229
τοῦ δέοντος ἀσκέπτως, πλὴν τοῖς ἀκούουσιν ἤρκεσεν, ὁμοῦ τῇ ἀκροάσει εὐπρόσωπον ὄντα θεωμένοις· ἦν οὖν ἀκουόμενος καὶ βλεπόμενος ἥδιστος, ἐπεί γε προσειθίσθησαν ἀποδέχεσθαι αὐτοῦ τοὺς λόγους ἰόντας ἀπὸ καλοῦ προσ14.6.4 ώπου τε καὶ στόματος οὐκ ἄνευ τῆς ἐν τοῖς ὄμμασι φιλοφροσύνης. δεῖ δὲ ταῦτα ἀκοῦσαι μὴ ἁπλῶς, ἀλλ' ἔσχεν ὧδε ἐξ ἀρχῆς· συμβαλὼν γὰρ ἐν παισὶ Θεοφράστῳ, ἀνδρὶ πράῳ καὶ οὐκ ἀφυεῖ τὰ ἐρωτικά, διὰ τὸ καλὸς εἶναι ἔτι ὢν ὡραῖος τυχὼν ἐραστοῦ Κράντορος τοῦ Ἀκαδημαϊκοῦ, προσεχώρησε μὲν τούτῳ, οἷα δὲ τὴν φύσιν οὐκ ἀφυὴς τρεχούσῃ χρησάμενος αὐτῇ ῥᾳδίᾳ γε θερμουργῶς ὑπὸ φιλονεικίας, μετασχὼν μὲν ∆ιοδώρου εἰς τὰ πεπανουργημένα πιθάνια ταῦτα τὰ κομψά, ὡμιληκὼς δὲ Πύρρωνι ὁ δὲ Πύρρων ἐκ ∆ημοκρίτου ὥρμητο ἁμόθεν γέ ποθεν οὕτως μὲν δὴ ἔνθεν καταρτυθείς, πλὴν τῆς προσ14.6.5 ρήσεως, ἐνέμεινε Πυρρωνείως τῇ πάντων ἀναιρέσει. Μνασέας γοῦν καὶ Φιλόμηλος καὶ Τίμων οἱ σκεπτικοὶ σκεπτικὸν αὐτὸν προσονομάζουσιν, ὥσπερ καὶ αὐτοὶ ἦσαν, ἀναιροῦντα καὶ αὐτὸν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ τὸ πιθανόν. 14.6.6 λεχθεὶς οὖν ἂν αἰτίᾳ τῶν Πυρρωνείων Πυρρώνειος, αἰδοῖ τοῦ ἐραστοῦ ὑπέμεινε λέγεσθαι Ἀκαδημαϊκὸς ἔτι. ἦν μὲν τοίνυν Πυρρώνειος, πλὴν τοῦ ὀνόματος· Ἀκαδημαϊκὸς δ' οὐκ ἦν, πλὴν τοῦ λέγεσθαι. οὐ γὰρ πείθομαι τοῦ Κνιδίου ∆ιοκλέους φάσκοντος ἐν ταῖς ἐπιγραφομέναις ∆ιατριβαῖς Ἀρκεσίλαον φόβῳ τῶν Θεοδωρείων τε καὶ Βίωνος τοῦ σοφιστοῦ ἐπεισιόντων τοῖς φιλοσοφοῦσι καὶ οὐδὲν ὀκνούντων ἀπὸ παντὸς ἐλέγχειν, αὐτὸν ἐξευλαβηθέντα, ἵνα μὴ πράγματα ἔχῃ, μηδὲν μὲν δόγμα ὑπειπεῖν φαινόμενον, ὥσπερ δὲ τὸ μέλαν τὰς σηπίας προβάλλεσθαι πρὸ ἑαυτοῦ τὴν ἐποχήν. τοῦτ' οὖν ἐγὼ οὐ 14.6.7 πείθομαι. οἱ δ' οὖν ἔνθεν ἀφορμηθέντες, ὅ τε Ἀρκεσίλαος καὶ Ζήνων, ὑπὸ τοιούτων ἀρωγῶν, ἀμφοτέροις συμπολεμούντων λόγων, τῆς μὲν ἀρχῆς ὅθεν ἐκ Πολέμωνος ὡρμήθησαν ἐπιλανθάνονται, διαστάντες δέ γε καὶ σφέας αὐτοὺς ἀρτύναντες