1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

232

τοσαῦτα ἐχαρίσατο, παράδεισον, ὁμιλίαν τὴν μετ' αὐτοῦ, ἀθανασίαν ὑπέσχετο, βίον μακάριον καὶ φροντίδων ἀπηλλαγμένον· τοῖς τοσαῦτα πεπονηκόσι καὶ ἠθληκόσι καὶ ὑπὲρ αὐτοῦ ὑπομείνασι τί οὐ χαριεῖται; Τοῦ Μονογενοῦς οὐκ ἐφείσατο δι' ἡμᾶς, τὸν Υἱὸν τὸν γνήσιον εἰς θάνατον ἔδωκε δι' ἡμᾶς ἐχθροὺς ὄντας τίνος οὐ καταξιώσει γενομένους φίλους; τίνος οὐ μεταδώσει, καταλλάξας ἑαυτῷ; Καὶ πλούσιός ἐστι σφόδρα καὶ ἄπειρος, καὶ ἐπιθυμεῖ καὶ σπουδάζει τῆς ἡμετέρας φιλίας τυχεῖν· ἡμεῖς δὲ οὐ σπουδάζομεν οὕτως, ἀγαπητοὶ, ἐπιτυχεῖν. Καὶ τί λέγω, οὐ σπουδάζομεν; οὐ θέλομεν οὕτω τυχεῖν αὐτοῦ τῶν ἀγαθῶν, ὡς αὐτὸς θέλει. Καὶ ὅτι πλέον θέλει, δι' οὗ ἐποίησεν ἔδειξεν. Ἡμεῖς μὲν γὰρ ὑπὲρ ἡμῶν αὐτῶν μόλις ὁλίγου καταφρονοῦμεν χρυσίου· αὐτὸς δὲ ὑπὲρ ἡμῶν καὶ τὸν Υἱὸν ἔδωκε τὸν αὐτοῦ. Χρησώμεθα εἰς δέον τῇ ἀγάπῃ τοῦ Θεοῦ· ἀπολαύσωμεν αὐτοῦ τῆς φιλίας· Ὑμεῖς γὰρ φίλοι μου ἐστὲ, φησὶν, ἐὰν ποιῆτε ἃ λέγω ὑμῖν. Βαβαί· τοὺς ἐχθροὺς, τοὺς ἀπείρως αὐτῷ διεστηκότας, ὧν ἀσυγκρίτῳ τῇ ὑπερβολῇ κατὰ πάντα διενήνοχε, τούτους φίλους αὐτοῦ καλεῖ. Τί οὖν οὐχ αἱρετὸν παθεῖν ὑπὲρ ταύτης τῆς φιλίας; Ὑπὲρ ἀνθρώπων φιλίας πολλάκις κινδυνεύομεν· ὑπὲρ δὲ τῆς τοῦ Θεοῦ οὐδὲ χρήματα προϊέμεθα; Πένθους ὄν 63.860 τως ἄξια τὰ ἡμέτερα, πένθους καὶ δακρύων καὶ ὀδυρμῶν καὶ ὀλοφυρμοῦ μεγάλου καὶ κοπετῶν. Τῆς ἐλπίδος ἡμῶν ἐξεπέσαμεν, ἐταπεινώθημεν ἀπὸ τοῦ ὕψους ἡμῶν, ἀνάξιοι τῆς τιμῆς ἐφάνημεν τοῦ Θεοῦ. ἀγνώμονες καὶ μετὰ τὰς εὐεργεσίας γεγόναμεν καὶ ἀχάριστοι· ἐγύμνωσεν ἡμᾶς πάντων ὁ διάβολος τῶν ἀγαθῶν. Οἱ καταξιωθέντες εἶναι υἱοὶ καὶ ἀδελφοὶ καὶ συγκληρονόμοι, τῶν ἐχθρῶν αὐτοῦ οὐδὲν διενηνόχαμεν τῶν ὑβριζόντων αὐτόν. Τίς ἡμῖν ἔσται παραμυθία λοιπόν; Αὐτὸς ἡμᾶς ἐκάλεσε πρὸς τὸν οὐρανόν· ἡμεῖς δὲ ἑαυτοὺς πρὸς τὴν γέενναν ὠθήσαμεν. Ἄρα καὶ ψεῦδος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς· οἱ μὲν αἵματα ἐφ' αἵμασι μιγνύουσιν, οἱ δὲ πράγματα πράττουσιν αἱμάτων