232
ἰσχυριζομένων, ἵνα μηκέτι πράγματα ἔχοι, οἰκουρὸς ἦν φίλος τοῦ ταμείου προσκαθήμενος. οὐδὲν δὲ εἰς οὐδὲν ὠφελῶν ὑπιδόμενος οἷ τὸ σοφὸν αὐτῷ ἔρχεται, ἀπεκαλύψατο· «Ἄλλως,» ἔφη, «ταῦτα, ὦ παῖδες, ἐν ταῖς διατριβαῖς λέγεται ἡμῖν, ἄλλως δὲ ζῶμεν.»« 14.7.14 Ταῦτα μὲν καὶ περὶ τοῦ Λακύδου. τούτου δὲ γίνονται ἀκουσταὶ πολλοί, ὧν εἷς ἦν διαφανὴς ὁ Κυρηναῖος Ἀρίστιππος. ἐκ πάντων δ' αὐτοῦ τῶν γνω14.7.15 ρίμων τὴν σχολὴν αὐτοῦ διεδέξατο Εὔανδρος καὶ οἱ μετὰ τοῦτον. μεθ' οὓς Καρνεάδης ὑποδεξάμενος τὴν διατριβὴν τρίτην συνεστήσατο Ἀκαδημίαν. λόγων μὲν οὖν ἀγωγῇ ἐχρήσατο ᾗ καὶ ὁ Ἀρκεσίλαος· καὶ γὰρ αὐτὸς ἐπετή δευε τὴν εἰς ἑκάτερα ἐπιχείρησιν καὶ πάντα ἀνεσκεύαζε τὰ ὑπὸ τῶν ἄλλων λεγόμενα· μόνῳ δ' ἐν τῷ περὶ τῆς ἐποχῆς λόγῳ πρὸς αὐτὸν διέστη, φὰς ἀδύνατον εἶναι ἄνθρωπον ὄντα περὶ ἁπάντων ἐπέχειν· διαφορὰν δὲ εἶναι ἀδήλου καὶ ἀκαταλήπτου καὶ πάντα μὲν εἶναι ἀκατάληπτα, οὐ πάντα δὲ ἄδηλα. μετεῖχε δὲ οὗτος καὶ τῶν Στωϊκῶν λόγων, πρὸς οὓς καὶ ἐριστικῶς ἱστάμενος ἐπὶ πλέον ηὐξήθη, τοῦ φαινομένου τοῖς πολλοῖς πιθανοῦ, ἀλλ' οὐ τῆς ἀληθείας στοχαζόμενος· ὅθεν καὶ πολλὴν παρέσχε τοῖς Στωϊκοῖς ἀηδίαν. γράφει δ' οὖν καὶ ὁ Νουμήνιος περὶ αὐτοῦ ταῦτα·
14.8.1 ηʹ. ΠΕΡΙ ΚΑΡΝΕΑ∆ΟΥ ΤΟΥ ΤΗΝ ΤΡΙΤΗΝ ΑΚΑ∆ΗΜΙΑΝ ΥΠΟΣΤΗΣΑΜΕΝΟΥ
«Καρνεάδης δὲ ἐκδεξάμενος παρ' Ἡγησίνου, χρεὼν φυλάξαι ὅσα ἀκίνητα καὶ ὅσα κεκινημένα ἦν, τούτου μὲν ἠμέλει, εἰς δ' Ἀρκεσίλαον, εἴτ' οὖν ἀμείνω εἴτε καὶ φαυλότερα ἦν, ἐπανενεγκὼν διὰ μακροῦ τὴν μάχην ἀνενέαζε.» 14.8.2 Καὶ ἑξῆς ἐπιλέγει· «Ἦγε δ' οὖν καὶ οὗτος καὶ ἀπέφερεν ἀντιλογίας τε καὶ στροφὰς λεπτολόγους συνέφερε τῇ μάχῃ ποικίλλων ἐξαρνητικός τε καὶ καταφατικός τε ἦν κἀμφοτέρωθεν ἀντιλογικός· εἴ τε που ἔδει τι καὶ θαῦμα ἐχόντων λόγων, ἐξηγεί ρετο λάβρος οἷον ποταμὸς ῥοώδης, σφοδρῶς ῥέων, πάντα καταπιμπλὰς τὰ τῇδε καὶ τἀκεῖθι, καὶ εἰσέπιπτε καὶ συνέσυρε τοὺς ἀκούοντας διὰ θορύβου. 