235
καὶ ὑποδέχεται καὶ τιμᾷ, καὶ πᾶσαν ἐπιδείκνυται φιλοφροσύνην μετὰ δαψιλείας, καὶ ταῦτα, οὐκ ἀπὸ τοῦ δανείσματος διαλυόμενος, ἀλλ' ἡμέρους ἡμᾶς θέλων καταστῆσαι περὶ τὴν ἀπαίτησιν· σὺ δὲ τῷ Θεῷ ὀφείλων τοσαῦτα, καὶ κελευόμενος ἀφεῖναι, πάλιν ἵνα σὺ λάβῃς, οὐκ ἀφίης; τί δήποτε, παρακαλῶ; Οἴμοι, πόσης μὲν ἀπολαύομεν φιλανθρῳπίας; πόσην δὲ ἐπιδεικνύμεθα κακίαν; πόσον πόνον; πόσην νωθείαν; πῶς εὔκολον ἡ ἀρετή; Ἐνταῦθα οὐ σώματος ἰσχύος χρεία, οὐ πλούτου χρημάτων, οὐ δυναστείας, οὐ φιλίας, οὐκ ἄλλου οὐδενός· ἀλλ' ἀρκεῖ θελῆσαι μόνον, καὶ τὸ πᾶν ἤνυσται πρᾶγμα, πολλὴν ἔχον ὠφέλειαν. Ἐλύπησεν ὁ δεῖνα, καὶ ὕβρισε καὶ ἔσκωψεν; ἐννόησον, ὅτι καὶ σὺ πολλὰ τοιαῦτα εἰς ἑτέρους ποιεῖς, καὶ εἰς αὐτὸν τὸν ∆εσπότην· ἄνες καὶ συγχώρησον· ἐννόησον, ὅτι λέγεις· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, καθὼς καὶ ἡμεῖς ἀφίεμεν· ἐννόησον, ὅτι εἰ μὴ ἀφῇς, οὐ δυνήσῃ μετὰ παῤῥησίας τοῦτο εἰπεῖν· ἂν δὲ ἀφῇς, ὀφειλὴν τὸ πρᾶγμα ἀπαιτεῖς, οὐ διὰ τὴν τοῦ 63.864 πράγματος φύσιν, ἀλλὰ διὰ τὴν τοῦ δεδωκότος φιλανθρωπίαν. Καὶ ποῦ ἴσον, τὰ εἰς τοὺς ὁμοδούλους ἀφιέντα τῶν εἰς τὸν ∆εσπότην ἡμαρτηκότων τὴν ἄφεσιν λαβεῖν, ἀλλ' ὅμως τυγχάνομεν τῆς τοσαύτης φιλανθρωπίας, ἐπειδὴ πλούσιός ἐστιν ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Ἵνα δέ σοι δείξω, ὅτι καὶ χωρὶς τούτων καὶ χωρὶς τῆς ἀφέσεως, ἀπὸ τοῦ ἀφεῖναι μόνον σὺ καρποῦσαι τὸ κέρδος· ἐννόησον πόσους ὁ τοιοῦτος ἔχει φίλους, πῶς πανταχοῦ ἐγκώμια τοῦ τοιούτου ἅπαντες διεξέρχονται. Ἀγαθὸς ἀνὴρ εὐμετάλλακτος, οὐκ οἶδε μνησικακῆσαι, ἅμα ἐπλήγη καὶ ἅμα ἰάθη. Τὸν τοιοῦτον περιστάσει τινὶ περιπεσόντα τίς οὐκ ἂν ἐλεήσῃ; τίς οὐ συγγνώσεται ἁμαρτάνοντι; τίς οὐ δώσει χάριν ὑπὲρ ἑτέρων ἀξιοῦντι; τίς οὐ θελήσει φίλος εἶναι καὶ δοῦλος ψυχῆς οὕτως