χείρονα· πολλοὶ τῶν ἀδικουμένων, πολλοὶ τῶν πλεονεκτουμένων μυρίους εὔχονται θανάτους ἢ ταῦτα παθεῖν· καὶ, εἰ μὴ τὸν τοῦ Θεοῦ φόβον ἐδεδοίκεσαν, καὶ διεχειρίσαντο ἂν ἑαυτοὺς, οὕτω φονῶντες καθ' ἑαυτῶν. Ταῦτα οὖν οὐχ αἱμάτων χείρω; Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Νῦν καὶ ἡμεῖς βοήσωμεν ὑπὲρ ἡμῶν αὐτῶν πρῶτον. Ἀλλά μοι τοῦ θρήνου συλλάβεσθε. Τάχα τινὲς καὶ οἰωνίζονται καὶ γελῶσι. ∆ιὰ γὰρ τοῦτο ἐπιτείνειν χρὴ τὸν θρῆνον, ὅτι οὕτω μαινόμεθα καὶ παραπαίομεν, ὅτι οὐδὲ εἰ μαινόμεθα ἴσμεν, ἀλλ' ἐφ' οἷς ἐχρῆν στένειν γελῶμεν. Ἀποκαλύπτεται, ἄνθρωπε, ὀργὴ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. Ὁ Θεὸς ἐμφανῶς ἥξει. Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά· πῦρ ἐναντίον αὐτοῦ καυθήσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. Ἡμέρα Κυρίου ὡς κλίβανος καιόμενος. Καὶ οὐδεὶς ταῦτα εἰς νοῦν βάλλεται, ἀλλὰ μύθων μᾶλλον καταπεφρόνηται τὰ φρικώδη ταῦτα δόγματα καὶ φοβερὰ, καὶ πεπάτηται, καὶ ὁ ἀκούων οὐδεὶς, οἱ δὲ γελῶντες καὶ χλευάζοντες πάντες. Τίς ἔσται πόρος ἡμῖν; πόθεν σωτηρίαν εὑρήσομεν; Ἀπολώλαμεν, παρανηλώμεθα, γεγόναμεν τῶν ἐχθρῶν ἡμῶν κατάγελως, καὶ χλευασμὸς τῶν Ἑλλήνων καὶ τῶν δαιμόνων. Μέγα φρονεῖ νῦν ὁ διάβολος, γαυροῦται καὶ χαίρει· ἐν αἰσχύνῃ οἱ πιστευθέντες ἡμᾶς ἄγγελοι πάντες καὶ κατηφείᾳ· οὐδεὶς ὁ ἐπιστρέφων, εἰκῆ πάντα ἡμῖν ἀνάλωται, καὶ ἡμεῖς ὑμῖν δοκοῦμεν ληρεῖν; Εὔκαιρον καὶ νῦν καλέσαι τὸν οὐρανὸν, ὅτι οὐδεὶς ὁ ἀκούων, διαμαρτύρασθαι τὰ στοιχεῖα· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησε· δότε χεῖρα, ὀρέξατε οἱ μηδέπω καταβαπτισθέντες τοῖς ὑπὸ τῆς μέθης ἀπολωλόσιν, οἱ ὑγιαίνοντες τοῖς κάμνουσιν, οἱ νήφοντες τοῖς μαινομένοις καὶ τοῖς περιφερομένοις. Μηδεὶς τοίνυν χάριν τῆς σωτηρίας τοῦ φίλου προτιμάτω· καὶ ἡ ὕβρις καὶ ἡ ἐπιτίμησις εἰς ἒν ὁράτω μόνον, αὐτοῦ τὴν ὠφέλειαν. Ὅταν πυρετὸς καταλάβῃ, καὶ δοῦλοι κρατοῦσι δεσποτῶν. Ὅταν γὰρ ἐκεῖνος μὲν ἐπικαίηται, τὴν ψυχὴν συγχέων, ἀνδραπόδων δὲ ἐσμὸς