237
ἀκούοντος τολμῶμεν. Φόβος ὁ τοῦ δεσπότου πρὸ τῶν ὀφθαλμῶν ἐκείνων διαπαντός· ἡμῶν δὲ οὗτος οὐδέποτε. ∆ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε, πάντα συγκέχυται καὶ διέφθαρται, καὶ αὐτοὶ μὲν οὐδέποτε εἰς νοῦν λαμβάνομεν τὰ ἡμαρτημένα· τοὺς δὲ οἰκέτας τοὺς ἡμετέρους ἁμαρτάνοντας ἅπαντα ἐξετάζομεν μετὰ ἀκριβείας καὶ τὰ μικρότατα. Ταῦτα 63.866 λέγω, οὐχὶ τοὺς οἰκέτας ὑπτίους ποιῆσαι βουλόμενος, ἀλλὰ τὸ ἡμέτερον ὕπτιον ἐπιστρέψαι, τὸ ῥᾴθυμον διεγεῖραι· ἵνα κἂν οὕτω δουλεύωμεν τῷ Θεῷ, ὡς ἡμῖν οἱ οἰκέται· οὕτω τῷ πεποιηκότι ἡμᾶς, ὡς ἡμῖν οἱ ὁμοούσιοι, καὶ μηδὲν τοιοῦτον ἔχοντες παρ' ἡμῶν. Ἐλεύθεροι τῇ φύσει καὶ οὗτοί εἰσιν· Ἀρχέτωσαν τῶν ἰχθύων, καὶ τούτοις εἴρηται. Οὐκ ἔστιν αὕτη φύσεως ἡ δουλεία, ἀλλ' ἀξίας ἐστὶ καὶ περιστάσεως· ἀλλ' ὅμως πολλὴν ἡμῖν παρέχουσι τὴν τιμήν. Ἡμεῖς δὲ τούτοις μὲν μετὰ πάσης ἀκριβείας ἐπιτιθέμεθα τῆς ἡμετέρας ἕνεκεν διακονίας· τῷ δὲ Θεῷ οὐδὲ πολλοστὸν παρέχομεν μέρος, καὶ ταῦτα πάλιν εἰς ἡμᾶς στρεφομένης τῆς ὠφελείας. Ὅσῳ γὰρ ἂν σπουδαιότερον δουλεύσωμεν τῷ Θεῷ, τοσούτῳ μᾶλλον ἑαυτοὺς ὀνήσομεν, καὶ αὐτοὶ μᾶλλον κερδανοῦμεν. Μὴ δὴ τοσαύτης ἀποστερήσωμεν ὠφελείας ἡμᾶς αὐτούς. Ὁ μὲν γὰρ Θεὸς αὐτάρκης ἐστὶ καὶ ἀνενδεής· ἡ δὲ ἀμοιβὴ καὶ τὸ κέρδος πάλιν εἰς ἡμᾶς ἀνατρέχει. Εἰ δὲ δεῖ φιλοσοφῆσαι καὶ περὶ τῶν ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν, ἀληθῶς ἐκείνη ἐστὶν ἡ ὄντως ἀνάπαυσις, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· ἔνθα οὐδὲ φροντίδες, οὐδὲ πόνοι, οὔτε ἀγωνία, οὔτε φόβος καταπλήττων καὶ σείων τὴν ψυχὴν, ἀλλὰ μόνος ὁ τοῦ Θεοῦ φόβος ἡδονῆς πλήρης ὤν. Οὐκ ἔστιν ἐκεῖ, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, οὐδὲ ἄκανθαι καὶ τρίβολοι· οὐκ ἔστιν, Ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει· πάντα χαρὰ, εἰρήνη, εὐφροσύνη, ἡδονὴ, ἀγαθοσύνη, πραότης, ἀγάπη. Οὐκ ἔστιν ἐκεῖ ζηλοτυπία οὐδὲ βασκανία, οὐ θάνατος οὗτος ὁ τοῦ σώματος, οὐκ ἐκεῖνος ὁ τῆς ψυχῆς, οὐκ ἔστι σκότος, οὔτε νύξ· πάντα ἡμέρα, πάντα