241
δὲ τοῦτο· τὸν γὰρ Σίσυφον εἰσήγαγε προστάτην ταύτης τῆς δόξης καὶ συνηγόρησεν αὐτοῦ τῇ γνώμῃ.» 14.16.2 Ἐπὶ τούτοις πάλιν τὸν Ἀναξαγόραν εἰσάγει, πρῶτον φάσκων αὐτὸν ὀρθῶς φρονῆσαι περὶ θεοῦ. λέγει δὲ οὕτως· «Ὁ δὲ Ἀναξαγόρας φησὶν ὡς εἱστήκει κατ' ἀρχὰς τὰ σώματα, Νοῦς δὲ αὐτὰ διεκόσμησε θεοῦ καὶ τὰς γενέσεις τῶν ὅλων ἐποίησεν. ὁ δὲ Πλάτων οὐχ ἑστηκότα ὑπέθετο τὰ πρῶτα σώματα, ἀτάκτως δὲ κινούμενα· διὸ ὁ θεός, φησίν, ἐπιστήσας, ὡς τάξις ἀταξίας ἐστὶ βελτίων, διεκόσμησεν αὐτά.» 14.16.3 Οἷς ἐπιλέγει· «Ἁμαρτάνουσι δὲ ἀμφότεροι, ὅτι τὸν θεὸν ἐποίησαν ἐπιστρεφόμενον τῶν ἀνθρωπίνων καὶ τούτου χάριν τὸν κόσμον κατασκευάζοντα· τὸ γὰρ μακάριον καὶ ἄφθαρτον ζῷον, πεπληρωμένον πᾶσι τοῖς ἀγαθοῖς καὶ κακοῦ παντὸς ἄδεκτον, ὅλον ὂν περὶ τὴν συνοχὴν τῆς ἰδίας εὐδαιμονίας τε καὶ ἀφθαρσίας, ἀνεπιστρεφές ἐστι τῶν ἀνθρωπίνων πραγμάτων. κακοδαίμων δ' ἂν εἴη, ἐργάτου δίκην καὶ τέκτονος ἀχθοφορῶν καὶ μεριμνῶν εἰς τὴν τοῦ κόσμου κατασκευήν. 14.16.4 καὶ πάλιν, ὁ θεὸς ὃν λέγουσιν, ἤτοι τὸν ἔμπροσθεν αἰῶνα οὐκ ἦν, ὅτε ἦν ἀκίνητα τὰ σώματα ἢ ὅτε ἀτάκτως ἐκινεῖτο, ἢ ἐκοιμᾶτο ἢ ἐγρηγόρει ἢ οὐδέτερον τούτων. καὶ οὐδὲ τὸ πρῶτον ἔστι δέξασθαι πῶς γὰρ θεὸς αἰώνιος;· οὔτε τὸ δεύτερον· εἰ γὰρ ἐκοιμᾶτο ἐξ αἰῶνος ὁ θεός, ἐτεθνήκει· αἰώνιος γὰρ ὕπνος θάνατός ἐστιν· ἀλλά γε ἄδεκτος ὕπνου ὁ θεός· τὸ γὰρ ἀθάνατον καὶ 14.16.5 τοῦ θεοῦ ἐγγὺς ὕπνου κεχώρισται. εἰ δὲ ἦν ὁ θεὸς ἐγρηγορώς, ἤτοι ἐνέλειπεν εἰς εὐδαιμονίαν ἢ πεπλήρωτο ἐν μακαριότητι. καὶ οὔτε κατὰ τὸ πρῶτόν ἐστι μακάριος ὁ θεός· τὸ γὰρ ἐλλεῖπον εἰς εὐδαιμονίαν οὐ μακάριον· οὔτε κατὰ τὸ δεύτερον· μηδὲν γὰρ ἐλλείπων κεναῖς ἔμελλεν ἐπιχειρεῖν πράξεσι. πῶς δέ, εἴπερ ὁ θεὸς ἔστι καὶ τῇ τούτου φροντίδι τὰ κατὰ ἄνθρωπον οἰκονομεῖται, τὸ μὲν κίβδηλον εὐτυχεῖ, τὸ δὲ ἀστεῖον τὸ ἐναντίον πάσχει; Ἀγαμέμνων τε γάρ, ἀμφότερον, βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής, ὑπὸ μοιχοῦ καὶ μοιχαλίδος ἡττηθεὶς ἐδολοφονήθη· καὶ ὁ τούτου δὲ συγγενὴς Ἡρακλῆς, πολλὰ τῶν ἐπιλυμαινομένων τὸν ἀνθρώπινον βίον καθάρας, ὑπὸ ∆ηϊανείρας φαρμακωθεὶς ἐδολοφονήθη. 