224
οὔθ' οἱ μετὰ τόνδε προφῆται, μυρίαις ὅσαις ὕστερον ἐτῶν περιόδοις ἐκλάμψαντες, διάφωνόν τι ῥῆμα πρός τε σφᾶς αὐτοὺς ἢ πρὸς τὰ Μωσεῖ καὶ τοῖς 14.3.4 πάλαι θεοφιλέσι νομισθέντα προέσθαι τῇ φωνῇ τετολμήκασιν. ἀλλ' οὐδὲ τὸ καθ' ἡμᾶς διδασκάλιον, κεῖθέν ποθεν ὁρμώμενον καὶ δι' ἐνθέου δυνάμεως ὁμοῦ πᾶσαν Ἑλλάδα τε καὶ τὴν βάρβαρον ἐμπλῆσαν, διάφωνόν τι τοῖς πρόσθεν ἐμπεριείληφεν, εἰ μή τις φαίη ὅτι μὴ μόνον τοῖς δόγμασι τῆς θεολογίας, ἀλλὰ καὶ τῷ τρόπῳ τοῦ βίου τὴν αὐτὴν ἀγωγὴν τοῖς πρὸ 14.3.5 Μωσέως θεοφιλέσιν Ἑβραίοις παραδίδωσι. καὶ τὰ μὲν ἡμέτερα τοιαῦτα μιᾷ τε διανοίᾳ μιᾷ τε φωνῇ ὑπὸ τῶν πρώτων καὶ τῶν μέσων καὶ τῶν ὑστάτων μεμαρτυρημένα τῆς ἀληθοῦς εὐσεβείας ὁμοῦ καὶ φιλοσοφίας τὸ βέβαιον ἁπάσαις ψήφοις ἐπισφραγίζεται πληροῖ τε τὴν σύμπασαν οἰκουμένην, ὁσημέραι νεάζοντα καὶ ἀνθοῦντα, ὡς ἄρτι πρώτην ἀκμὴν καταβεβλημένα· καὶ οὔτε νόμων διατάξεις οὔτ' ἐχθρῶν ἐπιβουλαὶ οὔτε πολεμίων πολλάκις ἀκονηθέντα ξίφη κρείττονα τῆς ὧν μετήλθομεν λόγων ἀρετῆς τὴν 14.3.6 δύναμιν ἐπιδέδεικται. τὰ δὲ τῆς Ἑλλήνων φιλοσοφίας ἐπὶ βραχέσι σαλεύσαντα τίνα ποτὲ τὴν ἰσχὺν ἐπεδείξατο, νυνὶ θεασώμεθα, πρώτους ἁπάντων εἰς μέσον ἀγαγόντες καὶ εἰς τὸν ἀγῶνα καθιέντες τοὺς φυσικοὺς ἐπικληθέντας· οἳ δὴ πρόσθεν ἢ Πλάτωνα διαλάμψαι λεγόμενοι ὅπως πρὸς ἀλλήλους ἐστασίασαν παρ' αὐτοῦ μαθεῖν ἔστι τοῦ Πλάτωνος· ὃς δὴ τῶν ἀμφὶ Πρωταγόραν Ἡράκλειτόν τε καὶ Ἐμπεδοκλέα τὴν πρὸς Παρμενίδην καὶ τοὺς ἀμφ' αὐ14.3.7 τὸν διαμάχην ἐξελέγχει. ὁ μὲν γὰρ ∆ημοκρίτου γεγονὼς ἑταῖρος, ὁ Πρωταγόρας, ἄθεον ἐκτήσατο δόξαν· λέγεται γοῦν τοιᾷδε κεχρῆσθαι εἰσβολῇ ἐν τῷ Περὶ θεῶν συγγράμματι· «Περὶ μὲν θεῶν οὐκ οἶδα οὔθ' ὡς εἰσὶν οὔθ' ὡς οὐκ εἰσὶν οὔθ' ὁποῖοί τινες ἰδέαν.» ὁ δὲ ∆ημόκριτος ἀρχὰς τῶν ὅλων ἔφη εἶναι τὸ κενὸν καὶ τὸ πλῆρες· τὸ πλῆρες