226
ἐχάλασαν, ἐν μέρει δὲ τοτὲ μὲν ἓν εἶναί φασι τὸ πᾶν καὶ φίλον ὑπ' Ἀφροδίτης, τοτὲ δὲ πολλὰ καὶ πολέμιον αὐτὸ αὑτῷ διὰ νεῖκός τι. ταῦτα δὲ πάντα εἰ μὲν ἀληθῶς τις ἢ μὴ τούτων εἴρηκε, χαλεπὸν καὶ πλημμελὲς οὕτω μεγάλα κλεινοῖς καὶ παλαιοῖς ἀνδράσιν ἐπιτιμᾶν.» 14.4.9 Καὶ μετὰ βραχέα ἐπιλέγει· «Τοὺς μὲν τοίνυν διακριβολογουμένους ὄντος τε πέρι καὶ μὴ πάντας μὲν οὐ διεληλύθαμεν, ὅμως δ' ἱκανῶς ἐχέτω· τοὺς δὲ ἄλλως λέγοντας αὖ θεατέον, ἵν' ἐκ πάντων ἴδωμεν ὅτι τὸ ὂν τοῦ μὴ ὄντος οὐδὲν εὐπορώτερον εἰπεῖν ὅ τι ποτ' ἔστιν. Οὐκοῦν πορεύεσθαι χρὴ καὶ ἐπὶ τούτους. Καὶ μὴν ἔοικέ γε ἐν αὐτοῖς οἷον γιγαντομαχία τις εἶναι διὰ τὴν ἀμφισβήτησιν περὶ τῆς οὐσίας πρὸς ἀλλήλους. 14.4.10 Πῶς; Οἱ μὲν εἰς γῆν ἐξ οὐρανοῦ καὶ τοῦ ἀοράτου πάντα ἕλκουσι, ταῖς χερσὶν ἀτεχνῶς πέτρας καὶ δρῦς περιλαμβάνοντες. τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων διισχυρίζονται τοῦτο εἶναι μόνον ὃ παρέχει προσβολὴν καὶ ἐπαφήν τινι, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι, τῶν δὲ ἄλλων εἴ τις φήσει μὴ σῶμα ἔχον εἶναι, καταφρονοῦντες τὸ παράπαν καὶ οὐδὲν ἐθέλοντες ἄλλο ἀκούειν. Ἦ δεινοὺς εἴρηκας ἄνδρας· ἤδη γὰρ καὶ ἐγὼ τούτων πάνυ πολλοῖς προσέτυχον. 14.4.11 Τοιγαροῦν οἱ πρὸς αὐτοὺς ἀμφισβητοῦντες μάλα εὐλαβῶς ἄνωθέν ποθεν ἀμύνονται, νοητὰ ἄττα καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν οὐσίαν εἶναι· τὰ δὲ ἐκείνων σώματα καὶ τὴν λεγομένην ὑπὸ τούτων ἀλήθειαν κατὰ σμικρὰ διαθραύοντες ἐν τοῖς λόγοις γένεσιν ἀντὶ οὐσίας φερομένην τινὰ προσαγορεύουσιν. ἐν μέσῳ δὲ περὶ ταῦτα ἄπλετος ἀμφοτέρων μάχη τις, ὦ Θεαίτητε, ἀεὶ ξυνέστηκεν. Ἀληθῆ.» 14.4.12 ∆ιὰ δὴ τοσούτων τοὺς πρὸ αὐτοῦ φυσικοὺς φιλοσόφους διαβέβληκεν ὁ Πλάτων. ὁποίαν δὲ αὐτὸς περὶ τῶν ἐζητημένων ἐπήγετο δόξαν ἐν τοῖς πρὸ τούτου διειλήφαμεν, ὅτε συμφωνεῖν αὐτὸν τοῖς Ἑβραίων δόγμασι καὶ τῇ Μωσέως συντρέχειν περὶ τοῦ ὄντος διδασκαλίᾳ παριστῶμεν. 