230
ᾔδει πλήττων ὅν τε οὐκ ἐχρῆν ἀτιμότατα καὶ αἴσχι14.6.11 στα περιυβρικώς, καὶ ταῦτα πολὺ κάκιον ἢ προσήκει κυνί. πλὴν διέδειξέ γε μὴν μεγαλοφροσύνῃ ἀποσχόμενος τοῦ Ἀρκεσιλάου. ἤτοι γὰρ ἀγνοίᾳ τῶν ἐκείνου ἢ δέει τῶν Στωϊκῶν πολέμοιο μέγα στόμα πευκεδανοῖο ἀπετρέψατο ἄλλῃ, εἰς Πλάτωνα. ἀλλὰ καὶ περὶ μὲν τῶν Ζήνωνι εἰς Πλάτωνα κακῶς τε καὶ αἰδημόνως οὐδαμῶς νεωτερισθέντων εἰρήσεταί μοι αὖθίς ποτε, ἐὰν φιλοσοφίας σχολὴν ἀγάγω· μή ποτε μέντοι ἀγάγοιμι σχολὴν τοσαύτην, 14.6.12 τούτου οὖν ἕνεκεν, εἰ μὴ ὑπὸ παιδιᾶς. τὸν δ' οὖν Ζήνωνα ὁ Ἀρκεσίλαος ἀντίτεχνον καὶ ἀξιόνικον ὑπάρχοντα θεωρῶν τοὺς παρ' ἐκείνου ἀποφερομέ14.6.13 νους λόγους καθῄρει καὶ οὐδὲν ὤκνει. καὶ περὶ μὲν τῶν ἄλλων ἃ ἐμεμάχητο ἐκείνῳ οὔτ' ἴσως εἰπεῖν ἔχω εἴ τε καὶ εἶχον οὐδὲν ἔδει νῦν αὐτῶν μνησθῆναι· τὸ δὲ δόγμα τοῦτο αὐτοῦ πρώτου εὑρομένου καὐτὸ καὶ τὸ ὄνομα βλέπων εὐδοκιμοῦν ἐν ταῖς Ἀθήναις, τὴν καταληπτικὴν φαντασίαν, πάσῃ μηχανῇ ἐχρῆτο ἐπ' αὐτήν. ὁ δ' ἐν τῷ ἀσθενεστέρῳ ὢν καὶ ἡσυχίαν ἄγων οὐ δυνάμενος ἀδικεῖσθαι, Ἀρκεσιλάου μὲν ἀφίετο, πολλὰ ἂν εἰπεῖν ἔχων, ἀλλ' οὐκ ἤθελε, τάχα δὲ μᾶλλον ἄλλως, πρὸς δὲ τὸν οὐκέτι ἐν ζῶσιν ὄντα Πλάτωνα ἐσκιομάχει καὶ τὴν ἀπὸ ἁμάξης πομπείαν πᾶσαν κατεθορύβει, λέγων ὡς οὔτ' ἂν τοῦ Πλάτωνος ἀμυναμένου ὑπερδικεῖν τε αὐτοῦ ἄλλῳ οὐδενὶ μέλον, εἴ τε μελήσειεν Ἀρκεσιλάῳ, αὐτός γε κερδανεῖν ᾤετο ἀποτρεψάμενος ἀφ' ἑαυτοῦ τὸν Ἀρκεσίλαον. τοῦτο δὲ ᾔδη καὶ Ἀγαθοκλέα τὸν Συρακόσιον ποιήσαντα τὸ 14.6.14 σόφισμα ἐπὶ τοὺς Καρχηδονίους. οἱ Στωϊκοὶ δὲ ὑπήκουον ἐκπεπληγμένοι· «ἁ μοῦσα γὰρ αὐτοῖς οὐδὲ τότε ἦν φιλόλογος οὐδ' ἐργάτις» χαρίτων, ὑφ' ὧν ὁ Ἀρκεσίλαος τὰ μὲν περικρούων, τὰ δὲ ὑποτέμνων, ἄλλα δ' ὑποσκελίζων κατεγλωττίζετο αὐτοὺς καὶ πιθανὸς ἦν. τοιγαροῦν πρὸς οὓς μὲν ἀντέλεγεν ἡττωμένων, ἐν οἷς δὲ λέγων ἦν καταπεπληγμένων, δεδειγμένον πως τοῖς τότε ἀνθρώποις ὑπῆρχε μηδὲν εἶναι μήτ' οὖν ἔπος μήτε πάθος μήτε ἔργον ἓν βραχὺ μηδὲ ἄχρηστον τοὐναντίον ὀφθῆναί ποτ' ἄν, εἴ τι μὴ Ἀρκεσιλάῳ δοκεῖ τῷ Πιταναίῳ· τῷ δ' ἄρα οὐδὲν ἐδόκει οὐδ' ἀπεφαίνετο οὐδὲν μᾶλλον ἢ ῥηματίσκια ταῦτ' εἶναι καὶ φόβους.
