231
παραμυθίας. Οὐχὶ πάντες ὁμοῦ ἀπώλοντο οἱ Ἰσραηλῖται; ποίαν τοῦτο αὐτοῖς παραμυθίαν ἔφερεν; οὐχὶ μᾶλλον αὐτὸ τοῦτο αὐτοὺς ἐλύπει; διὸ καὶ ἔλεγον, Ἀπολώλαμεν, ἐξολώλαμεν, παρανηλώμεθα. Ποία τοίνυν αὕτη παραμυθία; Μάτην ἑαυτοὺς παραμυθούμεθα ταύταις ταῖς ἐλπίσι· μία μόνη παραμυθία ἐστὶ, τὸ μὴ ἐμπεσεῖν εἰς τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον· ἐμπεσόντας δὲ οὐκ ἔνι παραμυθίας τυχεῖν, ἔνθα ὁ βρυγμὸς τῶν ὀδόντων, ἔνθα κλαυθμὸς, ἔνθα σκώληξ ἀτελεύτητος, ἔνθα πῦρ ἄσβεστον. Ἐννοήσεις γὰρ ὅλως τινὰ, εἰπέ μοι, παραμυθίαν, ἐν θλίψει καὶ στενοχωρίᾳ ὤν; ἐν σαυτῷ γὰρ ἔσῃ λοιπόν. Μὴ, δέομαι καὶ παρακαλῶ, μὴ ἑαυτοὺς εἰκῆ ἀπατῶμεν, καὶ τούτοις τοῖς λόγοις παραμυθώμεθα, ἀλλὰ ταῦτα πράττωμεν, ἅπερ ἡμᾶς σῶσαι δυνήσεται. Συγκαθίσαι τῷ Χριστῷ πρόκειται, καὶ σὺ περὶ τούτων ἀκριβολογῇ; Εἰ γὰρ μηδὲν ἕτερον ἦν ἁμάρτημα, ὑπὲρ τῶν ῥημάτων τούτων πόσην κόλασιν ὑποστῆναι ὑμᾶς ἐχρῆν, ὅτι οὕτω νωθεῖς, ὅτι οὕτω ταλαίπωροι καὶ ῥᾴθυμοί ἐσμεν, ὡς, προκειμένης τοσαύτης τιμῆς, ταῦτα λέγειν; Ὅταν δὲ ἐννοήσῃς τότε τοὺς κατωρθωκότας, οὐ τήκῃ πλέον; ὅταν ἴδῃς ἀπὸ δούλων καὶ ἀπὸ δυσγενῶν ὀλίγα καμόντας ἐνταῦθα, καὶ τοῦ θρόνου μετέχοντας ἐκεῖ τοῦ βασιλικοῦ, οὐχὶ τῆς κολάσεώς σοι ταῦτα χείρονα ἔσται; Εἰ γὰρ νῦν ὁρῶν εὐδοκιμοῦντας, καίτοι οὐδὲν πάσχων κακὸν, πάσης τιμωρίας χεῖρον ὑπὸ τούτου μόνου διαφθείρῃ, καὶ πενθεῖς σαυτὸν καὶ δακρύεις, καὶ μυρίων εἶναι θανάτων κρίνεις ἄξιον, τί τότε ὑποστήσῃ; Εἰ γὰρ μὴ γέεννα ἦν, αὐτὴ ἡ ἔννοια τῆς βασιλείας οὐκ ἦν ἱκανὴ ἀπολέσαι καὶ διαφθεῖραι; 63.859 Καὶ ὅτι τοῦτο οὕτως ἕξει, ἱκανὸν ἀπὸ τῆς πείρας τῶν πραγμάτων μαθεῖν. Μὴ τοίνυν εἰκῆ ψυχαγωγῶμεν ἑαυτοὺς τοῖς τοιούτοις ῥήμασιν· ἀλλὰ προσέχωμεν καὶ φροντίζωμεν τῆς ἑαυτῶν σωτηρίας, καὶ ἀρετῆς ἐπιμελώμεθα, καὶ πρὸς τὴν τῶν καλῶν ἐργασίαν 63.860 ἑαυτοὺς διεγείρωμεν, ἵνα καταξιωθῶμεν τυχεῖν τῆς τοσαύτης δόξης, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι κράτος, δόξα, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ Μʹ. Περὶ τοῦ, ὅτι δεῖ πάντα ποιεῖν καὶ πραγματεύεσθαι ὑπὲρ τῆς
σωτηρίας τῶν ἀδελφῶν ἡμῶν· καὶ ὅτι μέγα ἀγαθὸν, τὸ συγχωρεῖν τοῖς εἰς ἡμᾶς πλημμελοῦσι τὰ ἁμαρτήματα· τοῦτο δὲ μεῖζον ἐλεημοσύνης ἐστίν.