ὂν λέγων καὶ στερεόν, τὸ δὲ κενὸν μὴ ὄν. διὸ καί φησι «μηδὲν μᾶλλον τὸ ὂν τοῦ μὴ ὄντος εἶναι» ὅτι τε 14.3.8 «ἐξ ἀϊδίου τὰ ὄντα ἐν τῷ κενῷ συνεχῶς καὶ ὀξέως κινεῖται.» ὁ δὲ Ἡράκλειτος ἀρχὴν τῶν πάντων ἔφη εἶναι τὸ πῦρ, ἐξ οὗ τὰ πάντα γίνεται καὶ εἰς ὃ ἀναλύεται. ἀμοιβὴν γὰρ εἶναι τὰ πάντα χρόνον τε ὡρίσθαι τῆς τῶν 14.3.9 πάντων εἰς τὸ πῦρ ἀναλύσεως καὶ τῆς ἐκ τούτου γενέσεως. οἵδε μὲν οὖν πάντα κινεῖσθαι ἔφασαν. ὁ δὲ Παρμενίδης, τὸ γένος Ἐλεάτης ὤν, ἓν μὲν εἶναι τὸ πᾶν, ἀγένητον δὲ καὶ ἀκίνητον καὶ κατὰ σχῆμα σφαιροειδὲς ὑπάρχειν ἐδογμάτιζε. Παρμενίδου δὲ Μέλισσος ἑταῖρος γέγονε, τὰ αὐτὰ τῷ Παρμενίδῃ δοξάζων. τούτων δὴ οὖν πέρι ὁποῖα ὁ Πλάτων ἐν τῷ Θεαιτήτῳ διέξεισιν ἄκουε·
14.4.1 δʹ. ΟΠΩΣ Ο ΠΛΑΤΩΝ ΤΟΥΣ ΠΡΟ ΑΥΤΟΥ ∆ΙΑΒΕΒΛΗΚΕΝ «Ἐκ δὲ διαφορᾶς τε καὶ κινήσεως καὶ κράσεως πρὸς ἄλληλα γίνεται πάντα ἃ δή φαμεν εἶναι, οὐκ ὀρθῶς προσαγορεύοντες. ἔστι μὲν γὰρ οὐδέποτ' οὐδέν, ἀεὶ δὲ γίνεται. καὶ περὶ τούτου πάντες ἐξαίσιοι σοφοὶ πλὴν Παρμενίδου συμφέρεσθον, Πρωταγόρας τε καὶ Ἡράκλειτος καὶ Ἐμπεδοκλῆς, καὶ τῶν ποιητῶν οἱ ἄκροι τῆς ποιήσεως ἑκατέρας, κωμῳδίας μὲν Ἐπίχαρμος, τραγῳδίας δὲ Ὅμηρος, ὃς εἰπών· Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, πάντα εἴρηκεν ἔγγονα ῥοῆς τε καὶ κινήσεως. ἢ οὐ δοκεῖ τοῦτο λέγειν; 14.4.2 Ἔμοιγε. Τίς οὖν ἂν ἔτι πρός γε τοσοῦτον στρατόπεδον καὶ στρατηγὸν Ὅμηρον δύναιτο ἀμφισβητήσας μὴ καταγέλαστος γενέσθαι;» Εἶθ' ἑξῆς προϊὼν τῷ λόγῳ ἐπιφέρει λέγων· 14.4.3 «Προσιτέον οὖν ἐγγυτέρω, ὡς ὁ ὑπὲρ Πρωταγόρου λόγος ἐπέταττε, καὶ σκεπτέον τὴν φερομένην ταύτην οὐσίαν διακρούοντα, εἴτε ὑγιὲς εἴτε σαθρὸν φθέγγεται. μάχη δ' οὖν περὶ αὐτῆς οὐ φαύλη οὐδ' ὀλίγοις γέγονε. Πολλοῦ καὶ δεῖ φαύλη εἶναι, ἀλλὰ περὶ μὲν τὴν Ἰωνίαν καὶ ἐπιδίδωσι πάμπολυ. οἱ γὰρ τοῦ Ἡρακλείτου ἑταῖροι