14.8.3 τοιγαροῦν ἀπάγων τοὺς ἄλλους αὐτὸς ἔμενεν ἀνεξαπάτητος, ὃ μὴ προσῆν τῷ Ἀρκεσιλάῳ. ἐκεῖνος μέν γε περιερχόμενος τῇ φαρμάξει τοὺς συγκορυβαντιῶντας ἔλαθεν ἑαυτὸν πρῶτον ἐξηπατηκὼς μὴ ᾐσθῆσθαι, πεπεῖσθαι δ' ἀληθῆ 14.8.4 εἶναι, ἃ λέγει, διὰ τῆς ἁπαξαπάντων ἀναιρέσεως χρημάτων. κακὸν δὲ ἦν ἂν κακῷ ἐπανακείμενον, ὁ Καρνεάδης τῷ Ἀρκεσιλάῳ, μὴ χαλάσας τι σμικρόν, ὑφ' οὗ οὐκ ἄπρακτοι ἔμελλον ἔσεσθαι, κατὰ τὰς ἀπὸ τοῦ πιθανοῦ λεγομένας αὐτῷ θετικάς τε καὶ ἀρνητικὰς φαντασίας τοῦ εἶναι τόδε τι ζῷον ἢ μὴ 14.8.5 ζῷον εἶναι. τοῦτο οὖν ὑπανείς, ὥσπερ οἱ ἀναχάζοντες θῆρες βιαιότερον καὶ μᾶλλον ἑαυτοὺς ἱεῖσιν εἰς τὰς αἰχμὰς καὐτὸς ἐνδοὺς δυνατώτερον ἐπῆλθεν· ἐπεί τε ὑποσταίη τε καὶ εὖ τύχοι, τηνικαῦτα ἤδη καὶ οὗ προὐδέδοκτο 14.8.6 ἑκὼν ἠμέλει καὶ οὐκ ἐμέμνητο. τὸ γὰρ ἀληθές τε καὶ τὸ ψεῦδος ἐν τοῖς πράγμασιν ἐνεῖναι συγχωρῶν, ὥσπερ ξυνεργαζόμενος τῆς ζητήσεως τρόπῳ παλαιστοῦ δεινοῦ λαβὴν δοὺς περιεγίγνετο ἔνθεν. κατὰ γὰρ τὴν τοῦ πιθανοῦ ῥοπὴν ἑκάτερον παρασχὼν οὐδέτερον εἶπε βεβαίως καταλαμβάνεσθαι. ἦν γοῦν 14.8.7 λῃστὴς καὶ γόης σοφώτερος. παραλαβὼν γὰρ ἀληθεῖ μὲν ὅμοιον ψεῦδος, καταληπτικῇ δὲ φαντασίᾳ καταληπτὸν ὅμοιον καὶ ἀγαγὼν εἰς τὰς ἴσας, οὐκ εἴασεν οὔτε τὸ ἀληθὲς εἶναι οὔτε τὸ ψεῦδος, ἢ οὐ μᾶλλον τὸ ἕτερον τοῦ 14.8.8 ἑτέρου ἢ μᾶλλον ἀπὸ τοῦ πιθανοῦ. ἦν οὖν ὀνείρατα ἀντὶ ὀνειράτων, διὰ τὸ ὁμοίας φαντασίας ἀληθέσιν εἶναι τὰς ψευδεῖς, ὡς ἀπὸ ᾠοῦ κηρίνου 14.8.9 πρὸς τὸ ἀληθινὸν ᾠόν. συνέβαινεν οὖν τὰ κακὰ καὶ πλείω. καὶ μέντοι λέγων ὁ Καρνεάδης ἐψυχαγώγει καὶ ἠνδραποδίσατο. ἦν δὲ