222
Πλάτων τοὺς πρὸ αὐτοῦ διαβέβληκεν εʹ. Περὶ τῆς πρώτης κατὰ Πλάτωνα διαδοχῆς. Ἐκ τοῦ Νομηνίου τοῦ Πυθαγορικοῦ ʹ. Περὶ Ἀρκεσιλάου τοῦ τὴν δευτέραν Ἀκαδημίαν ὑποστησαμένου. Ἐκ τοῦ αὐτοῦζʹ. Περὶ Λακύδου τοῦ τὸν Ἀρκεσίλαον διαδεξαμένου. Ἀπὸ τοῦ αὐτοῦ ηʹ. Περὶ Καρνεάδου τοῦ τὴν τρίτην Ἀκαδημίαν ὑποστησαμένου. Ἀπὸ τοῦ αὐτοῦ θʹ. Περὶ Φίλωνος τοῦ διαδεξαμένου Κλειτόμαχον, τὸν διαδεξάμενον Καρνεάδην. Ἀπὸ τοῦ αὐτοῦ ιʹ. Ὅτι στοχασμοὶ καὶ λογομαχίαι καὶ πολλὴ πλάνη τυγχάνει παρὰ τοῖς Ἑλλήνων φιλοσόφοις. Ἀπὸ τῆς πρὸς Νεκτανεβὼ Πορφυρίου ἐπιστολῆς καὶ λοιπῶν ιαʹ. Περὶ γεωμετρίας καὶ ἀστρονομίας καὶ λογισμῶν. Ἀπὸ τῶν Ξενοφῶντος ιβʹ. Περὶ τῶν φυσιολογεῖν αὐχούντων. Ἀπὸ τοῦ αὐτοῦ ιγʹ. Περὶ γυμναστικῆς καὶ μουσικῆς. Ἐκ τῆς Πολιτείας Πλάτωνος ιδʹ. ∆όξαι φιλοσόφων περὶ ἀρχῶν. Ἐκ τοῦ Πλουτάρχου ιεʹ. Περὶ τῆς Ἀναξαγόρου δόξης. Ἐκ τοῦ Πλάτωνος ιʹ. ∆όξαι φιλοσόφων περὶ θεῶν. Ἐκ τοῦ Πλουτάρχου ιζʹ. Πρὸς τοὺς περὶ Ξενοφάνην καὶ Παρμενίδην τὰς αἰσθήσεις ἀναιροῦντας. Ἐκ τοῦ Ἀριστοκλέους ιηʹ. Πρὸς τοὺς κατὰ Πύρρωνα σκεπτικοὺς ἢ καὶ ἐφεκτικοὺς ἐπικληθέντας, μηδὲν καταληπτὸν εἶναι ἀποφηναμένους. Ἐκ τοῦ Ἀριστοκλέους ιθʹ. Πρὸς τοὺς κατ' Ἀρίστιππον φιλοσόφους, μόνα λέγοντας τὰ πάθη εἶναι καταληπτὰ, τὰ δὲ λοιπὰ ἀκατάληπτα. Ἐκ τοῦ αὐτοῦ κʹ. Πρὸς τοὺς περὶ Μητρόδωρον καὶ Πρωταγόραν, μόναις δεῖν πιστεύειν ταῖς αἰσθήσεσι λέγοντας. Ἀπὸ τοῦ αὐτοῦ καʹ. Πρὸς τοὺς κατ' Ἐπίκουρον ἡδονὴν τέλος ὁριζομένους. Ἀπὸ τοῦ αὐτοῦ κβʹ. Ἔτι πρὸς τοὺς τὴν ἡδονὴν τὸ ἀγαθὸν εἶναι ὁριζομένους. Ἀπὸ τοῦ Πλάτωνος κγʹ. Πρὸς τοὺς κατ' Ἐπίκουρον πρόνοιαν μὲν ἀρνουμένους, ἀτόμοις δὲ σώμασιν ἀνατιθέντας τὸ πᾶν. Ἀπὸ τῶν ∆ιονυσίου ἐπισκόπου κδʹ. Ἀπὸ τῶν ἐν ἀνθρώποις ὑποδειγμάτων. Ἐκ τοῦ αὐτοῦ κεʹ. Ἀπὸ τῆς τοῦ παντὸς συστάσεως. Ἐκ τοῦ αὐτοῦ κʹ. Ἀπὸ τῆς τἀνθρώπου φύσεως. Ἐκ τοῦ αὐτοῦ κζʹ. Ὅτι οὐκ ἐπίπονον τῷ θεῷ τὸ ἐργάζεσθαι. Ἐκ τοῦ αὐτοῦ