14.16.6 Θαλῆς τὸν κόσμον εἶναι τὸν θεόν. Ἀναξίμανδρος τοὺς ἀστέρας οὐρανίους θεούς. ∆ημόκριτος θεὸν ἐν πυρὶ σφαιροειδῆ τὴν κόσμου ψυχήν. Πυθαγόρας τῶν ἀρχῶν τὴν μονάδα θεὸν καὶ τὸ ἀγαθόν, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις, αὐτὸς ὁ νοῦς· τὴν δ' ἀόριστον δυάδα καὶ δαίμονα καὶ τὸ κακόν, περὶ ἥν ἐστι τὸ ὑλικὸν πλῆθος.» 14.16.7 Μετὰ δὲ τούτους οἱ νέοι τῷ χρόνῳ πῶς ἐδόξαζον ἄκουε· «Σωκράτης καὶ Πλάτων ἓν τὸ μονοφυές, τὸ μοναδικόν, τὸ ὄντως ὂν ἀγαθόν· πάντα δὲ ταῦτα τῶν ὀνομάτων εἰς τὸν νοῦν σπεύδειν· νοῦς οὖν ὁ θεὸς χωριστὸν εἶδος, τοῦτ' ἔστι τὸ ἀμιγὲς πάσης ὕλης καὶ μηδενὶ παθητῷ συμπεπλεγμένον. 14.16.8 Ἀριστοτέλης τὸν μὲν ἀνωτάτω θεὸν εἶδος χωριστόν, ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παντός, ἥτις ἐστὶν αἰθέριον σῶμα, τὸ πέμπτον ὑπ' αὐτοῦ καλούμενον· διῃρημένου δὲ τούτου κατὰ σφαίρας τῇ μὲν φύσει συναφεῖς, τῷ λόγῳ δὲ κεχωρισμένας, ἑκάστην οἴεται τῶν σφαιρῶν ζῷον εἶναι σύνθετον ἐκ σώματος καὶ ψυχῆς, ὧν τὸ μὲν σῶμά ἐστιν αἰθέριον, κινούμενον κυκλοφορικῶς, ἡ ψυχὴ δὲ λόγος ἀεικίνητος, αἴτιος τῆς κινήσεως κατ' ἐνέργειαν. 14.16.9 Οἱ Στωϊκοὶ νοερὸν θεὸν ἀποφαίνονται, πῦρ τεχνικόν, ὁδῷ βαδίζον ἐπὶ γένεσιν κόσμου, περιειληφότος πάντας τοὺς σπερματικοὺς λόγους, καθ' οὓς ἕκαστα καθ' εἱμαρμένην γίνεται· καὶ πνεῦμα διῆκον δι' ὅλου τοῦ κόσμου, τὰς δὲ προσηγορίας μεταλαμβάνον δι' ὅλης τῆς ὕλης, δι' ἧς κεχώρηκε. θεὸν δὲ καὶ τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν, τὸν δ' ἀνωτάτω πάντων νοῦν ἐν αἰθέρι. 14.16.10 Ἐπίκουρος ἀνθρωποειδεῖς μὲν τοὺς θεούς, λόγῳ δὲ πάντας θεωρητοὺς διὰ λεπτομέρειαν τῆς τῶν εἰδώλων φύσεως. ὁ δ' αὐτὸς ἄλλως τέτταρας φύσεις κατὰ γένος ἀφθάρτους τάσδε· τὰ ἄτομα, τὸ κενόν, τὸ ἄπειρον, τὰς ὁμοιότητας, αὗται δὲ λέγονται ὁμοιομέρειαι καὶ τὰ στοιχεῖα.» 14.16.11