227
ὅτι χαλεπώτερον σαυτῷ ποιεῖς τὸ δικαστήριον οὕτω δικάζων; Καὶ ταῦτα λέγω, οὐκ ἀποδεχόμενος τοὺς ἀναξίως τὴν ἱερωσύνην διοικοῦντας, ἀλλ' ἐλεῶν καὶ δακρύων. Οὐ μὴν διὰ τοῦτό φημι παρὰ τῶν ἀρχομένων κρίνεσθαι, κἂν ὁ βίος αὐτῶν σφόδρα διαβεβλημένος ᾖ. Σὺ δὲ ἂν 63.854 σαυτῷ προσέχῃς, οὐδὲν παραβλαβήσῃ εἰς τὰ ἐγκεχειρισμένα αὐτῷ παρὰ τοῦ Θεοῦ. Εἰ γὰρ δι' ὄνου φωνὴν ἀφεθῆναι ἐποίησε, καὶ διὰ μάντεως εὐλογίας πνευματικὰς ἐχαρίσατο, καὶ ἐν ἀλόγῳ στόματι καὶ ἐν ἀκαθάρτῳ γλώττῃ τοῦ Βαλαὰμ ἐνεργήσας διὰ τοὺς προσκεκρουκότας Ἰουδαίους, πολλῷ μᾶλλον δι' ὑμᾶς τοὺς εὐγνώμονας, καὶ εἰ σφόδρα φαῦλοί εἰσιν οἱ ἱερεῖς, τὰ αὐτοῦ πάντα ἐργάσεται, καὶ πέμψει τὸ Πνεῦμα τὸ ἅγιον. Οὐδὲ γὰρ ὁ καθαρὸς ἀπὸ τῆς οἰκείας ἐπισπᾶται αὐτὸ καθαρότητος, ἀλλὰ χάρις ἐστὶν ἡ τὸ πᾶν ἐργαζομένη. Πάντα γὰρ, φησὶ, δι' ὑμᾶς, εἴτε Παῦλος, εἴτε Ἀπολλὼς, εἴτε Κηφᾶς. Ἃ γὰρ ἐγκεχείρισται ὁ ἱερεὺς, Θεοῦ μόνον ἐστὶ δωρεῖσθαι· καὶ ὅπουπερ ἂν ἡ ἀνθρωπίνη φθάσῃ φιλοσοφία, ἐλάττων τῆς χάριτος ἐκείνης φανεῖται. Καὶ ταῦτα λέγω, οὐχ ἵνα ῥᾳθύμως τὸν ἑαυτῶν βίον οἰκονομῶμεν, ἀλλ' ἵνα μὴ, ῥᾳθυμούντων τινῶν τῶν προεστώτων, ὑμεῖς οἱ ἀρχόμενοι ἑαυτοῖς πολλάκις ἐπισωρεύητε τὰ κακά. Καὶ τί λέγω τοὺς ἱερεῖς; οὔτε ἄγγελος, οὔτε ἀρχάγγελος ἐργάσασθαί τι δύναται εἰς τὰ δεδομένα παρὰ Θεοῦ, ἀλλὰ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα πάντα οἰκονομεῖ· ὁ δὲ ἱερεὺς τὴν ἑαυτοῦ δανείζει γλῶτταν, καὶ τὴν ἑαυτοῦ παρέχει χεῖρα. Καὶ γὰρ οὐδὲ δίκαιον ἦν διὰ τὴν ἑτέρου κακίαν, εἰς τὰ σύμβολα τῆς σωτηρίας ἡμῶν τοὺς πίστει προσιόντας παραβλάπτεσθαι. Ταῦτ' οὖν ἅπαντα εἰδότες, καὶ τὸν Θεὸν φοβώμεθα, καὶ τοὺς ἱερέας αὐτοῦ ἐντίμως ἔχωμεν, πᾶσαν αὐτοῖς ἀπονέμοντες τιμὴν, ἵνα καὶ ὑπὲρ τῶν οἰκείων κατορθωμάτων, καὶ ὑπὲρ τῆς εἰς ἐκείνους θεραπείας πολλὴν λάβωμεν παρὰ Θεοῦ τὴν ἀμοιβὴν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ΛΘʹ. Περὶ τοῦ, ὅτι πολλὰς ὁδοὺς ἡμῖν ὁ Θεὸς ἔδωκε πρὸς τὸ μὴ
ἁμαρτάνειν, ἐὰν θέλωμεν· καὶ ὅτι τὸν μέλλοντα ἐπιτυχεῖν τῆς βασιλείας τῶν οὐρανῶν πάσας δεῖ φυλάττειν τὰς ἐντολάς· τὸν δὲ τινὰ μὲν κατορθοῦντα, τινὰ δὲ παραβαίνοντα, ἐν τῇ γεέννῃ γνῶναί ἐστι τὴν διαφορὰν πρὸς τοὺς ἄλλους.
