1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

227

ἀνάγνωθι τὰς ὧδε ἐχούσας Νουμηνίου τοῦ Πυθαγορείου φωνάς, ἃς τέθειται ἐν τῷ πρώτῳ ὧν ἐπέγραψε Περὶ τῆς τῶν Ἀκαδημαϊκῶν πρὸς Πλάτωνα διαστάσεως·

14.5.1 εʹ. ΠΕΡΙ ΤΗΣ ΠΡΩΤΗΣ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ∆ΙΑ∆ΟΧΗΣ «Ἐπὶ μὲν τοίνυν Σπεύσιππον τὸν Πλάτωνος μὲν ἀδελφιδοῦν, Ξενοκράτη δὲ τὸν διάδοχον τὸν Σπευσίππου, Πολέμωνα δὲ τὸν ἐκδεξάμενον τὴν σχολὴν παρὰ Ξενοκράτους ἀεὶ τὸ ἦθος διετείνετο τῶν δογμάτων σχεδὸν δὴ ταὐτόν, ἕνεκά γε τῆς μήπω ἐποχῆς ταυτησὶ τῆς πολυθρυλήτου τε καὶ εἰ δή τινων τοιούτων ἄλλων. ἐπεὶ εἴς γε τὰ ἄλλα πολλαχῆ παραλύοντες, τὰ δὲ στρεβλοῦντες, οὐκ ἐνέμειναν τῇ πρώτῃ διαδοχῇ· ἀρξάμενοι δὲ ἀπ' ἐκείνου καὶ θᾶττον καὶ βράδιον διίσταντο προαιρέσει ἢ ἀγνοίᾳ, τὰ δὲ δή τινι αἰτίᾳ ἄλλῃ οὐκ ἀφι14.5.2 λοτίμῳ ἴσως. καὶ οὐ μὲν βούλομαί τι φλαῦρον εἰπεῖν διὰ Ξενοκράτη, μᾶλλον μὴν ὑπὲρ Πλάτωνος ἐθέλω. καὶ γάρ με δάκνει ὅτι μὴ πᾶν ἔπαθόν τε καὶ ἔδρων σῴζοντες τῷ Πλάτωνι κατὰ πάντα πάντη πᾶσαν ὁμοδοξίαν. καίτοι ἄξιος ἦν αὐτοῖς ὁ Πλάτων, οὐκ ἀμείνων μὲν Πυθαγόρου τοῦ μεγάλου, οὐ μέντοι ἴσως οὐδὲ φλαυρότερος ἐκείνου, ᾧ συνακολουθοῦντες σεφθέντες τε οἱ γνώρι14.5.3 μοι ἐγένοντο πολυτιμητίζεσθαι αἰτιώτατοι τὸν Πυθαγόραν. τοῦτο δὲ οἱ Ἐπικούρειοι οὐκ ὤφελον μέν, μαθόντες δ' οὖν ἐν οὐδενὶ ὤφθησαν Ἐπικούρῳ ἐναντία θέμενοι οὐδαμῶς, ὁμολογήσαντες δὲ εἶναι σοφῷ συνδεδογμένοι καὶ αὐτοὶ διὰ τοῦτο ἀπέλαυσαν τῆς προσρήσεως εἰκότως· ὑπῆρξέ τε ἐκ τοῦ ἐπὶ πλεῖστον τοῖς μετέπειτα Ἐπικουρείοις μηδ' αὐτοῖς εἰπεῖν πω ἐναντίον οὔτε ἀλλήλοις οὔτε Ἐπικούρῳ μηδὲν εἰς μηδέν, ὅτου καὶ μνησθῆναι ἄξιον· ἀλλ' ἔστιν αὐτοῖς παρανόμημα, μᾶλλον δὲ ἀσέβημα, καὶ κατέγνωσται τὸ καινοτομηθέν. διὸ τοῦτο οὐδεὶς οὐδὲ τολμᾷ, κατὰ πολλὴν δὲ εἰρήνην αὐτοῖς ἠρεμεῖ τὰ δόγματα ὑπὸ τῆς ἐν ἀλλήλοις αἰεί ποτε συμφωνίας. ἔοικέ τε ἡ Ἐπικούρου διατριβὴ πολιτείᾳ τινὶ ἀληθεῖ, ἀστασιαστοτάτῃ, κοινὸν ἕνα νοῦν, μίαν γνώμην ἐχούσῃ· ἀφ' ἧς ἦσαν καὶ εἰσὶ καί, ὡς ἔοικεν, ἔσονται φιλακόλουθοι. 