223
ΜΑΧΗΣ Ἡγοῦμαι δὲ δεῖν πρώτιστα πάντων ἄνωθεν ἀπὸ τῆς πρώτης καταβολῆς τῶν παρ' Ἕλλησι φιλοσόφων ἀπάρξασθαι καὶ τοὺς πρόσθεν ἢ Πλάτωνα γενέσθαι φυσικοὺς ἐπικληθέντας φιλοσόφους καταμαθεῖν, τίνες ποτὲ γεγόνασι καὶ ὁποίων ἔτυχεν ἡ κατ' αὐτοὺς φιλοσοφία προστατῶν τοῦ λόγου, εἶτ' ἐπὶ τὴν τοῦ Πλάτωνος παρελθεῖν διαδοχὴν καὶ τίνες ποτ' ἦσαν καὶ οἵδε τάς τε πρὸς ἀλλήλους λογομαχίας αὐτῶν ἐπισκέψασθαι, ἐπιθεωρῆσαι δὲ καὶ τῶν ἄλλων αἱρέσεων τὰς διαστάσεις τῶν τε δοξῶν τὰς ἀντικαταστάσεις, ἐν αἷς πυκτεύοντας τοὺς γενναίους καὶ φιλοτίμως διαπληκτιζομένους ὥσπερ 14.2.2 ἐπὶ σκηνῆς τοῖς θεαταῖς παραδείξω. αὐτίκα γοῦν μάλα θεασώμεθα ὅπως μὲν ὁ Πλάτων τοὺς αὐτοῦ πρώτους ἔσκωπτεν, ὅπως δὲ τοὺς Πλάτωνος οἰκείους τε καὶ διαδόχους ἄλλοι καὶ αὖ πάλιν ὅπως οἱ Πλάτωνος ἑταῖροι τὰ σοφὰ τῆς Ἀριστοτέλους πολυνοίας ἀπήλεγχον ὅπως θ' οἱ τὸν Ἀριστοτέλην καὶ τὸν Περίπατον αὐχοῦντες τὰ δοκοῦντα τοῖς τὴν ἐναντίαν πρε14.2.3 σβεύουσι τὸ μηθὲν ὄντα παρίστων. καὶ τὰ δεινὰ δὲ καὶ ἀκριβῆ τῆς τῶν Στωϊκῶν λεπτολογίας ὑφ' ἑτέρων αὖ πάλιν ὄψει καταγελώμενα πάντας τε πανταχόθεν κατὰ τῶν πέλας κονιομένους καὶ μάχην καὶ πάλην ἀνδρικώτατα συνισταμένους, ὡς διὰ χειρῶν ἤδη καὶ γλώττης ἢ μᾶλλον διὰ καλάμου καὶ μέλανος τὸν κατὰ ἀλλήλων αὐτοὺς πόλεμον ἐπιτειχίζεσθαι, μονονουχὶ βάλ14.2.4 λοντας καὶ βαλλομένους τοῖς διὰ λόγων δόρασί τε καὶ παντευχίαις. περιέξει δ' ἡμῖν τὸ στάδιον ἐν τῷ γυμνικῷ τῷδε ἀγῶνι γυμνοὺς ἀληθείας ἁπάσης πρὸς τοῖς δηλωθεῖσι καὶ τοὺς πᾶσιν ὁμοῦ τοῖς δογματικοῖς φιλοσόφοις ἐξ ἐναντίας ἀραμένους τὰ ὅπλα, τοὺς ἀμφὶ Πύρρωνα λέγω, μηδὲν εἶναι καταληπτὸν ἐν ἀνθρώποις ἀποφηναμένους, καὶ τούς τε κατ' Ἀρίστιππον μόνα λέγοντας τὰ πάθη εἶναι καταληπτὰ καὶ αὖ πάλιν τοὺς κατὰ Μητρόδωρον καὶ Πρωταγόραν μόναις δεῖν φάσκοντας ταῖς τοῦ σώματος πιστεύειν 14.2.5 αἰσθήσεσιν. ἔμπαλιν δὲ τούτοις συναποδύσομεν τοὺς ἀμφὶ Ξενοφάνην καὶ Παρμενίδην τὴν ἐναντίαν παραταξαμένους καὶ τὰς αἰσθήσεις ἀνελόν14.2.6 τας. οὐ παρήσομεν δὲ οὐδὲ τοὺς τῆς ἡδονῆς προμάχους, ἀλλὰ καὶ τούτων τὸν ἀριστέα Ἐπίκουρον σὺν τοῖς εἰρημένοις καταλέξομεν. πρὸς ἅπαντας δὲ ὁμοῦ τοῖς σφετέροις αὐτῶν βέλεσι τὸν κατ' αὐτῶν ἀντιθήσομεν 14.2.7 ἔλεγχον. καὶ τῶν ἐπίκλην δὲ φυσικῶν ἁπάντων ὁμοῦ τῶν τε δογμάτων τὰς διαφωνίας καὶ τῆς σπουδῆς τὴν ἀχρηστομάθειαν εἰς φανερὸν οἴσω, οὔ τί που μισέλλην οὐδὲ μισόλογος τις ὤν πολλοῦ γε δέω, διαβολῆς δ' αἰτίαν ἀπολυόμενος, ὅτι δὴ τῆς Ἑλληνικῆς ἥκιστα σοφίας μεταποιηθέντες τὰ Ἑβραίων λόγια προτετιμήκαμεν.
14.3.1 γʹ. ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΚΑΘ' ΕΒΡΑΙΟΥΣ ΣΥΜΦΩΝΙΑΣ Οἱ μέν γε Ἑβραῖοι ἄνωθεν ἐξ αἰῶνος μακροῦ καὶ αὐτῆς, ὡς ἔπος εἰπεῖν, ἀπὸ πρώτης ἀνθρωπογονίας τὴν ἀληθῆ καὶ εὐσεβῆ φιλοσοφίαν ἀνηρευνηκότες, ἀκήρατον καὶ ἐπὶ τοὺς μετέπειτα ταύτην διατετηρήκασι, παῖς παρὰ πατρὸς θησαυρὸν λόγων ἀληθῶν ὑποδεξάμενοί τε καὶ φυλάξαντες, ὡς μήτ' ἐπιθεῖναι 14.3.2 μήτ' ἀφελεῖν τινα τοῖς ἅπαξ κεκριμένοις τολμῆσαι. οὔτ' οὖν ὁ πάνσοφος Μωσῆς, πάντων μὲν Ἑλλήνων πρεσβύτατος ἀποφανθεὶς διὰ τῶν ἔμπροσθεν, πάντων δὲ ὕστατος τὴν ἡλικίαν τῶν πρὶν Ἑβραίων γεγονώς, κινῆσαί τι καὶ μεταθεῖναι τῶν τοῖς προπάτορσι δοξάντων τῆς δογματικῆς πέρι θεολογίας διανενόηται, πλὴν ὅσον τοῖς ὑπ' αὐτὸν ἀνθρώποις ἀγωγῆς βίου καταλλήλου τρόπον καί τινος μέσης πολιτείας νομοθεσίαν καταβαλέσθαι, 14.3.3