Πάλιν ἀναγκάζομαι, ἀγαπητοὶ, κατηγορῆσαι τῶν παρόντων πραγμάτων. Καὶ
τί πάθω; οὐκ ἐβουλόμην, ἀλλ' ἀναγκάζομαι. Εἰ μὲν γὰρ ἦν σιγήσαντα καὶ μηδὲν εἰπόντα τῶν γενομένων ἀφανίσαι διὰ τῆς σιγῆς τὰ γινόμενα, ἔδει σιγᾷν· εἰ δὲ τοὐναντίον γίνεται (οὐ γὰρ μόνον οὐκ ἀφανίζεται, ἡμῶν σιγώντων, ἀλλὰ καὶ χαλεπώτερα γίνεται), ἀναγκαῖον εἰπεῖν. Ὁ γὰρ κατηγορῶν τῶν ἁμαρτανόντων, εἰ καὶ μηδὲν ἕτερον, οὐκ ἀφίησι περαιτέρω προελθεῖν. Οὐδεμία γάρ ἐστιν οὕτως ἀναίσχυντος ψυχὴ καὶ ἰταμὴ, ὡς συνεχῶς ἀκούουσα κακιζόντων αὐτήν τινων, μὴ ἐντρέπεσθαι, μηδὲ καθυφεῖναι τῆς κακίας τῆς πολλῆς. Ἔνι γὰρ, ἔνι καὶ τοῖς ἀναισχύντοις μικρόν τι αἰδοῦς· ὁ Θεὸς γὰρ ἐνέσπειρε τὴν αἰδὼ τῇ φύσει τῇ ἡμετέρᾳ. Ἐπειδὴ γὰρ ὁ φόβος οὐκ ἤρκει ῥυθμίσαι ἡμᾶς, καὶ πολλὰς ἑτέρας κατεσκεύασεν ὁδοὺς τοῦ μὴ ἁμαρτάνειν· οἷον, τὸ κατηγορεῖσθαι ἄνθρωπον, τὸ δεδοικέναι νόμους τοὺς κειμένους, τὸ δόξης ἐρᾷν, τὸ φιλίας ἀντιποιεῖσθαι· πᾶσαι γὰρ αὗται αἱ ὁδοὶ τοῦ μὴ ἁμαρτάνειν εἰσί. Πολλάκις γὰρ ἃ διὰ τὸν Θεὸν οὐκ ἐγένετο, διὰ φόβον ἀνθρώπων ἐγένετο. Τὸ γὰρ ζητούμενον τοῦτό ἐστι· πρότερον μὴ ἁμαρτάνειν μαθεῖν, εἶτα τὸ διὰ τὸν Θεὸν τοῦτο ποιεῖν ὕστερον κατορθώσομεν. 63.854 Ἐπεὶ διὰ τί Παῦλος τοὺς μέλλοντας κρατεῖν τῶν ἐχθρῶν οὐκ ἀπὸ τοῦ φόβου προτρέπει τοῦ Θεοῦ, ἀλλὰ ἀπὸ τοῦ τὴν ἐκδικίαν ἀναμένειν; Τοῦτο γὰρ ποιῶν, φησὶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Τέως γὰρ τοῦτο βούλεται, κατορθωθῆναι τὴν ἀρετήν. Ὅπερ οὖν ἔλεγον, ἔνεστί τι αἰσχυντηρὸν ἐν ἡμῖν. Πολλὰ φυσικὰ ἔχομεν ἀγαθὰ πρὸς τὴν