14.5.4 τὰ δὲ τῶν Στωϊκῶν ἐστασίασται, ἀρξάμενα ἀπὸ τῶν ἀρχόντων καὶ μηδέπω τελευτῶντα καὶ νῦν. ἐλέγχουσι δὲ ἀγαπώντως ὑπὸ δυσμενοῦς ἐλέγχου, οἱ μέν τινες αὐτῶν ἐμμεμενηκότες ἔτι, οἱ δ' ἤδη μεταθέμενοι. εἴξασιν οὖν οἱ πρῶτοι ὀλιγαρχικωτέροις, οἳ δὴ διαστάντες ὑπῆρξαν εἰς τοὺς μετέπειτα πολλῆς μὲν τοῖς προτέροις, πολλῆς δὲ τῆς ἀλλήλοις ἐπιτιμήσεως αἴτιοι, εἰσί τε ἑτέρων ἕτεροι Στωϊκώτεροι· καὶ μᾶλλον ὅσοι πλεῖον περὶ τὸ τεχνικὸν ὤφθησαν μικρολόγοι· αὐτοὶ γὰρ οὗτοι τοὺς ἑτέρους ὑπερβαλλόμενοι τῇ τε πολυπραγμοσύνῃ τοῖς 14.5.5 τε σκαριφηθμοῖς ἐπετίμων θᾶττον. πολὺ μέντοι τούτων πρότερον ταὐτὰ ἔπαθον οἱ ἀπὸ Σωκράτους ἀφελκύσαντες διαφόρους τοὺς λόγους, ἰδίᾳ μὲν Ἀρίστιππος, ἰδίᾳ δὲ Ἀντισθένης καὶ ἀλλαχοῦ ἰδίᾳ οἱ Μεγαρικοί τε καὶ 14.5.6 Ἐρετρικοὶ ἢ εἴ τινες ἄλλοι μετὰ τούτων. αἴτιον δέ, ὅτι τρεῖς θεοὺς τιθεμένου Σωκράτους καὶ φιλοσοφοῦντος αὐτοῖς ἐν τοῖς προσήκουσιν ἑκάστῳ ῥυθμοῖς οἱ διακούοντες τοῦτο μὲν ἠγνόουν, ᾤοντο δὲ λέγειν πάντα αὐτὸν εἰκῆ καὶ ἀπὸ τῆς νικώσης αἰεὶ προστυχῶς ἄλλοτε ἄλλης τύχης, ὅπως πνέοι. 14.5.7 ὁ δὲ Πλάτων πυθαγορίσας ᾔδει δὲ τὸν Σωκράτην μηδαμόθεν ἢ ἐκεῖθεν δὴ τὰ αὐτὰ ταῦτα εἰπεῖν καὶ γνόντα εἰρηκέναι ὧδε οὖν καὶ αὐτὸς συνεδήσατο τὰ πράγματα, οὔτε εἰωθότως οὔτε δὴ εἰς τὸ φανερόν· διαγαγὼν δὲ ἕκαστα ὅπῃ ἐνόμιζεν, ἐπικρυψάμενος ἐν μέσῳ τοῦ δῆλα εἶναι καὶ μὴ δῆλα, ἀσφαλῶς μὲν ἐγράψατο, αὐτὸς δὲ αἰτίαν παρέσχε τῆς μετ' αὐτὸν στάσεώς τε ἅμα καὶ διολκῆς τῆς τῶν δογμάτων, οὐ φθόνῳ μὲν οὐδέ γε δυσνοίᾳ· ἀλλ' οὐ 14.5.8 βούλομαι ἐπὶ ἀνδράσι πρεσβυτέροις εἰπεῖν ῥήματα οὐκ ἐναίσιμα. τοῦτο δὲ δεῖ μαθόντας ἡμᾶς ἐπανενεγκεῖν ἐκεῖσε μᾶλλον τὴν