Ι∆ 14.1.1 αʹ. ΠΡΟΟΙΜΙΟΝ ΠΕΡΙ ΤΗΣ ΥΠΟΘΕΣΕΩΣ Ὅσα μὲν εἰπεῖν τε καὶ ἀκοῦσαι ἦν ἀμφὶ τῆς κατὰ Πλάτωνα φιλοσοφίας τῆς τε τούτου πρὸς τὰ Ἑβραίων λόγια συμφωνίας, δι' ἣν τὸν ἄνδρα καταπεπλήγμεθα, καὶ αὖ πάλιν τῆς πρὸς τοὺς αὐτοὺς διαφωνίας, δι' ἣν οὐκ ἄν τις αὐτὸν εὖ φρονῶν ἀποδέξαιτο, διελθὼν ἐν τῷ πρὸ τούτου, μέτειμι νῦν ἐπὶ τὰς λοιπὰς αἱρέσεις τῶν παρ' Ἕλλησιν ἐπὶ φιλοσοφίᾳ βοηθέντων. 14.1.2 καὶ τούτων αὖ πάλιν τὸν ἐκ τῆς ἀληθείας ὄλισθον οὐκ αὐτὸς οὐδὲ παρ' ἐμαυτοῦ, διὰ δὲ τῆς αὐτῶν πάλιν τῶν Ἑλληνικῶν φωνῶν μαρτυρίας σκοπεῖν τοῖς ἐντυγχάνουσι πρὸ ὀφθαλμῶν θήσω· οὐ μὲν δή τισι τῶν ἀνδρῶν ἀπεχθόμενος, ὧν γε καὶ μέγα θαῦμα ἔχειν ὁμολογῶ, ὅταν δὴ τοῖς ἄλλοις, 14.1.3 οἷάπερ ἀνθρώποις, παραβάλλω τοὺς ἄνδρας· ἐπὰν δὲ τοῖς Ἑβραίων θεολόγοις τε καὶ προφήταις θεῷ τε τῷ διὰ τούτων καὶ μελλόντων προρρήσεις καὶ θαυμάτων ἐπιδείξεις πεποιημένῳ, ἀτὰρ δὴ καὶ μαθημάτων εὐσεβῶν δογμάτων τε ἀληθῶν διδασκαλίαν καταβεβλημένῳ, οὐκέτ' οἶμαί τινα δεῖν εὐλόγως ἐπιμέμψασθαι, εἰ θεὸν πρὸ ἀνθρώπων καὶ ἀλήθειαν αὐτὴν πρὸ θνητῶν λογισμῶν 14.1.4 τε καὶ στοχασμῶν τιμώμεθα. τοῦτο δέ μοι πᾶν ὁ τῆς παρούσης Προπαρασκευῆς δείξειν πεφιλοτίμηται λόγος, εἰς ἀπόκρισιν ὁμοῦ καὶ ἀπολογίαν τῶν δὴ πευσομένων, τί δὴ ἄρα καλὸν ἢ σεμνὸν ἰδόντες ἐν τοῖς βαρβάρων γράμμασι τῆς πατρῴας καὶ εὐγενοῦς φιλοσοφίας, τῆς Ἑλλήνων λέγω, προκρίνειν αὐτὰ διανενοήμεθα. ἀλλὰ γὰρ ἤδη δι' ἔργων ἡ ἀπόδειξις ἡμῖν χωρείτω.
14.2.1 βʹ. ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΦΙΛΟΣΟΦΩΝ ΠΡΟΣ ΑΛΛΗΛΟΥΣ ∆ΙΑΦΩΝΙΑΣ ΚΑΙ