1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

229

χαρίζεται καὶ θαυμάσιον. Πολὺς τοῦ ἐλέου τούτου ὁ λόγος τῷ Παύλῳ ἦν· ἄκουε γὰρ αὐτοῦ λέγοντος· Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν· ἄλλοτε δὲ, Ἐὰν ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι. Καὶ πανταχοῦ 63.856 ἄνω καὶ κάτω περὶ τούτου ὁρᾷς αὐτὸν μεριμνῶντα. Καὶ πάλιν· Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι· καὶ πάλιν, Ταῦτα γάρ ἐστι καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις. Ἄκουε δὲ καὶ ἄλλου τινὸς λέγοντος· Ἐλεημοσύνη ἐκ θανάτου ῥύεται. Ἐὰν δὲ τὸν ἔλεον ἀνέλῃς, Κύριε, τίς στήσεται; καὶ ἐὰν εἰσέλθῃς, φησὶν, εἰς κρίσιν μετὰ τοῦ δούλου σου. Μέγα τι ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Τοῦτο γὰρ ἄνθρωπος ἐλεήμων· μᾶλλον δὲ τοῦτο ὁ Θεὸς, τὸ ἐλεεῖν. Ὁρᾷς ὅση τοῦ ἐλέους τοῦ Θεοῦ ἡ ἰσχύς; τοῦτο πάντα ἐποίησε, τοῦτο τὸν κόσμον εἰργάσατο δι' ἀγαθότητα μόνον· διὰ τοῦτο καὶ γέενναν ἠπείλησεν, ἵνα βασιλείας τύχωμεν· βασιλείας δὲ τυγχάνομεν δι' ἔλεον. ∆ιὰ τί γὰρ μόνος ὢν τοσούτους ἐποίησεν; οὐ δι' ἀγαθότητα; οὐ διὰ φιλανθρωπίαν; Ἂν ἐρωτήσῃς, ∆ιὰ τί τόδε καὶ τόδε; πανταχοῦ τὴν ἀγαθότητα εὑρήσεις. Ἐλεήσωμεν τοὺς πλησίον, ἵνα ἐλεηθῶμεν αὐτοί· οὐκ ἐκείνοις μᾶλλον, ἢ ἡμῖν αὐτοῖς συνάγομεν τὸν ἔλεον τοῦτον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅταν σφοδρὰ ᾖ τοῦ πυρὸς ἡ φλόξ· τὸ ἔλεον τοῦτο τοῦ πυρός ἐστι σβεστικὸν, ἡμῖν δὲ φωτὸς αἴτιον· οὕτω τοῦ πυρὸς τῆς γεέννης διὰ τούτου ἀπαλλαγησόμεθα· ἐπεὶ πόθεν σπλαγχνισθήσεται καὶ ἐλεήσει; Ἀπὸ τῆς ἀγάπης ὁ ἔλεος γίνεται. Οὐδὲν οὕτω παροξύνει τὸν Θεὸν, ὡς τὸ ἀνελεήμονα εἶναι. Ὥσπερ δὲ αἰσθήσεις ἡμῖν πέντε εἰσὶ, καὶ πάσαις εἰς δέον κεχρῆσθαι δεῖ, οὕτω καὶ πάσαις ταῖς ἀρεταῖς. Εἰ δέ τις σωφρονοίη μὲν, ἀνελεήμων δὲ εἴη· ἢ ἐλεήμων μὲν ᾖ, πλεονεκτοίη δέ· ἢ ἀπέχοιτο μὲν τῶν ἀλλοτρίων, τῶν δὲ αὑτοῦ μὴ μεταδοίη· πάντα εἰκῆ γέγονεν. Οὐ γὰρ ἀρκεῖ μία μόνον ἀρετὴ παραστῆσαι τῷ βήματι τοῦ Χριστοῦ μετὰ παῤῥησίας ἡμᾶς, ἀλλὰ πολλῆς δεῖ καὶ ποικίλης καὶ παντοδαπῆς καὶ πάσης αὐτῆς. Ἄκουε γὰρ αὐτοῦ λέγοντος τοῖς αὐτοῦ μαθηταῖς· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ πάλιν, Ὃς ἐὰν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· τουτέστιν, ἐν τῇ ἀναστάσει. Οὐ γὰρ δὴ εἰς βασιλείαν εἰσελεύσεται· οἶδε γὰρ καὶ αὐτὸν τὸν καιρὸν τῆς ἀναστάσεως βασιλείαν καλεῖν. Μίαν ἐὰν λύσῃ, φησὶν, ἐλάχιστος κληθήσεται· ὥστε πασῶν ἡμῖν δεῖ. Καὶ ὅρα πῶς οὐκ ἔνι χωρὶς ἐλεημοσύνης εἰσελθεῖν, ἀλλὰ κἂν αὕτη μόνη ἐλλείπῃ, εἰς τὸ πῦρ ἀπελευσόμεθα· Ἀπέλθετε γὰρ, φησὶν, οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Τίνος ἕνεκεν καὶ διὰ τί; Ὅτι ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με. Εἶδες πῶς οὐδὲν ἕτερον ἐγκληθέντες, διὰ τοῦτο μόνον ἀπώλοντο; Καὶ αἱ παρθένοι διὰ τοῦτο μόνον ἐξεβλήθησαν τοῦ νυμφῶνος· καίτοι γε σωφροσύνην εἶχον. Εἰρήνην, φησὶ, μετὰ πάντων διώκετε, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἐννόησον τοίνυν, ὅτι χωρὶς μὲν σωφροσύνης οὐκ ἔστιν ἰδεῖν τὸν Κύριον· οὐ πάντως δὲ μετὰ σωφροσύνης δυνατὸν ἰδεῖν· πολλάκις γὰρ ἕτερον ἐνεπόδισε. Πάλιν, ἂν πάντα κατορθώσωμεν, τὸν δὲ πλησίον οὐδὲν ὠφελήσωμεν, οὐδὲ οὕτως εἰσελευσόμεθα εἰς τὴν βασιλείαν. Πόθεν δῆλον· 63.857 Ἀπὸ τῶν τὰ τάλαντα πιστευθέντων οἰκετῶν· ἐκεῖ γὰρ ἡ ἀρετὴ πᾶσα ἀκέραιος ἦν, καὶ οὐδὲν ἐλέλειπτο, ἀλλ' ἐπειδὴ περὶ τὴν ἐργασίαν ὀκνηρὸς γέγονεν, εἰκότως ἐξεβάλλετο. Ἔστι καὶ ἀπὸ λοιδορίας μόνης εἰς γέενναν ἐμπεσεῖν· Ὁ γὰρ λέγων, φησὶ, τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Κἂν ἅπαντά τις κατορθώσῃ, ὑβριστὴς δὲ ᾖ, οὐκ εἰσελεύσεται. Καὶ μή τις ὠμότητα καταγινωσκέτω τοῦ Θεοῦ, εἰ τοὺς τοῦτο ἐπταικότας ἐκβάλλει τῆς βασιλείας τῶν οὐρανῶν. Εἰ γὰρ ἐπ' ἀνθρώπων, κἂν ὁτιοῦν τῶν παρανόμων ἐργάσηταί τις, ἐξέπεσε τῆς τοῦ βασιλέως ὄψεως, κἂν ἕνα νόμον τῶν κειμένων παραβῇ· κἂν συκοφαντήσῃ κατηγορῶν, ἀπώλεσε τὴν ἀρχήν· κἂν μοιχεύσῃ καὶ ἁλῷ, ἀνάξιος γέγονε· κἂν μυρία ᾖ κατορθωκὼς, ἀπόλλυται· κἂν φόνον ἐργάσηται καὶ