14.7.1 ζʹ. ΠΕΡΙ ΛΑΚΥ∆ΟΥ ΤΟΥ ΤΟΝ ΑΡΚΕΣΙΛΑΟΝ ∆ΙΑ∆ΕΞΑΜΕΝΟΥ
Περὶ δὲ Λακύδου βούλομαί τι διηγήσασθαι ἡδύ. ἦν μὲν δὴ Λακύδης ὑπογλισχρότερος καί τινα τρόπον ὁ λεγόμενος οἰκονομικός, οὗτος ὁ εὐδοκιμῶν παρὰ τοῖς πολλοῖς, αὐτὸς μὲν ἀνοιγνὺς τὸ ταμεῖον, αὐτὸς δ' ὑποκλείων. καὶ προῃρεῖτο δὲ ὧν ἐδεῖτο καὶ ἄλλα τοιαῦτα ἐποίει πάντα δι' αὐτουργίας, οὔ τί που αὐτάρκειαν ἐπαινῶν οὐδ' ἄλλως πενίᾳ χρώμενος οὐδ' ἀπορίᾳ δούλων, ᾧ 14.7.2 γε ὑπῆρχον δοῦλοι ὁπόσοι γοῦν· τὴν δὲ αἰτίαν ἔξεστιν εἰκάζειν. ἐγὼ δὲ ὃ ὑπεσχόμην τὸ ἡδὺ διηγήσομαι. ταμιεύων γὰρ αὐτὸς ἑαυτῷ τὴν μὲν κλεῖδα περιφέρειν ἐφ' ἑαυτοῦ οὐκ ᾤετο δεῖν, ἀποκλείσας δὲ κατετίθει μὲν ταύτην εἴς τι κοῖλον γραμματεῖον· σημηνάμενος δὲ δακτυλίῳ τὸν μὲν δακτύλιον κατ εκύλιε διὰ τοῦ κλείθρου ἔσω εἰς τὸν οἶκον μεθιείς, ὡς δὴ ὕστερον, ἐπειδὴ πάλιν ἐλθὼν ἀνοίξειε τῇ κλειδί, δυνησόμενος ἀνελὼν τὸν δακτύλιον αὖθις μὲν ἀποκλείειν, εἶτα δὲ σημαίνεσθαι, εἶτα δ' ἀναβάλλειν ὀπίσω πάλιν ἔσω τὸν 14.7.3 δακτύλιον διὰ τοῦ κλείθρου. τοῦτο οὖν τὸ σοφὸν οἱ δοῦλοι κατανοήσαντες, ἐπειδὴ προΐοι Λακύδης εἰς περίπατον ἢ ὅποι ἄλλοσε, καὶ αὐτοὶ ἀνοίξαντες ἂν κἄπειτα, ὥς σφιν ἦν θυμός, τὰ μὲν φαγόντες, τὰ δ' ἐμπιόντες, ἄλλα δὲ ἀράμενοι ἐκ περιόδου ταῦτα ἐποίουν, ἀπέκλειον μέν, ἐσημαίνοντο δέ, τὸν δακτύλιον πολλά γε αὐτοῦ καταγελάσαντες εἰς τὸν οἶκον διὰ τοῦ κλείθρου ἠφίε14.7.4 σαν. ὁ οὖν Λακύδης πλήρη