φῶς, πάντα λαμπρά. Οὐκ ἔστι καμεῖν, οὐκ ἔστι κόρον λαβεῖν· ἀεὶ ἐν ἐπιθυμίᾳ τῶν ἀγαθῶν διατελέσομεν. Βούλεσθε δῶ τινα καὶ εἰκόνα ὑμῖν τῆς ἐκεῖ καταστάσεως; Οὐκ ἔστι δυνατόν· πλὴν ἀλλ' ὅμως, ὡς δυνατὸν, πειράσομαι δοῦναι ὑμῖν τινα εἰκόνα. Ἀναβλέψωμεν εἰς τὸν οὐρανὸν, ὅταν, μηδενὸς ἐνοχλοῦντος νέφους, φαίνῃ τὸν ἑαυτοῦ στέφανον· εἶτα πρὸς τὸ κάλλος τῆς ὄψεως αὐτοῦ πολὺν διατρίψαντες χρόνον ἐννοήσωμεν, ὅτι καὶ ἔδαφος ἕξομεν οὐ τοιοῦτον μὲν ὂν, ἀλλὰ τοσούτῳ γινόμενον κάλλιον, ὅσῳ τῶν πηλίνων ὀρόφων ὁ χρυσοῦς· καὶ τὸν μετ' ἐκεῖνον πάλιν, τὸν ἀνώτερον ὄροφον, εἶτα τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, τοὺς ἀπείρους δήμους τῶν ἀσωμάτων δυνάμεων, αὐτὰ τοῦ Θεοῦ τὰ βασίλεια, τὸν θρόνον τὸν πατρικόν. Ἀλλ' οὐκ ἰσχύει, ὅπερ ἔφην, ὁ λόγος παραστῆσαι τὸ πᾶν· πείρας χρεία καὶ τῆς διὰ πείρας γνώσεως. Πῶς οἴεσθε, εἰπέ μοι, τὸν Ἀδὰμ εἶναι ἐν τῷ παραδείσῳ; Πολὺ βελτίων ἐστὶν ἐκείνης αὕτη ἡ διαγωγὴ, ὅσῳ τῆς γῆς ὁ οὐρανός. Πλὴν ἀλλὰ καὶ ἑτέραν εἰκόνα ἐπιζητήσωμεν. Εἰ συμβαίη τὸν βασιλεύοντα νῦν πάσης τῆς οἰκουμένης κρατῆσαι, εἶτα μήτε ὑπὸ πολέμων, μήτε ὑπὸ φροντίδων ἐνοχλεῖσθαι, ἀλλὰ τιμᾶσθαι μόνον καὶ τρυφᾷν, καὶ πολλοὺς μὲν ἔχειν δορυφόρους, πάντοθεν δὲ τὸ χρυσίον αὐτῷ ἐπιῤῥεῖν, καὶ ἀπόβλεπτον εἶναι· ποίαν οἴεσθε ἔχειν ψυχὴν αὐτὸν, εἰ τοὺς πολέμους τοὺς πανταχοῦ τῆς γῆς πεπαυμένους ἑώρα; Τοιοῦτόν τι ἔσται· μᾶλλον δὲ οὔπω καὶ τῆς εἰκόνος ἐφικόμην ἐκείνης· διὸ χρὴ καὶ ἑτέραν ἐπιζητῆσαι. Ἐννόησον δή μοι. Ὥσπερ γὰρ παιδίον βασιλικὸν, ἕως μὲν ἂν ἐν τῇ μήτρᾳ ᾖ, οὐδενὸς ἐπαισθάνεται· εἰ δὲ συμβαίη ἄφνω ἐξελθὸν ἐκεῖθεν ἐπὶ τὸν θρόνον ἀνελθεῖν τὸν βασιλικὸν, μὴ ἡρέμα, ἀλλ' ἀθρόον πάντα προσλαβεῖν· οὕτως ἐστὶν 63.867 ἡ κατάστασις αὕτη κἀκείνη· ἢ εἴ τις δεσμώτης μυρία παθὼν κακὰ, ἀθρόον ἐπὶ τὸν βασιλικὸν ἁρπαγείη θρόνον. Ἀλλ' οὐδὲ οὕτως ἐφικόμην ἀκριβῶς τῆς εἰκόνος. Ἐνταῦθα μὲν γὰρ ὧν ἄν τις ἐπιτύχῃ καλῶν, κἂν αὐτὴν εἴπῃς τὴν βασιλείαν, παρὰ μὲν τὴν πρώτην ἡμέραν ἀκμάζοντα ἔχει τὸν πόθον, καὶ παρὰ τὴν δευτέραν καὶ