Οὐδὲν τῶν ἐπιτυγχανόντων τῆς βασιλείας τῶν οὐρανῶν μακαριώτερον,
ἀδελφοὶ, ὥσπερ οὐδὲ τῶν ἀποτυγχανόντων ἀθλιώτερον. Εἰ γὰρ πατρίδος τις ἐκβεβλημένος ὑπὸ πάντων ἐλεεῖται, καὶ κληρονομίαν ἀπολέσας δοκεῖ παρὰ πᾶσιν ἐλεεινὸς εἶναι· ὁ τοῦ οὐρανοῦ ἐκπίπτων καὶ τῶν ἀποκειμένων ἀγαθῶν ἐκεῖ, πόσοις ὀφείλει δάκρυσι δακρύεσθαι; μᾶλλον δὲ οὐδὲ δακρύεσθαι; δακρύεται γάρ τις, ὅταν τι πάθῃ ὧν οὐκ αὐτός ἐστιν αἴτιος. Ὅταν δὲ ἐξ οἰκείας γνώμης ἑαυτὸν περιπείρῃ τῇ κακίᾳ, οὐδὲ δακρύων, ἀλλὰ θρήνων ἔσται ἄξιος· μᾶλλον δὲ καὶ τότε πένθους. Ἐπεὶ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν Ἱερουσαλὴμ, καίτοι ἀσεβοῦσαν, ἐπένθησε καὶ ἐδάκρυσεν. Ὄντως μυρίων ὀδυρμῶν ἄξιοί ἐσμεν, μυρίων θρήνων, ἐὰν πᾶσα ἡ οἰκουμένη λαβοῦσα φωνὴν, καὶ λίθοι καὶ ξύλα καὶ δένδρα καὶ θηρία καὶ ὄρνεις καὶ ἰχθύες, καὶ ἁπλῶς πᾶσα ἡ οἰκουμένη, ἐὰν λαβοῦσα φωνὴν, ἡμᾶς ὀδύρηται τοὺς ἐκπεπτωκότας τῶν ἀγαθῶν ἐκείνων, οὐδὲν κατ' ἀξίαν ὀδυρεῖται, οὐδὲ θρηνήσει. Ποῖος γὰρ λόγος παραστῆσαι δυνήσεται, ποῖος νοῦς ἐκείνην τὴν μακαριότητα, καὶ τὴν ἀρετὴν ἐκείνην, τὴν ἠδονὴν, τὴν δόξαν, τὴν εὐφροσύνην, τὴν λαμπρότητα; Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη; Οὐκ εἶπεν, ὅτι ὑπερβαίνει ἁπλῶς, ἀλλ' οὐδὲ ἐνενόησέ ποτέ τις, Ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὧν γὰρ ἑτοιμαστὴς καὶ παρασκευαστὴς ὁ Θεὸς ἀγαθῶν, ποῖα εἰκὸς εἶναι ταῦτα; Εἰ γὰρ ποιήσας ἡμᾶς εὐθέως, οὐδενὸς παρ' ἡμῶν προϋπηργμένου,