1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

228

γνώμην, καὶ ὥσπερ ἐξ ἀρχῆς προὐθέμεθα χωρίζειν αὐτὸν Ἀριστοτέλους καὶ Ζήνωνος, οὕτως καὶ νῦν τῆς Ἀκαδημίας, ἐὰν ὁ θεὸς ἀντιλάβηται, χωρίζοντες ἐάσομεν αὐτὸν ἐφ' ἑαυτοῦ νῦν εἶναι Πυθαγόρειον· ὡς νῦν μανικώτερον, ἢ Πενθεῖ τινι προσῆκε, διελκό μενος πάσχει μὲν κατὰ μέλη, ὅλος δ' ἐξ ὅλου ἑαυτοῦ μετατίθεταί τε καὶ ἀντι14.5.9 μετατίθεται οὐδαμῶς. ὅπως οὖν ἀνὴρ μεσεύων Πυθαγόρου καὶ Σωκράτους, τοῦ μὲν τὸ σεμνὸν ὑπαγαγὼν μέχρι τοῦ φιλανθρώπου, τοῦ δὲ τὸ κομψὸν τοῦτο καὶ παιγνιῆμον ἀναγαγὼν ἀπὸ τῆς εἰρωνείας εἰς ἀξίωμα καὶ ὄγκον καὶ αὐτὸ τοῦτο κεράσας Σωκράτει Πυθαγόραν, τοῦ μὲν δημοτικώτερος, τοῦ δὲ σεμνότερος ὤφθη. 14.5.10 Ἀλλ' οὐ γάρ τοι ταῦτα διαιτήσων ἦλθον, μὴ περὶ τούτων οὔσης νῦν μοι τῆς ζητήσεως, ἃ δὲ προὐδέδοκτο· καὶ εἶμι ἐκεῖσε ἢ δὴ φροῦδος ἀναδραμεῖν δοκῶ 14.5.11 μοι, μὴ καί που ἀποκρουσθῶμεν τῆς ὁδοῦ τῆς φερούσης. Πολέμωνος δὲ ἐγένοντο γνώριμοι Ἀρκεσίλαος καὶ Ζήνων· πάλιν γὰρ αὐτῶν μνησθήσομαι ἐπὶ τέλει. Ζήνωνα μὲν οὖν μέμνημαι εἰπὼν Ξενοκράτει, εἶτα δὲ Πολέμωνι φοιτῆσαι, αὖθις δὲ παρὰ Κράτητι κυνίσαι· νυνὶ δὲ αὐτῷ λελογίσθω ὅτι 14.5.12 καὶ Στίλπωνός τε μετέσχε καὶ τῶν λόγων τῶν Ἡρακλειτείων. ἐπεὶ γὰρ συμφοιτῶντες παρὰ Πολέμωνι ἐφιλοτιμήθησαν ἀλλήλοις, συμπαρέλαβον εἰς τὴν πρὸς ἀλλήλους μάχην ὁ μὲν Ἡράκλειτον καὶ Στίλπωνα ἅμα καὶ Κράτητα, ὧν ὑπὸ μὲν Στίλπωνος ἐγένετο μαχητής, ὑπὸ δὲ Ἡρακλείτου αὐστηρός, κυνικὸς δὲ ὑπὸ Κράτητος· ὁ δ' Ἀρκεσίλαος Θεόφραστον ἴσχει καὶ Κράντορα τὸν Πλατωνικὸν καὶ ∆ιόδωρον, εἶτα Πύρρωνα, ὧν ὑπὸ μὲν Κράντορος πιθανουργικός, ὑπὸ ∆ιοδώρου δὲ σοφιστής, ὑπὸ δὲ Πύρρωνος ἐγένετο 14.5.13 παντοδαπὸς καὶ ἴτης καὶ οὐδέν. ὅθεν καὶ ἐλέγετο περὶ αὐτοῦ ᾀδόμενόν τι ἔπος παραγωγὸν καὶ ὑβριστικόν· πρόσθε Πλάτων, ὄπιθεν δὲ Πύρρων, μέσσος ∆ιόδωρος. Τίμων δὲ καὶ ὑπὸ Μενεδήμου τὸ ἐριστικόν φησι λαβόντα ἐξαρτυθῆναι, εἴπερ γε δή φησι περὶ αὐτοῦ· τῇ μὲν ἔχων Μενεδήμου ὑπὸ στέρνοισι μόλιβδον θεύσεται ἢ 'ς Πύρρωνα τὸ πᾶν κρέας ἢ ∆ιόδωρον. 14.5.14 ταῖς οὖν ∆ιοδώρου, διαλεκτικοῦ ὄντος, λεπτολογίαις τοὺς λογισμοὺς τοὺς Πύρρωνος καὶ τὸ σκεπτικὸν καταπλέξας διεκόσμησε λόγου δεινότητι τῇ Πλάτωνος φλήναφόν τινα κατεστωμυλμένον καὶ ἔλεγε καὶ ἀντέλεγε καὶ μετεκυλινδεῖτο κἀκεῖθεν κἀντεῦθεν, ἑκατέρωθεν, ὁπόθεν τύχοι, παλινάγρετος καὶ δύσκριτος καὶ παλίμβολός τε ἅμα καὶ παρακεκινδυνευμένος, οὐδέν τι εἰδώς, ὡς αὐτὸς ἔφη, γενναῖος ὤν· εἶτά πως ἐξέβαινεν ὅμοιος τοῖς εἰδόσιν, ὑπὸ σκιαγραφίας τῶν λόγων παντοδαπὸς πεφαντασμένος.