ἀγαθῆς; Ναὶ, παρακαλῶ, πάντα ὑπὲρ τούτου πράττωμεν, μὴ πρὸς φίλους, μὴ πρὸς συγγενεῖς μόνον, ἀλλὰ καὶ πρὸς τοὺς οἰκέτας. Ἀνιέντες γὰρ, φησὶ, τὴν ἀπειλὴν, εἰδότες, ὅτι καὶ ὁ Κύριος ὑμῶν ἐστιν ἐν οὐρανοῖς. Ἂν ἀφίωμεν τοῖς πλησίον τὰ ἁμαρτήματα, ἂν ἐλεημοσύνας παρέχωμεν, ἂν ταπεινοὶ ὦμεν (καὶ γὰρ καὶ τοῦτο ἀφαιρεῖ ἁμαρτίας· εἰ γὰρ ὁ τελώνης, ἵνα μόνον εἴπῃ, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, κατῆλθε δεδικαιωμένος, πολλῷ μᾶλλον καὶ ἡμεῖς, ἐὰν ταπεινοὶ ὦμεν καὶ συντετριμμένοι, δυνησόμεθα πολλῆς φιλανθρωπίας τυχεῖν)· ἂν ὁμολογῶμεν τὰ ἑαυτῶν ἁμαρτήματα καὶ καταγινώσκωμεν ἑαυτῶν, τὸ πλέον ἀποσμηξόμεθα τοῦ ῥύπου. Πολλαὶ γὰρ αἱ ὁδοὶ αἱ καθαρεύουσαι. Πάντοθεν τοίνυν πολεμῶμεν τῷ διαβόλῳ. Οὐδὲν εἶπον δύσκολον, οὐδὲν δυσχερές. Ἄφες τῷ λελυπηκότι, ἐλέησον τὸν δεόμενον, ταπείνωσόν σου τὴν ψυχήν· κἂν σφόδρα ᾖς ἁμαρτωλὸς, δυνήσῃ καὶ τῆς βασιλείας ἐπιτυχεῖν, διὰ τούτων αὐτὰ ἐκκαθαίρων τὰ ἁμαρτήματα, καὶ ἀποσμήχων τὴν κηλῖδα. Γένοιτο δὲ πάντας ἡμᾶς ἐνταῦθα ἀποκαθηραμένους ἅπαντα τῶν ἁμαρτημάτων τὸν ῥύπον διὰ τῆς ἐξομολογήσεως, ἐκεῖ τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ΜΑʹ. Περὶ τοῦ, ὅτι δεῖ μιμεῖσθαι ἡμᾶς κἂν τοὺς οἰκέτας ἡμῶν, ὁπόσα ἐκεῖνοι διὰ τὸν ἡμέτερον φόβον πράττουσιν, ἵνα καὶ ἡμεῖς διὰ τὸν τοῦ Θεοῦ φόβον τὰ αὐτὰ πράττωμεν· καὶ περὶ τῶν ἀνεκδιηγήτων
ἀγαθῶν τῶν τοῖς ἁγίοις ηὐτρεπισμένων. Εἰ τοῖς οἰκέταις ὁ Παῦλος, ἀγαπητοὶ, πολλῇ κεχρῆσθαι τῇ ὑπακοῇ τοῖς
κυρίοις, Τιμοθέῳ γράφων, ἐπέταττεν· ἐννοήσατε πῶς ἡμᾶς πρὸς τὸν ∆εσπότην διακεῖσθαι χρὴ, τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντα ἡμᾶς, τὸν τρέφοντα, τὸν ἐνδιδύσκοντα. Εἰ καὶ μηδαμῶς οὖν ἑτέρως, κἂν ὡς οἱ οἰκέται οἱ ἡμέτεροι, δουλεύσωμεν αὐτῷ. Οὐχὶ πᾶσαν τὴν ζωὴν εἰς τοῦτο κατεστήσαντο ἐκεῖνοι, εἰς τὸ