσα. Ἐκεῖθεν ἁρπαγήσεται Παῦλος, ἐκεῖθεν Πέτρος. Ἐννοήσατε καὶ φρίξατε, οἷον ὄψεται θέαμα Ῥώμη, τὸν Παῦλον ἐξαίφνης ἀνιστάμενον ἀπὸ 63.847 τῆς θήκης ἐκείνης μετὰ Πέτρου, καὶ αἰρόμενον εἰς ἀπάντησιν τοῦ Χριστοῦ· οἷον ἀποστέλλει τῷ Χριστῷ δῶρον ἡ Ῥώμη, οἵους στεφάνους ἡ πόλις περίκειται δύο, οἵας χρυσᾶς ἁλύσεις διέζωσται, οἵας πηγάς. ∆ιὰ ταῦτα θαυμάζω τὴν πόλιν, οὐ διὰ τὸν χρυσὸν τὸν πολὺν, οὐ διὰ τοὺς κίονας, οὐ διὰ τὴν ἄλλην φαντασίαν, ἀλλὰ διὰ τοὺς στύλους τῆς Ἐκκλησίας τούτους. Τίς μοι νῦν ἔδωκε περιχυθῆναι τῷ σώματι Παύλου, καὶ προσηλωθῆναι τῷ τάφῳ, καὶ τὴν κόνιν ἰδεῖν τοῦ σώματος ἐκείνου, τοῦ τὰ ὑστερήματα ἀναπληρώσαντος τοῦ Χριστοῦ, τοῦ τὰ στίγματα βαστάσαντος, τοῦ πανταχοῦ τὸ κήρυγμα κατασπείραντος; τὴν κόνιν τοῦ στόματος, δι' οὗ Χριστὸς ἐφθέγγετο, δι' οὗ ἐλάλει ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχύνετο, δι' οὗ Παῦλον ἐμάθομεν, δι' οὗ τὸν Παύλου ∆εσπότην; Οὐχ οὕτως ἡμῖν ἡ βροντὴ φοβερὰ, ὡς ἐκείνη τοῖς δαίμοσιν ἡ φωνή. Ὥσπερ οὖν ἀστραπὴ ἐξ οὐρανοῦ φανεῖσα καταπλήττει τοὺς ὁρῶντας, οὕτως ἡ Παύλου φωνὴ κατέπληττε τὸν διάβολον, καὶ καθάπερ σκηπτοῦ τις ἐμβολὴ, εἰς τὰς τούτου κατηνέχθη φάλαγγας. Οὐδὲ γὰρ ἐκ παρατάξεως ἵστατο πρὸς αὐτὸν, ἀλλ' οὕτως ἐδεδοίκει καὶ ἔτρεμεν, ὡς εἰ καὶ σκιὰν ἴδοι καὶ φωνῆς ἀκούσειε, πόῤῥωθεν δραπετεύειν. Εἰ γὰρ τὰ ἱμάτια αὐτοῦ ἔφριττε, πολλῷ μᾶλλον τὴν φωνήν. Αὕτη δεδεμένον αὐτὸν ἦγεν, αὕτη τὴν οἰκουμένην ἐξεκάθηρεν, αὕτη νοσήματα ἔλυσε, κακίαν ἐξέβαλεν, ἀλήθειαν ἐπανήγαγε, τὸν Χριστὸν εἶχεν ἐγκαθήμενον, καὶ μετ' αὐτοῦ πανταχοῦ προῄει· καὶ ὅπερ τὰ Χερουβὶμ, τοῦτο ἡ Παύλου φωνή. Καθάπερ γὰρ ἐπὶ τῶν δυνάμεων ἐκείνων ἐκάθητο, οὕτω καὶ ἐπὶ τῆς τοῦ Παύλου γλώττης. Καὶ γὰρ ἀξία τοῦ δέξασθαι τὸν Χριστὸν ἐγένετο ἐκεῖνα φθεγγομένη, ἃ τῷ Χριστῷ φίλα ἦν, καὶ πρὸς ὕψος ἄφατον ἱπταμένη, καθάπερ τὰ Σεραφίμ. Οὐ τοῦ στόματος δὲ μόνον, ἀλλὰ καὶ τῆς καρδίας ἐκείνης ἐβουλόμην τὴν κόνιν ἰδεῖν, ἣν οὐκ ἄν τις