14.4.13 Καὶ τοὺς αὐτοῦ δὲ τοῦ Πλάτωνος διαδόχους φέρε τῷ λόγῳ θεωρήσωμεν. Πλάτωνά φασιν ἐν Ἀκαδημίᾳ συστησάμενον τὴν διατριβὴν πρῶτον Ἀκαδημαϊκὸν κληθῆναι καὶ τὴν ὀνομασθεῖσαν Ἀκαδημαϊκὴν φιλοσοφίαν συστήσασθαι. μετὰ δὲ Πλάτωνα Σπεύσιππον τὸν ἐξ ἀδελφῆς Πλάτωνος, τῆς Ποτώνης, εἶτα Ξενοκράτην, ἔπειτα Πολέμωνα τὴν διατριβὴν ὑποδέ14.4.14 ξασθαι. τούτους δὲ ἀφ' ἑστίας ἀρξαμένους εὐθὺς τὰ Πλατωνικά φασι παραλύειν, στρεβλοῦντας τὰ τῷ διδασκάλῳ φανέντα ξένων εἰσαγωγαῖς δογμάτων, ὥστε σοι μὴ εἰς μακρὸν ἐλπίζειν τὴν τῶν θαυμαστῶν ἐκείνων διαλόγων ἰσχὺν ἀποσβῆναι ἅμα τε τῇ τοῦ ἀνδρὸς τελευτῇ καὶ τὴν τῶν δογμάτων διαδοχὴν συναποτελευτῆσαι, μάχης ἐντεῦθεν καὶ στάσεως ἀπὸ τῶνδε ἀρξαμένης, οὔποτε καὶ εἰς δεῦρο διαλειπούσης, τοὺς τὰ αὐτῷ φίλα ζηλοῦν ἀσπαζομένους οὐδένας μὲν οὐδὲ ὄντας, πλὴν εἰ μὴ εἷς που ἢ δεύτερος ἐν ὅλῳ τῷ βίῳ ἢ καί τινες ἄλλοι κομιδῇ βραχεῖς τὸν ἀριθμόν, οὐδ' αὐτοὶ πάμπαν ἀλλότριοι τῆς ἐπιπλάστου σοφιστείας· ἐπεὶ καὶ οἱ πρόσθεν τὸν Πλάτωνα 14.4.15 διαδεξάμενοι τοιοίδε τίνες διαβέβληνται. Πολέμωνα γάρ φασι διαδέξασθαι Ἀρκεσίλαον, ὃν δὴ κατέχει λόγος ἀφέμενον τῶν Πλάτωνος δογμάτων ξένην τινὰ καί, ὥς φασι, δευτέραν συστήσασθαι Ἀκαδημίαν. φάναι γὰρ περὶ ἁπάντων ἐπέχειν δεῖν· εἶναι γὰρ πάντα ἀκατάληπτα καὶ τοὺς εἰς ἑκάτερα λόγους ἰσοκρατεῖς ἀλλήλοις, καὶ τὰς αἰσθήσεις δὲ ἀπίστους εἶναι καὶ πάντα λόγον. ἐπῄνει γοῦν Ἡσιόδου τουτὶ τὸ ἀπόφθεγμα· κρύψαντες γὰρ ἔχουσι θεοὶ νόον ἀνθρώποισιν. 14.4.16 ἐπειρᾶτο δὲ καὶ παράδοξά τινα ἀνακαινίζειν. μετὰ δὲ τὸν Ἀρκεσίλαον τοὺς ἀμφὶ Καρνεάδην καὶ Κλειτόμαχον, τῆς τῶν προτέρων δόξης ἀποτραπέντας, τρίτης Ἀκαδημίας αἰτίους γενέσθαι φασίν. «Ἔνιοι δὲ καὶ τετάρτην προστιθέασι τὴν τῶν περὶ Φίλωνα καὶ Χαρμίδαν. τινὲς δὲ καὶ πέμπτην καταλέγουσι τὴν τῶν περὶ τὸν Ἀντίοχον.» Τοιαύτη μέν τις ἡ αὐτοῦ Πλάτωνος ὑπῆρξε διαδοχή. ὁποῖοι δὲ γεγόνασιν οἵδε τὸν τρόπον, λαβὼν