14.6.1 ςʹ. ΠΕΡΙ ΑΡΚΕΣΙΛΑΟΥ ΤΟΥ ΤΗΝ ∆ΕΥΤΕΡΑΝ ΑΚΑ∆ΗΜΙΑΝ ΥΠΟΣΤΗΣΑΜΕΝΟΥ

Τοῦ τε Ὁμηρικοῦ Τυδείδου ὁποτέροις μετείη ἀγνοουμένου, οὔτε εἰ Τρωσὶν ὁμιλέοι οὔτε εἰ καὶ Ἀχαιοῖς, οὐδὲν ἧττον Ἀρκεσίλαος ἠγνοεῖτο. τὸ γὰρ ἕνα τε λόγον καὶ ταὐτόν ποτ' εἰπεῖν οὐκ ἐνῆν ἐν αὐτῷ οὐδέ γε ἠξίου ἀνδρὸς εἶναί πω τὸ τοιοῦτο δεξιοῦ οὐδαμῶς. ὠνομάζετο οὖν δεινὸς σοφιστής, τῶν ἀγυμνάστων σφαγεύς. 14.6.2 ὥσπερ γὰρ αἱ Ἔμπουσαι ἐν τοῖς φάσμασι τοῖς τῶν λόγων ὑπὸ παρασκευῆς τε καὶ ὑπὸ μελέτης ἐφάρματτεν, ἐγοήτευεν, οὐδὲν εἶχεν εἰδέναι οὔτε αὐτὸς οὔτε τοὺς ἄλλους ἐᾶν· ἐδειμάτου δὲ καὶ κατεθορύβει καὶ σοφισμάτων γε καὶ λόγων κλοπῆς φερόμενος τὰ πρῶτα κατέχαιρε τῷ ὀνείδει καὶ ἡβρύνετο θαυμαστῶς, ὅτι μήτε τί αἰσχρὸν ἢ καλὸν μήτε ἀγαθὸν μήτε αὖ κακόν ἐστι τί ᾔδει, ἀλλ' ὁπότερον εἰς τὰς ψυχὰς πέσοι τοῦτο εἰπὼν αὖθις μεταβαλὼν 14.6.3 ἀνέτρεπεν ἂν πλεοναχῶς ἢ δι' ὅσων κατεσκευάκει. ἦν οὖν ὕδραν τέμνων ἑαυτὸν καὶ τεμνόμενος ὑφ' ἑαυτοῦ, ἀμφότερα ἀλλήλων δυσκρίτως καὶ