σὺν δ' ἔβαλον ῥινούς, σὺν δ' ἔγχεα καὶ μένε' ἀνδρῶν χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι ἔπληντ' ἀλλήλῃσι, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει. ἀσπὶς ἄρ' ἀσπίδ' ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ' ἀνὴρ ἐδνοπάλιζεν. ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων τε καὶ ὀλλυμένων 14.6.8 τῶν Στωϊκῶν· οἱ Ἀκαδημαϊκοὶ γὰρ οὐκ ἐβάλλοντο ὑπ' αὐτῶν, ἀγνοούμενοι ᾗ ἦσαν ἁλῶναι δυνατώτεροι. ἡλίσκοντο δὲ τῆς βάσεως αὐτοῖς σεισθείσης, εἰ μήτε ἀρχὴν ἔχοιεν μήτε μάχεσθαι ἀφορμήν. ἡ μὲν δὴ ἀρχὴ ἦν τὸ μὴ Πλα τωνικὰ λέγοντας αὐτοὺς ἐλέγξαι· τὸ δὲ μηδὲ ἔχειν τινὰ ἀφορμὴν ἦν, εἴπερ μόνον ἕν τι μετέστρεψαν ἀπὸ τοῦ ὅρου τοῦ περὶ τῆς καταληπτικῆς φαντασίας 14.6.9 ἀφελόντες. ὅπερ νῦν μὲν οὐκ ἔστι μηνύειν μοι ἐν καιρῷ, μνησθήσομαι δ' αὐτοῦ αὖθις ἐπὰν κατὰ τοῦτο μάλιστα γενέσθαι μέλλω. διαστάντες δ' οὖν εἰς τὸ φανερὸν ἔβαλλον ἀλλήλους οὐχ οἱ δύο, ἀλλ' ὁ Ἀρκεσίλαος τὸν Ζήνωνα. ὁ γὰρ Ζήνων εἶχε δή τι τῇ μάχῃ σεμνὸν καὶ βαρὺ καὶ Κηφισοδώρου τοῦ ῥήτορος οὐκ ἄμεινον· ὃς δὴ ὁ Κηφισόδωρος, ἐπειδὴ ὑπ' Ἀριστοτέλους βαλλόμενον ἑαυτῷ τὸν διδάσκαλον Ἰσοκράτην ἑώρα, αὐτοῦ μὲν Ἀριστοτέλους ἦν ἀμαθὴς καὶ ἄπειρος, ὑπὸ δὲ τοῦ καθορᾶν ἔνδοξα τὰ Πλάτωνος ὑπάρχοντα οἰηθεὶς κατὰ Πλάτωνα τὸν Ἀριστοτέλην φιλοσοφεῖν, ἐπολέμει μὲν Ἀριστοτέλει, ἔβαλλε δὲ Πλάτωνα καὶ κατηγόρει ἀρξάμενος ἀπὸ τῶν ἰδεῶν, τελευτῶν εἰς τὰ ἄλλα, 14.6.10 ἃ οὐδ' αὐτὰ ᾔδει, ἀλλὰ τὰ νομιζόμενα ἀμφ' αὐτῶν ᾗ λέγεται ὑπονοῶν. πλὴν οὕτως μὲν ὁ Κηφισόδωρος, ᾧ ἐπολέμει μὴ μαχόμενος, ἐμάχετο ᾧ μὴ πολεμεῖν ἐβούλετο. ὁ μέντοι Ζήνων καὶ αὐτός, ἐπειδὴ τοῦ Ἀρκεσιλάου μεθίετο, εἰ μὲν μηδὲ Πλάτωνι ἐπολέμει, ἐφιλοσόφει δήπου ἐμοὶ κριτῇ πλείστου ἀξίως, ἕνεκά γε τῆς εἰρήνης ταύτης. εἰ δ' οὐκ ἀγνοῶν μὲν ἴσως τὰ Ἀρκεσιλάου, τὰ μέντοι Πλάτωνος ἀγνοῶν, ὡς ἐξ ὧν αὐτῷ ἀντέγραψεν ἐλέγχεται, ὅτι ἐποίησεν ἐναντία καὐτός, μήτε ὃν